Β
2Περὶ γορχότητος.
μὴ ἀργὸν αὐτῷ καὶ σαφὲς μόνον τὸ μέγεθος ᾗ καὶ τὸ κάλλος, ἀλλὰ καὶ γοργόν· γοργότητι γὰρ ἐναντίον τὸ ἀνειμένον καὶ ὕπτιον.
ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι· περὶ δὲ ὀξύτητος ἐν τῷ περὶ ἀφελείας τε καὶ δριμύτητος λέξομεν καὶ ἔτι ἐν τῷ περὶ δεινότητος. ἀλλʼ ἥ γε λέξις, ὁποία ποτʼ ἂν ᾖ, βραχέα συντελεῖ πρὸς γοργότητα. ἥ τʼ αὖ μέθοδος ἡ ποιοῦσα τὴν γοργότητα σχεδόν ἐστι μία ὡς
ἐπὶ τὸ πλεῖστον, ἐπειδὴ διὰ τοῦ τμητικοῦ γίνεται τύπου· οὗτος δʼ ἐν σχήμασίν ἐστι καὶ κώλοις, ἐν οἷς θεωρεῖται, ἔτι μέντοι καὶ συνθήκῃ καὶ ἀναπαύσει καὶ τοῖς ῥυθμοῖς. ἔννοια δὲ ὅπερ ἔφην οὐκ ἔστιν οὐδεμία, 3 ἥτις καθʼ ἑαυτὴν ποιεῖ τὸν λόγον γοργόν, πλὴν εἰ τὴν
ὀξύτητά τε καὶ δριμύτητα ὡς ἔλεγον γοργότητος ἰδίαν θήσεταί τις· περὶ δὲ ταύτης ὅπερ ἔφην ἔν τε τῷ περὶ 4 ἀφελείας ἔν τε τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. νυνὶ δὲ περὶ μεθόδου τῆς ποιούσης γοργὸν τὸν λόγον 5 πρῶτον λέξομεν, σχεδὸν οὐ πόρρω τινὸς ὀξύτητός τε καὶ δριμύτητος οὐδὲ ταύτης οὔσης.
ἀλλʼ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε» καὶ πάλιν «ναί, φησίν· ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν; καὶ νὴ Δία εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε· ἀλλʼ ὅμως δεῖ
σῶς αὐτοὺς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· ταῦτα γάρ πώς εἰσι καὶ ὀξέα. — Περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως καὶ ὅσα εἴδη αὐτῆς καὶ ὡς δεῖ παραλαμβάνειν ἕκαστον, ἐν τῷ περὶ δεινότητος ἡμῖν ἀκριβῶς λελέξεται. 6 — Ἡ δὲ ἀποστροφὴ οἷον «παρὰ σοὶ κατέλυον,
Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν» δοκεῖ μέν πως εἶναι μέθοδός τις, οὐ μὴν ἔμοιγε φαίνεται, ἀλλʼ εἶναι μᾶλλον σχῆμα· εἴτε δὲ σχῆμα εἴτε μέθοδός τίς ἐστιν ἡ ἀποστοφή, τῶν ποιούντων ἐστὶ καὶ αὐτὸ γοργὸν τὸν 7 λόγον, καὶ μάλιστα εἰ συνεχῶς γίνοιτο· ἡ γὰρ μετάβασις ἡ νῦν μὲν ἐπὶ τοὺς δικαστάς, νῦν δὲ ἐπὶ τὸν ἀντίδικον ἢ ὁντινοῦν κινεῖ πως καὶ γοργὸν ποιεῖ τὸν λόγον. Ἀλλὰ μέθοδος μὲν αὕτη γοργότητος ἢ καὶ μέθοδοι.
ἐπὶ τὴν ἀφήγησιν «ἐπιβουλεύοντα τοῖς Ἕλλησι». τοιοῦτόν ἐστι καὶ τὸ «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου», εἴθʼ ἡ ὑποστροφὴ «οὐ διʼ ἐμέ· οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε», εἶτα πάλιν ἡ ἀφήγησις «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε», καὶ τὰ ἑξῆς δὲ τοιαῦτά
ἐστι τοῦτο τὸ σχῆμα καὶ κατʼ ἐπιπλοκὴν τινὲς ὠνόμασαν. ἔτι ἐξαιρεῖται τῶν ἀφηγήσεων τὴν ὑπτιότητα καὶ τὸ ἐπιτρέχον λεγόμενον σχῆμα, οἶον 9 «ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ» καὶ τὰ ἐξῆς. 10 ταὐτὸ δὲ τοῦτο καὶ περιβάλλει, αἱ δὲ ὑποστροφαί, ἂν μὴ ὦσι μακραί, ἧττον περιβάλλουσι, καὶ εἰρήκαμεν τοῦτο κἀν τῷ περὶ περιβολῆς. — Ἀλλὰ ταυτὶ μὲν ὥσπερ ἰάματά ἐστιν ὑπτιότητος καὶ δύναται ταὐτόν, ὅπερ εὐκρίνεια
ἐν σαφηνείᾳ· ἐκείνη τε γὰρ τὰ συγκεχυμένα διευκρινεῖ πρὸς σαφήνειαν, ὡς ἐδείκνυμεν ἐν τῷ περὶ σαφηνείας, ταῦτά τε τὰ σχήματα τὸν ὑπτιάζοντα λόγον ὀρθοῖ καὶ γοργὸν ποιεῖ. κατὰ τὰ αὐτὰ δὲ τοῖς περὶ σαφηνείας ἔχει καὶ τὰ μέλλοντα ῥηθήσεσθαι· ὥσπερ
γὰρ ἐκεῖ ἡ μὲν καθαρότης καθʼ ἑαυτὴν ἐποίει τὸν σαφῆ λόγον, προσεδεῖτο δὲ τῆς εὐκρινείας, εἴ που συγχέοιτο ὁ λόγος, εἰς ἐπανόρθωσιν, οὕτω κἀνταῦθα πάλιν ἔστι μὲν τὸ ποιοῦν τὴν γοργότητα μάλιστα εἶδος λόγου τὸ τμητικόν, εἰ δέ ποτʼ ἐκπίπτοι κατʼ ἀνάγκην τινὰ εἰς
ὑπτιότητα, δεῖ τῶν προειρημένων σχημάτων, ἃ δὴ πέφυκεν ὀρθοῦν καὶ διεγείρειν τὸν λόγον ἀπὸ τῆς ὑπτιότητος. τμητικὸς. δὲ λόγος καὶ γοργὸς μάλιστα ἐν τοῖς σχήμασι καὶ τοῖς ῥυθμοῖς θεωρεῖται. εἰδέναι δὲ χρή, 11 ὅτι ὁ λόγος ὁ τμητικὸς ποτὲ μὲν ἔστιν, οὐ μὴν δοκεῖ
γε εἶναι τμητικός, ποτὲ δὲ δοκεῖ μὲν εἶναι τοιοῦτος, οὐ μὴν τέμνει γε ὡς ἀληθῶς τὰ πράγματα, ποτὲ δὲ ἀμφότερα, καὶ τέμνει καὶ δοκεῖ τέμνειν. κείσεται δὲ αὐτοῦ καὶ παραδείγματα καθʼ ἕκαστον τούτων ὀλίγον ὕστερον, ἔνθα καὶ σαφέστερόν τι περὶ τούτων ἐροῦμεν.
ἐλαχίστου ἐξαλλαγαί, οἷον «τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτίδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη» καὶ τὰ ἑξῆς, οἵ τε διʼ ἐλαχίστου μερισμοὶ τὴν ἀνταπόδοσιν ἔχοντες, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τούς
πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται». τὸ κατʼ ἐπαναφορὰν κομματικόν, οἷον «ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ σαυτὸν καλεῖς». τὸ κατʼ ἀντιστροφὴν κομματικὸν «ταξιάρχους παρʼ ὑμῶν, ἄρχοντας παρʼ ὑμῶν». αἱ ταχεῖαι καὶ διʼ ἐλαχίστου συμπλοκαί, οἷον «καὶ σπουδαῖα νομίζων,
ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε, ἐφʼ ἃ παρελήλυθα», καὶ ὁ Θουκυδίδης «καὶ οἱ πατέρες ὑμῶν, ὦ Λακεδαιμόνιοι, καὶ ὑμῶν οἱ πρεσβύτεροι». εἰ δὲ πολλαὶ γένοιντο αἱ συμπλοκαὶ μὴ καθʼ ἑκάστην πληρουμένης τε καὶ ἱσταμένης τῆς διανοίας,
ἀλλʼ εἰς μίαν ὡς περίοδόν τινα πασῶν ἐμπεριλαμβανομένων, τοῦ μὲν τμητικοῦ οὐδὲν ἧττον ἔμφασις 14 ἔσται, τοῦ δʼ αὖ γοργοῦ καὶ αὐτοῦ μὲν ἔμφασίς τις, μετρία δέ πως, περιβολὴ δὲ μᾶλλον γενήσεται ἢ γοργότης, 15 16 οἷον «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεόν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «πότερον ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ;»
Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον.
μέν, μὴ μέντοι γε δοκοῦντος τέμνειν οὐ ταῦτα, ἀλλʼ οἵ τε πλαγιασμοὶ καὶ τὰ κατὰ συστροφὴν καὶ ὅσα τοιαῦτα· πολλὰ γὰρ διʼ ἐλαχίστων ἐν ἐκείνοις λέγεται τοῖς σχήμασιν οὐ παραδηλούντων ἡμῶν, ὅτι τέμνομεν τὰ πράγματα. παραδείγματα δὲ αὐτῶν θήσομεν ἑκάστου, ἵνα καὶ
σαφὴς ὁ λόγος ᾖ. — Τοῦ μὲν οὖν τέμνοντος τὰ πράγματα λόγου, οὐ μὴν δοκοῦντος τέμνειν παράδειγμα τὸ «πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν» καὶ τὰ ἑξῆς· τοῦτο μὲν οὖν ἐκ πλαγιασμοῦ τοιοῦτον ἐγένετο. τοῦ δʼ αὖ κατὰ συστροφὴν
σχήματος ἐν τούτῳ τῷ εἴδει παράδειγμα τόδε «ὁ γὰρ Μεσήνην Λακεδαιμονίοις ἀφεῖναι κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδιδοὺς τῷ δίκαια νομίζειν ταῦτα εἶναι πεποιηκέναι σκήψαιτο;» πολλὰ γὰρ διʼ ὀλίγων ἐν ἀμφοτέροις εἴρηται, 17 18 οὐ μὴν ἐμφαίνεταί γε τὸ τέμνεσθαι. παραδείγματα δὲ τοιαῦτα μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. — Τοῦ δʼ αὖ δοκοῦντος μὲν τέμνειν τὰ πράγματα, οὐ μὴν τέμνοντός γε ὡς ἀληθῶς, ἀλλὰ τοὐναντίον καὶ περιβάλλοντος λόγου παράδειγμα τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος
σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν 19 Ἀττικήν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «πότερον ταῦτα ποιῶν». ἐνταῦθα γὰρ δοκεῖ μὲν πολλὰ λέγειν καὶ νὴ Δία ταχέως ἀφʼ ἑκάστου αὐτῶν ἀπαλλάττεσθαι, διὸ καὶ γοργότητα ἔχει τινὰ ὁ λόγος καὶ τομὴν ἐμφαίνει, οὐ μὴν
πολλά γε ὡς ἀληθῶς λέγει πράγματα οὐδὲ ταχέως ἀφʼ ἑκάστου αὐτῶν ἀπαλλάττεται, ἀλλὰ τοὐναντίον καὶ ἐπιμένει περιβάλλων· γένη γὰρ εἴδεσι καὶ ὅλα μέρεσι καὶ ἀόριστα ὡρισμένοις καὶ ἕτερα ἄττα περιβλητικὰ προσλαμβάνων περὶ ἑκάστου ὡς ἰδίαν ἔχοντος ὑπόστασιν
ἐμφαίνει, παραδηλῶν ταῖς συμπλοκαῖς καὶ μεταβάσεις ποιούμενος ἀπὸ πραγμάτων ἐπὶ ἕτερα πράγματα. διὸ πολλὰ ἔδοξεν εἶναι δύο ὄντα σχεδὸν τὰ πάντα· ἔστι γὰρ ἣ τε Εὔβοια καὶ τὸ Βυζάντιον, εἰ δὲ βούλει, ἔστω καὶ πλείονα, οὐ μὴν τοσαῦτά γέ ἐστιν, ὅσα ἐμφαίνεται
εἶναι διὰ τὰς συμπλοκάς. παραδείγματα δὲ καὶ τούτου τοῦ μὴ τέμνοντος μὲν τὰ πράγματα λόγου, δοκοῦντος δὲ λέγεσθαι τμητικῶς μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. — Τοῦ δʼ αὖ καὶ ὄντος τμητικοῦ λόγου καὶ δοκοῦντος εἶναι παράδειγμα τὸ «καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι,
20 καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε· 21 σπάνιον δὲ τὸ τοιοῦτον παρά γε τῷ Δημοσθένει. — Τὰς μέντοι αἰτίας, διʼ ἃς νῦν μὲν οὕτως, νῦν δὲ ἐκείνως χρῆται τῷ λόγῳ τῷ τμητικῷ, καὶ ὡς δεῖ καὶ ἡμᾶς αὐτῷ χρῆσθαι, ἐν τῷ περὶ δεινότητος μεθόδου ἐροῦμεν·
ἐκείνης γὰρ ἴδιον τὸ εἰδέναι, καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασιν εἴδεσι πότε καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς προσήκει χρῆσθαι. Ἀλλʼ ἐπὶ τὸν περὶ γοργότητος λόγον πάλιν ἐπανιτέον. μέθοδον μὲν γὰρ καὶ σχήματα, διʼ ὧν γοργὸς ὁ λόγος γίνεται, εἰρήκαμεν·
ἀπὸ δὲ τῶν σχημάτων δῆλά πως καὶ τὰ ἑξῆς.
δεῖ.
τροχαίους καὶ τὰς τροχαϊκὰς συζυγίας προσήκει· καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας, ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ, τροχαϊκῶς συντεθέντα καὶ παρὰ τῷ Μενάνδρῳ. ὁ δὲ Ἀρχίλοχος αὐτὸ καὶ σαφέστερον ἐποίησε καὶ γοργότερον· οἱ γὰρ τετράμετροι
αὐτῷ διὰ τοῦτʼ οἶμαι καὶ γοργότεροι καὶ λογοειδέστεροι τῶν ἄλλων εἶναι δοκοῦσι, διότι τροχαϊκῶς σύγκεινται· 23 24 τρέχει γὰρ ὡς ὄντως ἐν τούτοις ὁ ῥυθμός. εἰ δὲ μὴ ἀκριβεῖς οἱ τροχαῖοι παρὰ τῷ ῥήτορι ἐν ταῖς γοργότησιν εὑρίσκονται, πολλάκις διεμαρτυράμην, ὅτι ἓν οὐδὲν μονοειδὲς ἔστιν εὑρεῖν παῤ αὐτῷ, ἀλλὰ ποικίλλει νῦν μὲν ἐννοίαις σεμναῖς γοργὸν ἤ τινα ἄλλον ἐπιτιθεὶς
ῥυθμὸν ἢ μέθοδον ἢ τι τῶν ἄλλων, νῦν δὲ τὸ ἀνάπαλιν. καίτοι τὸ «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται τάχʼ ἂν ἔχοι τι πλέον εἰς γοργότητα καὶ διὰ τὴν ἐπιβολὴν τοῦ ῥυθμοῦ τροχαϊκὴν οὖσαν εὐθὺς ἐξ ἀρχῆς.
Περὶ ἤθους.
25τὸ ἠθικὸν εἶδος τοῦ λόγου εἰδέναι τε ὅπως γίνεται καὶ ποιεῖν δυνάμενον τοτὲ μὲν ὅλῳ τῷ λόγῳ ἀποδιδόναι τὸ τοιόνδε ἦθος, εἰ τοῦτο δέοι, τοτὲ δʼ αὖ καταμιγνύναι τοῖς προειρημένοις εἴδεσιν ἅπασιν, οἷον σφοδρότητι ἤ 26 σεμνότητι ἢ κάλλει καὶ τοῖς λοιποῖς. λέγω γὰρ ἦθος
27 νῦν οὐχ ἁπλῶς τοῦτο μόνον τὸ διʼ ὅλου τοῦ λόγου ἀναγκαίως ἔχον ἐμφαίνεσθαι καθαπερεὶ σώματος χρῶμα, ἀλλὰ καὶ τὸ ἐγκαταμίγνυσθαι πεφυκὸς πανταχοῦ, καὶ ἐν σφοδρότητι καὶ ἐν τραχύτητι καὶ ἐν τοῖς ἄλλοις ἅπασιν.
ἐκεῖνο μὲν γὰρ γένοιτʼ ἄν, εἰ τοῖς ὑποκειμένοις προσώποις οἰκείους καὶ πρέποντας τοὺς λόγους περιάπτοι τις, οἷον στρατηγοῖς ἢ ῥήτορσιν, ἢ τοῖς ἰδίως ὀνομασθεῖσιν ἠθικοῖς, οἷον λίχνοις ἢ δειλοῖς ἢ φιλαργύροις ἢ τοῖς τοιούτοις· καὶ μαθησόμεθά γε τοῦτο, οἷά τινα
εἴδη τίσιν ἁρμόττει προσώποις, ἐν τῷ περὶ δεινότητος· τοῦτο δέ, περὶ οὗ νυνὶ λέγομεν, αὐτό τε καὶ τὰ εἴδη αὐτοῦ, δύναται μὲν καὶ διʼ ὅλου ποτὲ λόγου παραλαμβάνεσθαι ὥσπερ καὶ ταῦτα, οἷον σεμνότης, τραχύτης καὶ τὰ λοιπά, δύναται δὲ καὶ κατὰ τὰ αὐτὰ καθάπερ
κἀκεῖναι καὶ μερικῶς που γίνεσθαι χρήσιμα, ὥσπερ ἔστι πολλάκις εὑρεῖν παρὰ τῷ ῥήτορι. σαφὲς δὲ ὃ λέγω μᾶλλον γενήσεται ἐπισκεψαμένοις τὸν λόγον τὸν περὶ αὐτοῦ.
καὶ πρὸς τούτοις τὸ κατʼ αὐτὸν ἐμφαινόμενον ἀληθὲς καὶ ἐνδιάθετον. ἡ δὲ βαρύτης ὑπόκειται μὲν ὑπὸ τὸν ἠθικὸν λόγον, οὐ μὴν συμπληροῖ γε αὐτόν, ὥσπερ ἥ 28 τε ἀφέλεια καὶ ἡ ἐπιείκεια, τό τε ἀληθὲς καὶ τὸ ἐνδιάθετον, οὐδέ γε καθʼ ἑαυτὴν δύναται θεωρεῖσθαι, ὥσπερ
ἐκείνων τῶν ἰδεῶν ἑκάστη, ἀλλὰ δεῖ αὐτῇ ἀφελείας 29 ἐπιεικείας ἤ τινος τῶν ἄλλων ἠθικῶν τι πάντως προσεῖναι. σαφέστερον δὲ καὶ τοῦτο περὶ ἑκάστης αὐτῶν λέγοντες ἐνδειξόμεθα. καὶ πρῶτόν γε περὶ ἀφελείας.
Περὶ ἀφελείας.
καθαραί· αἱ γὰρ ἀπάντων ἀνθρώπων κοιναὶ καὶ εἰς πάντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν καὶ μηδὲν ἔχουσαι βαθὺ μηδὲ περινενοημένον δῆλον ὡς ἀφελεῖς ἂν εἴησαν ἡμῖν καὶ καθαραί, οἷον «ἐμὲ μὲν φαῦλον ἡγεῖσθε, τουτονὶ δὲ ἄφετε»· καὶ τοῦτό γε ὁμολογούμενον, ὡς
αἵ τε καθαραὶ ἔννοιαι πάντως ἂν εἶεν καὶ ἀφελεῖς αἵ τε αὖ ἀφελεῖς καὶ καθαραί. ἰδίως δʼ ἂν λέγοιντο ἀφελεῖς αἱ τῶν ἀπλάστων ἠθῶν καὶ ὑπό τι νηπίων, ἵνα μὴ ἀβελτέρων λέγῃ τις, οἷον τὸ περὶ πραγμάτων διεξιέναι τινῶν καὶ λέγειν αὐτὰ μηδεμιᾶς ἀνάγκης οὔσης
μηδὲ ἐπερωτῶντός τινος, ὡς τὰ πολλὰ ἔχει τῶν Ἀνακρέοντος καὶ πάλιν τὰ Θεοκρίτου ἐν τοῖς βουκολικοῖς καὶ ἄλλων οὐκ ὀλίγων, οἷον
χωρίζομεν γὰρ οὐδαμῇ ὡς ἑτέρας τὰς καθαρὰς οὔσας ἐννοίας παρὰ τὰς ἀφελεῖς οὐδʼ αὖ τὰς ἀφελεῖς 32 33 παρὰ τὰς καθαράς. λέγω δέ, ὅτι τῶν καθαρῶν τούτων καὶ ἀφελῶν ἐννοιῶν αἳ μὲν μᾶλλον ἁρμόττουσι τῷ πολιτικῷ λόγῳ, αἳ δὲ ἧττον, αἳ δὲ οὐδʼ ὅλως, ἃς καὶ μᾶλλον
εἴποι τις ἂν ἰδίας εἶναι τῆς ἀφελείας, ὡς προείρηται, καίπερ οὐδὲν ἧττον οὔσας καθαράς, λέγω δὲ ταύτας, αἳ καὶ παίδων γένοιντο ἂν νηπίων, ὡς ἔλεγον, καὶ ἀνδρῶν ἐγγὺς ἡκόντων φρενῶν γε ἕνεκα τοῦ νηπίου καὶ γυναίων ὡσαύτως καὶ γεωργῶν ἀγροίκων καὶ ὅλως
ἀληθὲς εἰπεῖν ἀφελῶν καὶ ἀκάκων ἀνθρώπων, οἷον «ὡς καλός μοι ὁ πάππος, ὦ μῆτερ» καὶ πάλιν «αὐτοί τε πονηροί», φησὶ λέγων τοὺς Ἀσσυρίους ὁ Κῦρος, «καὶ ἐπὶ πονηρῶν ἵππων ὀχοῦνται»· ὁρᾷς, ὅσον τὸ ἀφελὲς τῆς γνώμης; καὶ μὴν καὶ τὸ
δεῖ, ἃ καὶ ἰδίως ἠθικὰ καλεῖται. δεῖ δὲ τοῦτο ἐπεσκέφθαι, ὅτι αἱ οὕτως λεγόμεναι καθαραὶ ἔννοιαι οὖσαι 35 ἀφελεῖς, εἰ μέν τις ἦθός τι ὑποκρίνοιτο τῶν λεγομένων ἰδίως ἠθικῶν προσώπων, ἀναγκαῖαι παραλαμβάνεσθαι καὶ χρήσιμοι, αἱ ἄλλως δὲ οὐκ ἐπιτήδειοι
τῷ λόγῳ τῷ πολιτικῷ. — Ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ πλησιάζειν πως δοκοῦσαι τῷ εὐτελεῖ· γίνονται δὲ αὗται, ὅταν περὶ εὐτελῶν καὶ τῶν τυχόντων πραγμάτων λέγῃ τις, ὡς ἐν τῷ Κατὰ Στεφάνου ψευδομαρτυριῶν «ἣ τὰ καταχύσματα φησὶ «κατέχεε» καὶ πάλιν ἑτέρωθι 36 «τῆν ῥοδωνιὰν ἐκτίλλειν» καὶ ἐν τῇ Πρὸς Εὐβουλίδην
ἐφέσει τὸ λέγειν, ὅτι ταινίας ἐπίπρασκεν ἐν τῇ ἀγορᾷ ἡ μήτηρ. ὅλως τε πολλὰ τοιαῦτα ἔστιν ἐν ἰδιωτικοῖς, παρὰ δὲ τῷ Λυσίᾳ καὶ μᾶλλον· ἐν δὲ τοῖς δημοσίοις σπάνιά γε τὰ τοιαῦτα καὶ μετά τινος παραμυθίας εἰσάγεται,
ὥσπερ τὸ «ἄνευ τοῦ προσωπείου κωμάζει» προσλαβὸν τὸ ἐνδιάθετον οἷον «τοῦ καταράτου Κυρηβίωνος» καὶ τὸ «ὃς ἐν ταῖς πομπαῖς» ἤρθη πως ἀπὸ τοῦ ἄγαν εὐτελοῦς. καὶ τοῦτο δὲ τὸ «ἀλλʼ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ
37 Καλαμίτῃ ἥρῳ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε; καὶ τοῦτο ἔστι μὲν τοῦ αὐτοῦ τύπου, εἰ καὶ σφοδρῶς εἰσήχθη — εὐτελὲς γὰρ τὸ πρᾶγμα —, ἀλλὰ καὶ τῷ «τοῖς μεθημερινοῖς»
εἰπεῖν «γάμοις καὶ αὐτῇ τῇ σφοδρότητι καὶ τῇ εἰρωνείᾳ 38 καὶ πᾶσι τοῖς λοιποῖς παραμυθίαν ἔλαβε. καὶ μὴν καὶ τὸ «τοὺς ὄφεις τοὺς παρείας θλίβων» καὶ τὰ ἐξῆς μέχρι τοῦ «ὑπὸ τῶν γρᾳδίων οὕτω προσαγορευόμενος» τοιοῦτόν ἐστι, παραμεμύθηται δὲ τῷ καὶ αὐτὸν
ὥσπερ καταγινώσκοντα τῶν εἰρημένων εἰπεῖν, ὅτι ὑπὸ τῶν γρᾳδίων οὕτω προσηγορεύετο. ἐκεῖνα μέντοι διὰ τὸ ἄγαν εὐτελὲς καὶ ὠβέλισάν τινες καὶ ὑπεξείλοντο, ἴσως ὀρθῶς ποιοῦντες, λέγω τὸ «κυάμους ἑφθοὺς βοῶσα καὶ κατὰ πᾶν τὸ θέρος ἐπλανᾶτο» καὶ τὰ ἑξῆς·
ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐν μὲν ἰδιωτικοῖς λόγοις ἴσως ἂν ἁρμόσειεν, ἐν δημοσίῳ δὲ καὶ τηλικοῦτον ἔχοντι ἀξίωμα λόγῳ ἢ προσώπῳ ἢ πράγματι πῶς ἂν ἁρμόττοι; τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Κατὰ Νεαίρας ὠβελισμένον ὑπό τινων τὸ ῾ ἀπὸ τριῶν τρυπημάτων
τὴν ἐργασίαν πεποιῆσθαιʼ λέγειν· λίαν γὰρ εὐτελές 39 ἐστι, καὶ εἰ σφοδρὸν εἶναι δοκεῖ. — Ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ ἐν τοῖς ἐπιχειρήμασιν ἀπὸ τῶν ἀλόγων ζῴων λαμβανόμεναι, οἷον «ὁ βοῦς κέρατι παίει, ὁ ἵππος ὁπλῇ, ὁ κύων στόματι, ὁ κάπρος ὀδόντι.» καὶ εἰ ἀπὸ 40 41 τῶν φυτῶν δέ τις ἐπιχειροίη, παραπλησίως ταὐτὸν ποιήσει· ταῦτα δὲ καὶ πλέον ἔχει τι κατʼ ἔννοιαν τοῦ ἀφελοῦς, ἐγγὺς γάρ ἐστι γλυκύτητος, διὸ καὶ πλεονάζει παρὰ τοῖς ποιηταῖς. εἰ δʼ ἔχει παρʼ ἐκείνοις ταῦτα καὶ μέγεθος, οὐ δεῖ θαυμάζειν· μάλιστα μὲν γὰρ οὐ κατὰ
πλῆθος ὥσπερ ἐνταῦθα τοῖς τοιούτοις χρῶνται παραδείγμασιν, ἓν δέ τι ἀπολαβόντες λέγουσι, τοῦτο δὲ οὐκέτι ἐᾷ γενέσθαι πάντῃ τὸν λόγον ἀφελῆ· ἔπειτα δὲ καὶ φύσει μέλει τοῖς ποιηταῖς ἀμφοτέρων, τοῦ τε ἡδέος καὶ τοῦ μεγέθους, διὸ ἢ λέξεσιν ἢ σχήμασιν αὐτὸ
ἐξαίρουσι καίπερ ἴσως ὂν κατʼ ἰδίαν φύσιν ἀφελὲς καὶ ἡδύ. — Καὶ περὶ μὲν γλυκύτητος αὐτίκα λέξομεν· τὸ δὲ προειρημένον παράδειγμα καὶ μᾶλλον ἐγένετο ἀφελὲς διὰ τὸ πλεονάσαι τοῖς κατὰ μέρος, ὡς καὶ μικρῷ πρότερον ἐλέγομεν. μέθοδος δέ τις αὕτη ἀφελείας ἀλλʼ
οὐκ ἔννοια, τὸ πλεονάζειν τοῖς κατὰ μέρος ἐπεξιόντας· ἐπεὶ καὶ τὸ «εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο τι μισθοῦ πράττοντας» εἰ ἀφέλοι τις τὸ ἀόριστον, ἐπιμείναι δὲ τοῖς κατὰ μέρος, ἀφελῆ ποιήσει τὸν λόγον, οἷον εἰ οὕτω λέγοι ῾ εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς
σκαπανέας καὶ τοὺς ἀμαλλοδέτας καὶ τοὺς ποιμένας καὶ τοὺς νομέαςʼ· εἰ γὰρ οὕτως ἐπιμείναι τις τοῖς κατὰ μέρος, πάνυ ἂν ἐργάσαιτο ἀφελῆ τὸν λόγον. — Ἔτι ἀφελές τε καὶ ἠθικὸν κατʼ ἔννοιαν καὶ τὸ διʼ ὅρκων πιστοῦσθαι ὁτιοῦν ἀλλὰ μὴ διὰ τῶν πραγμάτων, οἷον
«καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν 42 ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον» 43 καὶ τὰ ἑξῆς, καὶ πάλιν «πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς 44 θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις»· καὶ μυρία τοιαῦτα ἔχεις παρὰ τἀνδρί, πάντα δὲ ταῦτα ἠθικὰ καὶ ἀφελῆ
τὰ τῶν ὅρκων. καὶ εἰ τοὺς ἀκούοντας δὲ ὁρκίζοι ἢ τὸν ἀντίδικον, ὡσαύτως· οὐ γὰρ ἀγωνιστικὰ ταῦτά γε, οἷον «πρὸς Διὸς καὶ θεῶν, μὴ ἀποδέξησθε» καὶ ὅσα τοιαῦτα, ἀλλὰ ἠθικὰ τῇ πίστει καὶ πιθανά. εἰ μέντοι μεθοδεύοι τινὰ πίστιν ἀγωνιστικὴν ἢ καὶ ὁτιοῦν
ἕτερον ὥστε μεταπεσεῖν εἰς ὅρκου σχῆμα, τὸ τοιοῦτον ἄλλο τι λέγω καὶ οὐκ ἀφελὲς οὐδὲ ἠθικόν· οὐδὲ γὰρ ὅρκος ἔτι ἐκεῖνό γε ἂν εἴη, ἀλλὰ μεθωδεύθη μέν πως ἄλλο τι ὂν ὥστε εἰς τοῦτο ἀφικέσθαι, φυλάττον δὲ τὴν οἰκείαν δύναμιν προσλαμβάνει τι καὶ ἕτερον
διὰ τῆς μεθόδου, οἷον «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἑξῆς· τοῦτο γὰρ ἔνδοξον ὂν παράδειγμα καὶ πίστις τοῦ, ὅτι σύνηθες τῇ πόλει ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι καὶ κινδυνεύειν, μεθοδευθὲν οὕτως ὥστε
μεταπεσεῖν εἰς ὅρκον πεποίηκε λαμπρότητα καὶ μέγεθος ἀλλʼ οὐκ ἀφέλειαν οὐδὲ ἦθος. Ταῦτα μὲν οὖν ταύτῃ· ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. ἔννοιαι μὲν γὰρ ἀφελεῖς αὗται καὶ αἱ τοιαῦται.
ἤτοι ἀπαντῶντα λόγῳ τινὶ ἢ ὁπωσοῦν, ὅπερ τινὲς εἶδος δριμύτητος ὠνομάκασιν, οὐ μόνον οὐκ ἀφελές, ἀλλὰ καὶ ἐναντίον ἐστὶ τῷ ἀφελεῖ· δεινότητος γὰρ ἴδιον τὸ τοιοῦτον· οὐδὲν γὰρ ἄλλο ἢ ἐπιπόλαιός ἐστι βαθύτης ἡ ὀξύτης αὕτη — εἴτε καὶ δριμύτης, διαφέρει δὲ ὀνόματος
ἕνεκα ἡμῖν οὐδέν —, ἀλλὰ τῷ ψιλὸν καὶ ὥσπερ ἔφην ἐξ ἐπιπολῆς εἰσάγεσθαι τὸ νόημα καίπερ ὂν βαθὺ 47 ἀφελὲς ἔδοξεν εἶναι. πολὺ δὲ τοῦτο παρὰ τῷ Ξενοφῶντι. σαφέστερον δὲ περὶ αὐτῆς μικρὸν ὕστερον ἐν τῷ περὶ γλυκύτητος λέξομεν.
αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς 49 μετʼ οὐ πολὺ λέξομεν· καὶ πρῶτόν γε περὶ ταύτης, εἶθʼ ὕστερον περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. Ἀλλὰ πάλιν ἐπὶ τὸν περὶ ἀφελείας λόγον ἰτέον. λέξις μὲν γὰρ ἡ τοιαύτη ἰδία ἀφελείας.
Νικοστράτῳ.
γὰρ οὖσα σεμνὴ αὕτη ἡ ἀνάπαυσις ὅμως μᾶλλον ἁρμόττει τῆς οἷον ἁρπαζομένης καὶ ἐκκρεμοῦς· κεκαλλωπισμένη γὰρ μᾶλλον ἐκείνη. ἀφελὴς οὖν ἡ ἑδραία μᾶλλον βάσις τοῦ ῥυθμοῦ καὶ ἡ βεβηκυῖα ἀνάπαυσις. εἴρηται δὲ ἀκριβῶς περὶ τούτων ἡμῖν ἐν τῷ περὶ κάλλους.
Περὶ γλυκύτητος.
ταῦτα Πλάτωνος· καὶ πάλιν τὸ περὶ τῶν τεττίγων ῥηθὲν ἐν Φαίδρῳ «ὥς ποτε ἦσαν ἄνθρωποι οὗτοι πρὶν Μούσας γεγονέναι» καὶ τὰ ἑξῆς· καὶ παρὰ τῷ ῥήτορι τὰ ἐν τῷ Κατʼ Ἀριστοκράτους εἰρημένα, οἷον «ἐν τούτῳ μόνῳ τῷ δικαστηρίῳ θεοὶ δίκας δοῦναι καὶ λαβεῖν
ἠξίωσαν παρʼ ἀλλήλων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «δικάσαι δὲ Κὐμενίσι καὶ Ὀρέκτῃ τοὺς δώδεκα θεούς». ἀλλʼ ἐνταῦθα μέν, ἐπείπερ ἐν τῷ πολιτικῷ λόγῳ τὰ μυθικὰ ὑπτιότητα ποιεῖ, διὰ τῶν τῆς γοργότητος ἰδίων τὸ λίαν ὕπτιον ὁ ῥήτωρ παρεμυθήσατο τεμὼν τὰ πράγματα·
ὅσαι δὲ καὶ ἄλλαι εἰσὶ μέθοδοι, καθʼ ἃς δεῖ χρῆσθαι τοῖς μυθικοῖς, ἀκριβέστερον ἐν τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. ἀλλʼ ἐκεῖσε ἐπάνειμι. — Πρῶτον μὲν γὰρ ὅπερ ἔφην καὶ μάλιστα γλυκύτητα καὶ ἡδονὴν ἐν 53 λόγῳ αἱ μυθικαὶ τῶν ἐννοιῶν ποιοῦσι· κατὰ δεύτερον
δὲ λόγον τὰ διηγήματα, ὅσα ἐγγὺς μύθων ἐστίν, οἷον τὰ περὶ τοῦ Τρωικοῦ πολέμου εἰ διεξίοι τις ἢ εἴ τι τοιουτότροπον. — Τρίτην δὲ ἔχει τάξιν τὰ κατʼ ὀλίγον μέν πως τοῦ μυθικοῦ κοινωνοῦντα διηγήματα, μᾶλλον δὲ ἢ κατὰ τοὺς μύθους πιστευόμενα, οἷά ἐστιν
54 ἅπαντα τὰ Ἡροδότου· μυθώδη γὰρ ὀλίγα ἔχει, οἷον 55 τὰ περὶ τοῦ Πανὸς ῥηθέντα καὶ τοῦ Ἰάκχου καὶ ἴσως ἄλλα τινὰ σφόδρα γε ὀλίγα· τὰ μέντοι ἄλλα καὶ πιστεύεται γεγονέναι καὶ ἀπήλλακται τοῦ μυθικοῦ, διόπερ
οὐδὲ ὁμοίως τοῖς φύσει μυθικοῖς μετέχει τῆς γλυκύτητος. — Ἕτερον δὲ παρὰ ταῦτα εἶδός ἐστιν ἡδονὴν ἔχον καὶ γλυκύτητα ἐννοιῶν, ὅπερ ἄλλοτε ἄλλην ἔχει δύναμιν· τοῦτο γὰρ πολλάκις μὲν καὶ τὰ μυθικὰ αὐτὰ ὑπερβάλλει τῇ ἡδονῇ, πολλάκις δὲ καὶ τῶν τρίτην
ἐχόντων τάξιν ἐλαττοῦται, ἔστι δὲ τοῦτο τοιοῦτον. πάντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν ἡδέα, λέγω δὲ τῇ ὄψει ἢ ἁφῇ ἢ γεύσει ἤ τινι ἄλλῃ ἀπολαύσει, ταῦτα καὶ λεγόμενα ἡδονὴν ποιεῖ. ἀλλʼ αἳ μέν εἰσιν αἰσχραὶ τῶν κατὰ ἀπόλαυσιν ἡδονῶν, αἳ δʼ οὐ τοιαῦται. καὶ
τὰς μὲν οὐκ αἰσχρὰς ἔστιν ἁπλῶς ἐκφράζειν, οἷον κάλλος χωρίου καὶ φυτείας διαφόρους καὶ ῥευμάτων ποικιλίας καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ καὶ τῇ ὄψει προσβάλλει ἡδονὴν ὁρώμενα καὶ τῇ ἀκοῇ, ὅτε ἐξαγγέλλει τις, ὥσπερ ἡ Σαπφὼ «ἀμφὶ δὲ ὕδωρ ψυχρὸν κελαδεῖ 56
διʼ ὔσδων μαλίνων» καὶ «αἰθυσσομένων δὲ φύλλων κῶμα καταρρεῖ» καὶ ὅσα πρὸ τούτων τε καὶ μετὰ ταῦτα εἴρηται. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Πλάτωνι ἐν Φαίδρῳ, οἷον «νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή· ἥ 57 καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὕτως ἄν τις ἐκφράζων ἡδονὴν ποιοίη καὶ γλυκύτητα. ὅσαι δέ εἰσιν αἰσχραὶ τῶν κατὰ τὰς ἀπολαύσεις ἡδονῶν, ἐοικυῖαν ἔχουσιν αὐταῖς καὶ τὴν διὰ τῆς ἀκοῆς τέρψιν καὶ γλυκύτητα· οἷς γὰρ ἕκαστος χαίρει πραττομένοις, ἐκείνοις οὗτος καὶ λεγομένοις
ἡσθήσεται, ὁ μὲν ἀκόλαστος ἀκολάστοις, ὁ δὲ 58 σωφρονῶν δηλαδὴ σώφροσι, καὶ ὁ ποιῶν δὲ ὡσαύτως ποιήσει· ἐπεὶ καὶ τὸ
καὶ μέχρι τοῦ μετρίου ἥκουσαν, τῇ δὲ λέξει καὶ πολὺ τῆς ἡδονῆς ἀφέστηκεν· οὐ γὰρ τραχέως μόνον, 59 ἀλλὰ καὶ σκληρῶς εἴρηται τὸ ‘ἔμαρπτε’· καὶ τὸ ‘ἀγκάς’ δὲ αὐτῇ τῇ προφορᾷ καὶ τῷ φθόγγῳ, εἰ τὸ τῆς ἐννοίας τις ἀφέλοι, ὁρᾷς, ὡς μεγέθους μᾶλλόν ἐστιν, οὐχ
ἡδονῆς; ὅ γε μὴν ἀκόλαστος πάντως τι καὶ πλέον ἀκοῦσαι βούλοιτ᾿ ἂν ἢ καὶ εἰπεῖν, ὅ τι ποιοίη, ὡς ἐν κωμῳδίᾳ, οὐ μὴν ὅ γε σώφρων. τὸ μέντοι
καὶ φύσει ἡδὺ τῇ ἄλλῃ ἀπολαύσει τὸ πρᾶγμα καὶ οὐκ αἰσχρὸν ἦν ἐργάσασθαι τὰς τοιαύτας ἐννοίας τε καὶ ἡδονάς. τοιοῦτόν ἐστι καὶ τὸ 60
εἰσιν, ἐμπίπτουσι δὲ αὗται σχεδὸν ἐν ἅπασι τοῖς προειρημένοις κατʼ ἔννοιαν γλυκύτητος εἴδεσι καὶ εἰσὶν αὐτῶν ὥσπερ μέρη· διὸ οὐδὲ ἀπεδώκαμεν τάξιν ἰδίαν ταῖς τοιαύταις τῶν ἐννοιῶν, ἀλλʼ ἐπὶ τοσοῦτον αὐτῶν ἐμνήσθημεν. καὶ οἷς χαίρομεν δὲ λόγοις εἴ τις χρῷτο,
οἷον ἐγκωμίοις τοῖς εἰς ἡμᾶς αὐτοὺς ἢ εἰς τοὺς προγόνους τοὺς ἡμετέρους ἢ εἰς τὰ παιδικὰ τὰ ἡμέτερα, δῆλον ὡς ἡδονὴν ποιεῖ. πολιτικὴ δὲ ἡ τοιαύτη ἡδονὴ καὶ διαχεῖ γε πολλάκις τοὺς ἀκούοντας μᾶλλον ταῦτα τῶν φύσει ἡδέων. ἔστι δὲ καὶ ταῦτα ἐκείνης τῆς δυνάμεως, 61 ἧς ἦν τὰ ἐξαγγελλόμενα ἅπαντα, ὅσα ταῖς αἰσθήσεσιν
ἡμῶν τέρψιν φέρει. — Ἔτι ποιεῖ γλυκύτητα καὶ τὸ 62 τοῖς ἀπροαιρέτοις προαιρετικόν τι περιτιθέναι, οἷον «τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν με ἐθέλει διδάσκειν, οἱ δʼ ἐν τῇ πόλει ἄνθρωποι». ἀμφισβητήσειε
δʼ ἄν τις, πότερον κατὰ λέξιν ἢ κατʼ ἔννοιαν ἐνταῦθα γέγονεν ἡ γλυκύτης· καὶ ἴσως μᾶλλον κατʼ ἔννοιαν· τροπὴ μὲν γάρ τις ἔστιν ἐνταῦθα ἐν τῷ «οὐδέν με θέλει», ἐκ μεταφορᾶς δὲ γέγονεν ἡ περὶ τὴν λέξιν τροπὴ καὶ οὐχ ὡς ἐν τῷ «μέλιτος γλυκίων ῥέεν αὐδή»·
ἐνταῦθα γὰρ τὸ ‘ῥέὲ’ τέτραπται μᾶλλον ἢ ἐκεῖ τὸ 63 ‘ἐθέλει’, καὶ ἴδιόν τι σημαινόμενον ἔχει ἡ λέξις ἡ ‘ἐθέλει’. τάχα οὖν εἴποι τις ἂν ἠλληγορῆσθαι αὐτό, ἀντὶ τοῦ ‘οὐδέν με δύναται διδάσκειν’ τοῦ «οὐδέν με θέλει» ῥηθέντος. ἡμεῖς μέντοι τοῦτο, ὅ τί ποτʼ ἂν ᾖ, συγχωροῦντες εἶναι, τοσοῦτον διοριζόμεθα, ὅτι καθόλου
τὸ περιτιθέναι τοῖς ἀπροαιρέτοις προαιρετικόν τι γλυκύτητα ποιεῖ, ὥσπερ ἔν τε τῷ προειρημένῳ δηλοῦται καὶ ὅταν τὴν λύραν ἐρωτᾷ ἡ Σαπφὼ καὶ ὅταν αὐτὴ ἀποκρίνηται, οἷον «ἄγε χέλυ δῖά μοι λέγε, φωνάεσσα δὲ γίνεο καὶ τὰ ἑξῆς. ὁ δὲ Ἡρόδοτος καὶ
μᾶλλον τοῦτο συνίστησι τὸ παῤ ἡμῶν λεγόμενον· σχεδὸν γὰρ διʼ ὅλου τοῦ λόγου ἡδονὰς ἐργαζόμενος ἐν τοῖς εἰς τὸν Ἑλλήσποντον ὑπὸ Ξέρξου πραχθεῖσιν ὑπερεβάλετο τῇ ἡδονῇ καὶ τῇ γλυκύτητι, οἷον «ἐνετέλλετο 64 δὲ λέγειν ῥαπίζοντας τάδε βάρβαρά τε καὶ ἀτάσθαλα·
ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν. καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤν τε βούλῃ 65 ἤν τε μή· σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ὄντι δολερῷ καὶ ἁλμυρῷ ποταμῷ»· ἐνταῦθα
γὰρ πρὸς τὸ ὕδωρ ὡς αἴσθησίν τινα ἔχον καὶ προαίρεσιν διαλεγόμενον ποιήσας τὸν Ξέρξην ὑπερέβαλεν ἡδονῇ, καθʼ ὅ ἐλέγομεν θεώρημα. τὰ μέντοι παρὰ τοῖς ποιηταῖς ἐξουσίᾳ λέγεται ποιητικῇ, ἀλλʼ οὐχ ὥσπερ εἰρήκαμεν, οἷον «ἀμιφὶ δὲ σάλπιγξεν μέγας οὐρανός καὶ
66 «αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ» καὶ «γηθοσύνῃ δὲ θάλασσα διίστατο» καὶ ὅσα τοιαῦτα· οὐχ ὡς κατʼ ἀπροαιρέτων γὰρ λέγεται, ἀλλʼ ὡς καὶ δυναμένων τὸ πρακτέον εἰδέναι· δέδοται γὰρ καὶ τὰ τοιαῦτα τοῖς
ποιηταῖς. ἀπήλλακται μέντοι γε οὐδʼ οὕτω γλυκύτητος, ἀλλὰ ποιεῖ μὲν κἀνταῦθα οὐδὲν ἧττον τὴν ἡδονὴν τὰ τοιαῦτα νοήματα, μετριωτέραν δὲ ἢ ἐν τοῖς ἄλλοις. ταὐτὸν δὲ συμβαίνει καί, εἴ τις τοῖς ἀλόγοις ζῴοις τὰ ἀνθρώπου ἴδια περιθείη, ὥσπερ ὁ Ξενορῶν λέγων τὰς
κύνας ἐπισκυθρωπάζειν καὶ πάλιν μειδιᾶν καὶ ἀπιστεῖν τοῖς ἴχνεσιν ἢ πιστεύειν, καὶ ὅταν εἴπῃ «θρασεῖαι δὲ 67 αἱ οὐκ ἐῶσαι τῶν συνεργῶν τὰς σοφὰς εἰς τὸ πρόσθεν ἰέναι, ἀλλὰ ἀνείργουσι θορυβοῦσαι»· καὶ γὰρ τὸ «τῶν συνεργῶν» καὶ «τὰς σοφάς καὶ σχεδὸν ἅπαντα τὰ εἰρημένα
ἀνθρώπων ἴδία καὶ οὐ κυνῶν. καὶ ὅλως πολλὰ τοιαῦτα λάβοις ἂν ἐκ τοῦ Κυνηγετικοῦ παραδείγματα, ἐν ᾧ δὴ καὶ φύσει τὸ κατʼ ἔννοιαν ἔχον τὴν ἡδονήν· καὶ κατʼ ἄλλα μὲν γάρ, κατὰ δὲ τὴν ἔννοιαν καὶ μᾶλλον, ὅτι φύσει τὸ πρᾶγμα ἡδὺ τὸ τῆς θήρας καὶ τῇ ὄψει,
ὥς που καὶ τοῦτο αὐτὸς ἐπεσημήνατο ὁ Ξενοφῶν εἰπὼν ἥδιστον εἶναι θεαμάτων ἰδεῖν τὸν λαγὼν ἐξανιστάμενον, φεύγοντα, μεταδιωκόμενον, ἁλισκόμενον. Ἀλλὰ περὶ μὲν ἐννοιῶν γλυκύτητος καὶ ἡδονῆς τοσαῦτα.
καὶ τὴν ἀφέλειαν, περὶ ὧν εἴρηται.
ἰδίᾳ τῆς ἀφελείας πολλαχοῦ, ὥσπερ ἐλέγομεν, ἐκεῖθεν δὲ μάλιστα διαρκῆ ἔσχε τὴν γλυκύτητα, ὅτι καὶ αὐτὴν εὐθὺς τὴν διάλεκτον ποιητικῶς προείλετο εἰπεῖν· ἡ γὰρ Ἰὰς οὖσα ποιητικὴ φύσει ἐστὶν ἡδεῖα. εἰ δὲ καὶ ἄλλων 69 διαλέκτων ἐχρήσατό τισι λέξεσιν, οὐδὲν τοῦτο,
ἐπεὶ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἄλλοι οὐκ ὀλίγοι τῶν ποιητῶν ἐχρήσαντο μὲν καὶ ἄλλαις τισὶ λέξεσιν ἑτέρων διαλέκτων, τὸ πλεῖστον μὴν ἰάζουσι, καὶ ἔστιν ἡ Ἰὰς ὅπερ ἔφην ποιητική πως, διὰ τοῦτο δὲ καὶ ἡδεῖα. — Τὸ δʼ αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς παραπλοκὰς τῶν
ποιημάτων ἐν λόγῳ ἡδονὴν ἔχειν, οἷον «σύν τε δύ᾿ ἐρχομένω βουλευσόμεθα, ὅ τι ἐροῦμεν καὶ πάλιν ἐν Πολιτείας πέμπτῳ «ἀλλὰ μὴν καὶ καθʼ Ὅμηρον τοὺς τοιούτους δίκαιον τιμᾶν τῶν νέων, ὅσοι ἀγαθοί· καὶ γὰρ Ὅμηρὸς τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ νώτοισιν
ἔφη διηνεκέεσσι γεραίρεσθαι Αἴαντα, ὡς ταύτην οὖσαν οἰκείαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει» καὶ πάλιν 70 τοῦτο «ἀλλʼ οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα
πεισόμεθα μὲν οὖν». ἔστι δὲ πολλὰ καὶ παρὰ τῷ Ξενοφῶντι τοιαῦτα καὶ παῤ ἄλλοις συχνοῖς, καὶ ἀφθονία παραδειγμάτων ἐστίν, εἴ τις ἐκλέγειν παῤ ἑκάστου βούλοιτο. ὁ δὲ Πλάτων καὶ ἀφειδέστερον ἐν τῷ Συμποσίῳ καταχρησάμενος τῷ τοῦ Ἀγάθωνος προσώπῳ ὡς 72
ποιητοῦ τῇ παραπλοκῇ ταύτῃ ἐχρήσατο· οὐ γὰρ ἀπʼ ἀλλοτρίων ποιημάτων τινά, ἀλλʼ αὐτὸς ποιήσας παρέπλεξε, προδιορθωσάμενος μέντοι, ἵνα μὴ πάντῃ αὐτεξούσιον εἶναι δοκῇ τὸ λεγόμενον, οἷον «ἐπέρχεται δέ μοί τι καὶ ἐμμέτρως εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν»,
εἶτα τὸ μέτρον ἐπήγαγεν
δὴ μέτρον ἐφθέγξατο
ἀκριβῆ τὴν γλυκύτητα ἀλλʼ ἄλλο τι, οἷον «παρανάγνωθι δή μοι καὶ σὺ τὰς ῥήσεις, ἃς ἐλυμήνω·
γε μήν, ὅπερ ἔφην, ὅτι ἤτοι πάντα τὰ τῆς ἡδονῆς διαφθείρεται τῷ λόγῳ, εἰ ἐκ διαστάσεως παραπλέκοιτο αὐτῷ τὰ ποιήματα, ἢ οὐκ ἀκριβῆ γε αὐτὴν ἴσχει. — Ἀλλʼ ἐπανιτέον πάλιν ἐπὶ τὸν περὶ λέξεως γλυκείας λόγον. γλυκεῖα γὰρ λέξις καὶ ἡ διὰ τῶν ἐπιθέτων ὀνομάτων,
οἷον «ἄγετε δή, ὦ Μοῦσαι λίγειαι». καὶ κατʼ αὐτὴν δὲ τὴν ποίησιν φύσει οὖσαν γλυκεῖαν παρὰ τὸν ἄλλον λόγον ἐκφαίνεται τὰ ἐπίθετα καὶ γλυκύτερά πως ὄντα καὶ πλείονα ποιοῦντα τὴν ἡδονήν. ταῦτά τοι καὶ ὁ Στησίχορος σφόδρα ἡδὺς εἶναι δοκεῖ διὰ τὸ πολλοῖς
76 χρῆσθαι τοῖς ἐπιθέτοις. καὶ ἡ δριμεῖα δὲ λέξις τῶν γλυκύτητα ποιουσῶν ἐστι, περὶ ἧς αὐτίκα εἰρήσεται.
τοῦ κάλλους καὶ τοῦ λόγου τοῦ κεκαλλωπισμένου.
ἐν αὐτῇ ὀφείλουσιν οἱ τῆς σεμνότητος οἰκεῖοι.
Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν ὡραίου
78
τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
προσηκούσης τῷ ἀφελεῖ τε καὶ ἡδονὴν ἔχοντι λόγῳ· ἧς ὁποῖαι μέν εἰσιν αἱ ἔννοιαι, καὶ ὀλίγῳ πρότερον εἰρήκαμεν ἐν τῷ περὶ ἀφελείας, ὅτι εἰσὶν οἷον ἐξ ἐπιπολῆς
βαθεῖαι· ἴσως οὖν τοῦτο οὐδὲ ἔννοια, μέθοδος δέ τίς ἐστι τὸ μὴ περινενοημένως λέγειν, ἁπλῶς δὲ καὶ ἀνειμένως τὰ περινενοημένα· διὸ καὶ ἴδιον τοῦτο ἀφελείας, λέγω τὸ τῆς τοιαύτης μεθόδου. καὶ πολλά γε ἔφην τούτου τὰ παραδείγματα εἶναι παρὰ τῷ Ξενοφῶντι, ἀναγκαίως,
διὰ τὸ ἀφελὲς τῆς συγγραφῆς. — Ἕτερον δὲ 79 παρὰ ταύτην τὴν δριμύτητα εἰτε καὶ ὀξύτητα δριμύτητός ἐστιν εἶδος, περὶ οὗ δυσχερὲς ἀποφήνασθαι, ὅτι περὶ λέξιν ἢ περὶ ἔννοιαν γίνεται· οὔτε γὰρ ὡς ἔστιν ἔννοια οὔθʼ ὡς οὐκ ἔστιν, ἀσφαλὲς εἰπεῖν· κατὰ λέξιν μὲν γὰρ θεωρεῖται, ἡ λέξις δὲ αὐτὴ καθʼ ἑαυτὴν ἡ ποιοῦσα
τὴν δριμύτητα οὐδὲν ἔχει δριμύτητος, εἰ τῆς ἐννοίας αὐτὴν χωρίσειέ τις, περὶ ἣν γίνεται, ἢ τῶν πρὸ αὐτῆς ῥηθέντων. ἐν δὲ ταῖς ἄλλαις ἰδέαις τοῦτο οὐκ ἔστιν, ἀλλὰ καὶ ἡ καθαρὰ λέξις καθαρὰ δήπουθέν ἐστιν, εἰ καὶ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς ἐξαγγέλλοι
καὶ εἰ μηδὲν πρὸ αὐτῆς εἴη λελεγμένον, καὶ ἡ σεμνὴ λέξις σεμνή, καὶ εἰ μὴ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς φράζοι καὶ εἰ μηδὲν προειρήκοι, καὶ αἱ τῶν ἄλλων ἰδεῶν ὡσαύτως· ἡ δὲ τῆς δριμύτητος λέξις οὐ τοιαύτη, ἀλλʼ 80 αὐτὴ μὲν καθʼ ἑαυτὴν οὐδὲν ἔχει τοιοῦτον, ἔννοιαν δέ
τινα σημαίνουσα, ἧς οὐκ ἔστι κυρία, ἤ τισιν ἄλλοις ἐφεπομένη κατά τινα οἱονεὶ χαριεντισμὸν γίνεται δριμεῖα καὶ ποιεῖ τὴν δριμύτητα. σαφέστερον δὲ ἔσται τοῦτο διὰ τῶν παραδειγμάτων. κυρίως μὲν οὖν ἔννοιαν σημαίνει λέξις οὐ κυρίως ἐκείνης οὖσα ἡ τοιαύτη,
οἷον ὁ Ξενοφῶν λέγων τὰς αἰτίας, διʼ ἃς πρὸ 81 τοῦ δέοντος ἀναχωροῦσιν αἱ κύνες ἐκ τῶν διωγμῶν, φησίν, ὅτι αἳ μὲν διὰ μαλακίαν, αἳ δὲ διὰ ἀήθειαν, αἳ δὲ διὰ τὸ καὶ τό, αἳ δὲ διὰ φιλανθρωπίαν ἀναχωροῦσι, φησί· τὴν γὰρ πρὸς τοὺς ἀνθρώπους συνήθειαν καὶ
τὸ συνεῖναι ἀνθρώποις ἀσπάζεσθαι φιλανθρωπίαν ὠνόμασεν, 82 οὐ κυρίως μὲν ἐπὶ τούτου τοῦ πράγματος οὔσης τῆς λέξεως — ἐπʼ ἄλλου γὰρ τάττειν εἰώθαμεν τὴν φιλανθρωπίαν —, κυρίως μέντοι πως σημαίνων τὸ πρᾶγμα· καὶ γὰρ τάχα τούτου μᾶλλον ἂν εἴη κυριωτέρα
ἡ λέξις, ἢ ἐπὶ τοῦ ἐλεεῖν καὶ οἰκτείρειν ὅτε τιθοῖτο, ἐφʼ οὗπερ καὶ φύσει τάττομεν τὸ τῆς φιλανθρωπίας ὄνομα. καὶ ὁ Σοφοκλῆς δὲ φίλανδρόν που τὴν Ἀταλάντην εἶπε διὰ τὸ ἀσπάζεσθαι σὺν ἀνδράσιν εἶναι, ἡμῶν πάλιν ἐπʼ ἄλλου πράγματος ταττόντων τοὔνομα
τοῦτο, ὥσπερ καὶ τὸ τῆς φιλανθρωπίας. καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ δὲ τοιοῦτόν ἐστι,
ἡ τῆς φιλανδρίας, ἢ ᾗπερ ἡμεῖς εἰώθαμεν χρῆσθαι· τὴν γὰρ ἀκολασίαν βούλεται νῦν δήπου σημαίνειν καὶ τὸ μοιχεύεσθαι. καὶ λόγον μέντοι τινὰ εὔνουν λέγουσι τὸν εὐνόητον καὶ σαφῆ· καὶ ὁ Εὐφορίων «ἀτρέα δῆμον Ἀθηνῶν» ἀντὶ τοῦ ἄτρεστον καὶ ἄφοβον. ὅλως τε
πολὺς ὁ κίνδυνος ἐν ταῖς τοιαύταις δριμύτησιν ἐκπεσεῖν εἰς ψυχρότητα· ἐπεὶ καὶ οἱ τὰ σπουδαῖα γελοῖα ταυτὶ συντιθέντες τοῦ γελοίου γʼ ἕνεκα οὐδὲν ἄλλʼ ταῖς τοιαύταις χρώμενοι δριμύτησιν εὐδοκιμοῦσιν· εὐλαβεῖσθαι οὖν χρή. Καὶ πρῶτον μὲν τοῦτο εἷδος δριμύτητος, 84 παράδειγμα δὲ αὐτοῦ παρὰ τῷ ῥήτορι οὐκ ἔστιν.
καθʼ ὁμοιότητα λέξεως ἐμφαίνει τινὰ δριμύτητα, οἷον «μέλλει πολιορκεῖν τοὺς Ἕλληνας, ἐκδίδωσι. μέλει γάρ τινι τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων;» τοῦτο ἐγὼ μὲν σφόδρα εὐλαβῶς εἶχον θεῖναι ὡς παράδειγμά τινος δριμύτητος· ἐπεὶ δὲ τῶν σφόδρα εὐδοκιμησάντων
τινὲς κατὰ τοὺς πρὸ ἡμῶν ἀνθρώπους καὶ νῦν δὲ εὐδοκιμούντων ἐπὶ θεωρίᾳ λόγων ἐν οἷς ἀπολελοίπασι 86 βιβλίοις οὕτω τεθεωρήκασι καὶ τοῦτο καὶ τεθείκασί γε ὡς παράδειγμα τοιαύτης δριμύτητος, εἰρήσθω καὶ ἡμῖν, καίτοι τάχʼ ἴσως οὐδʼ ἡ τοιαύτη δριμύτης, εἴπερ οὕτω
γίνοιτο, ἐκφεύγει τὴν ψυχρότητα· ἀλλʼ οὖν εἰρήσθω. καὶ τοῦτο μὲν οὕτω καθʼ ὁμοιότητα λέξεως γίνεται, ὡς προείρηται.
χρησάμενοι εἶτʼ εὐθὺς ἑπόμενοι τούτῳ χρησώμεθα καὶ ἐφʼ οὗ μὴ κύριόν ἐστι πράγματος, οἷον «εἰ μὴ καὶ τοὺς τὰ μηχανήματα ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν», εἶτʼ εἰπών, διʼ ὧν ἡγεῖται Φίλιππον πολεμεῖν τῇ πόλει καὶ ὅτι
87 πάνθʼ, ὅσα νῦν πράττει καὶ κατασκευάζεται, ἐπʼ αὐτοὺς κατασκευάζεται, ἐπάγει δριμέως «εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς; πολλοῦ γε καὶ δεῖ». καὶ πάλιν «ἐγὼ
δὲ οὐ τοῦτο δέδοικα, εἰ Φίλιππος ζῇ ἢ τέθνηκεν, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι»· τοῦτο δὲ καὶ ἐναργῆ ποιεῖ τὸν λόγον, οὐ μόνον δριμύν· τροπῆς γάρ ἐστιν ἐγγύς, οὐ μὴν τροπή γέ ἐστιν ἄντικρυς διὰ τὸ παρωνομάσθαι· ἐπεὶ καὶ 88 καθʼ ἑαυτὸ εἰ λέγοι τις τὸ «τέθνηκε τῆς πόλεως τὸ
τοὺς ἀδικοῦντας μισεῖν», πάνυ ποιήσει σκληρὸν κατὰ τὴν τροπὴν τὸν λόγον, ἐκ παρονομασίας δὲ εἰσαχθὲν ἅμα τῇ ἐναργείᾳ καὶ τὴν δριμύτητα ἔχει.
ὁ ῥήτωρ κέχρηται. γίνεται δέ, ὅταν τροπῇ τινι χρησάμενοι μὴ σφόδρα αὐστηρᾷ μηδὲ σκληρᾷ κατʼ ἀκολουθίαν ἐκείνης ἑτέραν ἐπενέγκωμεν τροπὴν σκληροτέραν μέν, οὐ μὴν δοκοῦσάν γε εἶναι τοιαύτην διὰ τὸ ἀκόλουθον τοῦ προειρημένου, οἷον «ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν
ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ»· τὸ γὰρ ‘ἤνθησεʼ τροπικὸν μέν, οὐ μὴν αὐστηρὸν οὐδὲ σκληρόν, τὸ δὲ ‘καταρρεῖ’ σκληρὸν ἰσχυρῶς, οὐ μὴν τοιοῦτον ἐφάνη διὰ 90 τὸ ἐξ ἀκολουθίας εἰρῆσθαι· ἐπὶ γὰρ τῶν ἀνθέων τῶν μαραινομένων τὸ καταρρεῖν σχεδὸν κυρίως λέγεται, ἤδη δὲ αὐτοῦ τὴν ἄγαν σκληρότητα καὶ τὸ παρακείμενον αὐτῷ ἀφεῖλε, λέγω τὸ «τῷ χρόνῳ δὲ φωρᾶται». ὅμοιον τούτῳ καὶ τὸ Εὐριπίδου ἐν Πολυΐδῳ
τε καὶ ὀξύτητος ὡς προσηκουσῶν τῇ τε ἀφελείᾳ καὶ τῇ γλυκύτητι.
ταῦτα γὰρ οἶμαι πάντα καὶ τὰ τοιαῦτα ὀνόματι διαλλάττει μόνῳ, ἔστι δὲ τὰ αὐτά. ὅταν γὰρ ἤτοι ἐρωτικόν τι ἐννόημα λέγωμεν ἢ καὶ τῶν ἄλλων 92 τι τῶν ἰδίων γλυκύτητος μεθοδεύωμέν τε οὕτως καὶ ἑρμηνεύωμεν διʼ ἐπιθέτων καὶ ποιητικῶν ὀνομάτων
παρισῶμέν τε τοῖς σχήμασιν ἢ τοῖς κώλοις ἢ καὶ ἄλλῳ τινὶ κάλλους ἰδίῳ σχήματι ἐξαγγέλλωμεν συντιθῶμέν τε οὕτως καὶ τοὺς μὲν ῥυθμοὺς ποιῶμεν σεμνοὺς ἅμα καὶ καλούς, τὰς δὲ ἀναπαύσεις σεμνὰς ὁμοῦ καὶ ἀφελεῖς, ὡραῖος καὶ ἁβρὸς κατʼ ἀνάγκην ἡμῖν ὁ λόγος γίνεται·
ὥστε οὐκ οἶδα, εἴ τι διαλλάττει ἡδονὴ καὶ ὥρα 93 ἡ ἐν λόγῳ ἁβρότητος ἢ γλυκύτητος ἤ τινος ἄλλου τοιουτοτρόπου.
ἤτοι ὅταν ἑκόντα τις αὑτὸν μειονεκτοῦντα δεικνύῃ, ὡς ἐν τῷ Κατὰ Κόνωνος, ὅτι παρὸν αὐτῷ καὶ λωποδυσίου καὶ ὕβρεως δίκας λαβεῖν ὅμως αἰκίας δικάζεται· ἢ ὅταν
εἰς ἴσον ἑαυτόν τις ἄγῃ τοῖς πολλοῖς καίπερ οὐκ ὢν τῶν 94 πολλῶν εἷς, σχεδὸν δὲ καὶ τοῦτο ταὐτόν ἐστι τῷ προειρημένῳ· καθόλου γὰρ ἡ ἐπιείκεια παρατεθραυσμένον ἔχει τὸ δίκαιον διὰ φιλανθρωπίαν, ὡς ἔφη Πλάτων, καὶ τὸ μὴ ὄντα οὖν τῶν πολλῶν ἕνα ἑαυτὸν ἐν τοῖς
πολλοῖς ἀριθμεῖν οὐδὲν ἄλλʼ ἢ ἑκόντα μειονεκτεῖν ἐστιν· ὅμως δὲ κείσθω καὶ κατʼ εἶδος ἕκαστον, δεύτερον οὖν εἶδος τῆς ἐπιεικείας τὸ τοῖς πολλοῖς ἑαυτὸν συναριθμεῖν. πολὺ τὸ τοιοῦτον ἐν τῷ Κατὰ Μειδίου καὶ πρῶτόν γε τὸ «ἐγὼ δʼ, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος
ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα». εἰ δὲ καὶ δεινῶς ἐνταῦθα, ἑτέρου λόγου τοῦτο γὰρ φύσει τῆς δεινότητος ἴδιον τὸ εἰς δέον εἰδέναι χρῆσθαι 95 τοῖς τε ἄλλοις καὶ τοῖς εἴδεσι τοῦ λόγου, ὥσπερ ἐνταῦθα εἰς δέον κέχρηται τῇ ἐπιεικείᾳ καὶ τῷ ἤθει, ἐπεὶ
καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ ἑκόντα ἐπιεικές. 96 ἀλλʼ ὅρα, μεθʼ ὅσης δεινότητος ὁ ῥήτωρ τοῦτο ποιεῖ· τῷ γοῦν Χαριδήμῳ δίδωσι τὸ ὡς πολίτῃ ἐξετάζεσθαι, ἵνα μᾶλλον οὕτω παράνομον ἐξελέγξῃ τὸ ψήφισμα· τὰ γὰρ κατὰ τοὺς νόμους τοῖς πολίταις διώρισται· καὶ σκόπει, πῶς ἐπισημαίνεται τὸ τῆς ἐπιεικείας ἐν τῷ «καὶ
θεάσασθε», φησίν, «ὦ Ἀθηναῖοι, ὡς ἐπιεικῶς καὶ ἁπλῶς χρήσομαι τῷ λόγῳ, ὅς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν πλείστης ἂν τυγχάνοι τιμῆς καὶ τὰ ἑξῆς. — Ἔτι ἐπιεικοῦς λόγου καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται καὶ ὡς ἀναγκάσαντος τοῦ ἐχθροῦ εἰς
97 δικαστήριον ἥκει δέον ἐπὶ τῶν φίλων καὶ τῶν ἐπιτηδείων διακεκρίσθαι, οἷον «εἰ μὲν ἐβούλετο Ἄφοβος τὰ δίκαια ποιεῖν» καὶ τὰ ἑξῆς ἐπιεικείας συστατικά, καὶ τὸ «οὐδένα πώποτε τῶν πολιτῶν οὔτε γραφὴν γραψάμενος οὔτʼ ἐν εὐθύναις λυπήσας» καὶ τὰ ἑξῆς, καὶ
τὸ «ἐπειδὴ γὰρ οὐχὶ τῶν πεπολιτευμένων οὐδὲ τῶν ἐνοχλούντων ὑμᾶς ὢν πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον» καὶ τὰ ἑξῆς. — Καὶ τὸ φάσκειν δὲ ἀπείρως ἔχοντα λόγων εἰς δικαστήριον εἰσιέναι δύναται μέν τι καὶ ἄλλο ἐμφαίνειν καὶ μὴν καὶ τὸ ἐπιεικὲς
ἢ ὅλως τό γε ἠθικὸν τῷ ἠναγκάσθαι λέγειν· τὸ γὰρ μὴ βουλόμενον ἥκειν ἅμα συνεμφαίνεται. καθόλου τε, ὅπερ ἔφην ἀρχόμενος τοῦ περὶ ἐπιεικείας λόγου, πάντα, ὅσα ἐστὶ προσώπου συστατικὰ ὡς ἑκόντος μειονεκτοῦντος, ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐπιεικῆ κατὰ τὴν ἔννοιαν.
98 — Τούτοις δὲ ἅπασι τοῖς εἰρημένοις καὶ ὅτε φεύγοι τις δύναται χρῆσθαι ἀναστρέψας, οἷον ὡς παρὸν 99 αὐτῷ διώκειν ὃ δὲ φεύγει καὶ ὅτι διὰ τοῦτο καταφρονηθείη, ὅτι χρηστός ἐστιν ἢ τῶν πολλῶν εἷς, καὶ
ὡς οὐδένα μέντοι πώποτε ἐδίωξεν αὐτὸς καὶ ὡς ἄκων ἥκοι· καὶ ὅλως, ὅπερ ἔφην, ἅπασι τοῖς προειρημένοις καὶ εἰ φεύγει τις χρῆσθαι δύναται. πολλὰ τῶν τοιούτων 100 ἐν ἰδιωτικοῖς τὰ παραδείγματα καὶ πλείονά γε παρὰ τῷ Λυσίᾳ καὶ τῷ Ὑπερίδῃ· φύσει γὰρ οἱ ἄνδρες
ἠθικώτεροι, ταῖς δὲ μεθόδοις καὶ μᾶλλον.
ἐλαττοῖ ὁ Δημοσθένης κατὰ μέθοδον οὑτωσί· παρὸν αὐτῷ λέγειν ἀξιωματικῶς, οἷον «μετὰ ταῦτα δὲ τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθʼ οὓς Χερρόνησος ἐσώθη καὶ τὸ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι», ὃ δὲ εἶπεν ὡς ἑτέρως, οἷον «τῆς μέντοι διακονίας
τῆς ἐφʼ ἑκάστῳ τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι». ὁρᾷς, ὡς ἐν ἀμφοτέροις μὲν ταὐτόν ἐστι πρᾶγμα δηλούμενον, ὅτι ‘ἐγὼ συμβεβούλευκα καὶ ἐγὼ ἔγραψα’, ὅσον δὲ τοῦτο ἐκείνου ἐπιεικέστερον εἴρηται καὶ ταπεινότερον; ἀλλʼ οὗτος μὲν εἰς δέον ἑκατέρῳ 101 χρῆται, οὐ κατʼ ἐπιείκειαν ἀλλὰ δεινότητα, ἐκεῖνο μὲν ἐλαττώσας, τουτὶ δὲ αὐξήσας. βουλόμενος μέντοι τις ἐπιεικῆ ποιεῖν λόγον καὶ ἠθικὸν οὕτως ἂν οἶμαι μεθοδεύσειε. σπάνια δὲ τῆς τοιᾶσδε μεθόδου τὰ παραδείγματα· οὔκουν ἔγωγε ἐδυνήθην ἐκ τοῦ παραχρῆμα
λαβεῖν τι παρὰ τοῦ ῥήτορος ἢ ἄλλου του τοιαύτης μεθόδου παράδειγμα. αἱ γὰρ εἰρωνεῖαι οὔκ εἰσιν ἐπιείκειαι, ἀλλʼ ἠθικὸς μὲν ὁ λόγος, βαρύς δὲ καὶ οὐκ 102 ἐπιεικής, οἷον «μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν 103 τι ποιεῖν καὶ πάλιν «βούλει ἐμαυτὸν μέν, ὃν ἂν σὺ
λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάταλον», καὶ πολλὰ ἔστι τοιαῦτα· ταῦτα δὲ καὶ τὰ τοιαῦτα βαρέα μὲν καὶ διὰ τοῦτο ἠθικά, οὐ μὴν ἐπιεικῆ γε οὐδʼ ἐπιεικὲς τὸ ἦθος ἔχει. σπάνια οὖν ὅπερ ἔφην τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα, καὶ παρασχέσθαι μέν
τι τοιοῦτον ἐγώ σοι νῦν ὅπερ ἔφην οὐ δεδύνημαι, «ἐπεὶ πόνος ἄλλος ἤπειγεν» ὡς ἀληθῶς· ἐνδείξασθαι μέντοι σαφῶς τὴν φύσιν αὐτοῦ δεδυνῆσθαι νομίζω, ὥστε τάχα οὐ χαλεπῶς καὶ παραδείγματα ἴδια τοῦ εἴδους εὕροι τις ἂν ζητῶν, εἰ φροντίσειεν. εἴη δʼ ἂν
οὐκ ὀλίγα παρὰ τῷ Πλάτωνι, ἔνθα ἂν ὁ Σωκράτης ἔχῃ τι λέγειν περὶ αὑτοῦ, καὶ οἶμαί γε εἶναί τι τοιοῦτον ἐν τῷ Χαρμίδῃ καὶ ἐν τῷ Συμποσίῳ μετὰ τοὺς 104 Ἀλκιβιάδου λόγους καὶ πολλαχοῦ μέντοι. — Ἀλλὰ τὰ μὲν καθʼ ἑαυτὸν οὕτως ἄν τις ἐλάττω ποιοίη τῷ ἐπιεικεῖ κατὰ μέθοδον λόγῳ· τῶν δὲ δεόντων ῥηθῆναι κατὰ τοῦ ἐχθροῦ σφοδρῶς ἐλάττωσις ἐκ μεθόδου κατὰ
δύο γίνεται τρόπους. ἢ γὰρ ἐνδείκνυται ὁ ποιῶν τοῦτο, ὅτι ἑκὼν ἐπιεικέστερον λέγει, ἢ ἄνευ ἐνδείξεως αὐτὸ ποιεῖ. καὶ ὅτε μὲν ἐνδείκνυται, ἔχει τι τῆς σφοδρότητος, εἰ καὶ βραχύ, ἀλλʼ οὖν ἔχει γε ὁ λόγος, οἷον «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον»
καὶ πάλιν «τὸ δὲ τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλα 105 ἔγωγε οὐκ οἶδα οὐδὲ λέγω φλαῦρον οὐδὲν οὐδὲ σύνοιδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω τούτου πολὺ κεχωρισμένον» καὶ τὰ ἑξῆς. ὅτε δὲ μηδὲν ἐνδείκνυται, παντάπασιν ἐπιεικὴς κατά γε τοῦτο ὁ λόγος γίνεται,
οἷον «τίνος οὖν ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους; 106 ὁρᾷς, πῶς ἔχων εἴπερ ἐβούλετο εἰπεῖν σφοδρῶς οἷον ‘τίνος ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τὴν αὐτὴν ἀτιμίαν ὑμῶν τε κατέγνω
κἀκείνων; ὁμοίως γὰρ ἀμφοῖν ἀφαιρεῖται τὴν μὲν ἀτέλειαν ἐκείνων, ὑμῶν δὲ τὴν ἐξουσίαν τοῦ διδόναι, ὅτῳ ἂν βούλησθε’, ὃ δʼ ἐπιεικῶς σφόδρα καὶ ἠθικῶς ἔφη «τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους»; τοιοῦτο δʼ ἐστὶ καὶ τὸ ἐν συμβουλευτικοῖς «δοκοῦσι δέ
μοι Λακεδαιμόνιοι δεινῶν ἔργον ἀνθρώπων ποιεῖν»· 107 τό τε γὰρ ἐνδοιάσαι καὶ μὴ ἀποφήνασθαι, ὅτι δεινοὶ Λακεδαιμόνιοι, ἀλλὰ «δοκοῦσί μοι» εἰπεῖν τό τε μὴ καθάπαξ δοκεῖν αὐτοὺς εἶναι δεινοὺς εἰπεῖν αὐτὸν ἀλλὰ 108 δεινοῖς ἐοικότας ἁπλῶς, ἔργον δέ τι δεινῶν ἀνθρώπων διαπράττεσθαι, σφόδρα ὑφιέντος ἦν τὸ ἐπιφορικὸν καὶ
σφοδρόν, ἠθικὸν δὲ καὶ ἐπιεικῆ λόγον παρεχομένου. δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν Κατὰ Φιλίππου ῥηθέντων ἐναντίως τῇ ἰδέα ταύτῃ λέγοντος ἐκεῖ τοῦ ῥήτορος, οἷον «μὴ πανοῦργος ὢν καὶ δεινὸς ἄνθρωπος»· πρῶτον μὲν γὰρ ‘πανοῦργος’ φησίν, ἀλλʼ οὐχ ἁπλῶς ‘δεινός’.
σφοδρότερον δὲ τὸ ‘πανοῦργος’ ὄνομα τοῦ ‘δεινός’ δήπουθεν· επειτα οὐδὲ δοκεῖν αὐτῷ πανοῦργον εἶναι τὸν Φίλιππον ἔφη οὐδὲ ἐνεδοίασεν ὥσπερ ἐκεῖ, ἀλλʼ ἀπεφήνατο· ἔπειτα οὐκ ἐοικέναι πανούργοις ἢ δεινοῖς, ὥσπερ τοὺς Λακεδαιμονίους ἔλεγεν, ἀλλʼ αὐτὸν εἶναι
τὸν Φίλιππον καὶ δεινὸν καὶ πανοῦργον. οὐκοῦν ταῦτα μὲν καὶ σφοδρὰ καὶ τραχέα, ἐκεῖνα δὲ ἠθικὰ καὶ ἐπιεικῆ καὶ σαφῶς ὑφιέντος τῆς σφοδρότητος τοῦ ῥήτορος εὕροις δʼ ἄν οὐκ ὀλίγα παραδείγματα τῆς τοιαύτης μεθόδου, καθʼ ἣν τὰ κατὰ τῶν ὑποκειμένων προσώπων
ῥηθέντα ἂν ἐλαττώσειέ τις (οὐ γὰρ τῆς ἑτέρας λέγω. καθʼ ἣν τὰ ἴδιά τις ἂν ἀγαθὰ μειώσειεν), ὡς ἔν τε συμβουλευτικοῖς κἀν τῷ Πρὸς Λεπτίνην· καίπερ γὰρ ὢν ἀγωνιστικὸς οὗτος ὁ λόγος ὅμως πολὺ τὸ ἦθος ἐν 109 τοῖς περὶ τὸ πρόσωπον ἔχει καὶ κατὰ τὴν μέθοδον καὶ
ἴσως καὶ τὰ λοιπά, ὥσπερ καὶ οἱ συμβουλευτικοί.
ἐπιείκειαν αἱ παραλείψεις ἔχουσι· γίνονται δὲ ὡς ἔφην ἐπʼ ἀμφοῖν, καὶ ἐν τοῖς καθʼ ἡμῶν καὶ ἐν τοῖς ὑπὲρ ἡμῶν, καὶ γίνονταί γε διχῶς, καθάπερ καὶ τὴν μείωσιν τῶν κατὰ τοῦ ἐχθροῦ ἐλέγομεν γίνεσθαι διχῶς· ἢ γὰρ ἄντικρυς παραλείπει ἢ εἰπὼν οὐδὲν προστίθησιν, ἐνδείκνυται
δὲ μόνον καὶ ὥσπερ τινὰ πρόσληψιν ἀορίστου ποιεῖται, οἷον «καὶ περὶ ὧν μὲν ἕστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως είρηκεν, ἐάσω καὶ πάλιν ‘παραλείπω τὰ πολλὰ διὰ τόδε’, φησί, ‘καὶ τόδε’. — Ἤτοι οὖν οὕτως ἢ τῇ μεθόδῳ μόνῃ χρῆται παραλειπτικῇ,
τὰ πράγματα δὲ οὐδὲν ἧττον λέγει, οἷον «καὶ οὐδὲν ἂν εἰποιμι τούτων, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι πενομένοις θυγατέρας συνεξέδωκα» καὶ πάλιν «Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις
ἐπὶ Θρᾴκης ἐῶ» καὶ τὰ ἑξῆς. τούτων τοίνυν ἡ μὲν καὶ λέγουσα τὰ πράγματα παράλειψις, οἷον «Ὄλυνθον μὲν δή» καὶ τὰ ἑξῆς, ἀξιοπιστίαν μόνον μετὰ τοῦ ἤθους ποιεῖ, ἡ δὲ οὐδὲν ἔχουσα τοιοῦτον, οἷον «καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως
εἴρηκεν, ἐάσω», μετὰ τῆς ἀξιοπιστίας καὶ τοῦ ἤθους 112 113 ἔτι καὶ περιβολὴν ποιεῖ διὰ τὴν τοῦ ἀορίστου πρόσληψιν· τὰ γὰρ τοιαῦτα οὐδὲν ἄλλʼ ἢ ἀορίστου ἤ τινος 114 τοιούτου προσλήψεις εἰσὶ κατὰ παράλειψιν μεθοδευθεῖσαι.
λόγον, διότι ἡ αὐτὴ καὶ τὸν ἀφελῆ· ὅτι γὰρ τὸν ἐπιεικῆ δόξαντα ἂν εἶναι λέγειν πολὺ τὸ ἀφελὲς ἐμφαινόμενον ἔχειν δεῖ, καὶ ὁ κατὰ μικρὸν λόγου θεωρίας ἐπαΐων συναίσθοιτʼ ἄν.
καὶ ἀφελὴς σχήματά τε καὶ κῶλα καὶ συνθήκη κατὰ ταὐτὰ αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ ὡσαύτως, εἰ δή τι καὶ ταῦτα δύναται συλλαμβάνειν πρὸς ἐπιεικοῦς λόγου ἔμφασιν.
Περὶ ἀληθινοῦ λόγοι.
ἀκριβῶς; τάχα δʼ ἂν καὶ αἱ ἐπιεικεῖς τούτου τοῦ εἴδους εἶεν. ἴδιαί γε μήν εἰσιν ἔννοιαι παρὰ τὰς προειρημένας τοῦ οἷον ἐμψύχου λόγου αἱ σχετλιαστικαί, οἷον 115 «αὐτὸς ὢν οἶμαι θαυμάσιος στρατιώτης, ὦ Ζεῦ»· μετὰ γὰρ τὴν γενομένην κατὰ τὴν εἰρωνείαν βαρύτητα ἐπήγαγε
116 τὸ «ὦ Ζεῦ», ἑτέρα δέ τις αὕτη δήπουθεν παρὰ τὴν προειρημένην ἐστὶν ἔννοια τὸ «ὦ Ζεῦ» σχετλιαστική. τοιοῦτόν ἐστι καὶ τὸ «ἀλλʼ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», ἀλλʼ ἴσως
τοῦτο κατὰ τὴν μέθοδον, οὐ κατὰ τὴν ἔννοιαν· τὸ μέντοι «καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν, βουλεύεσθε; 117 Χαρίδημον; οἴμοι» ἔχει τινὰ καὶ ἰδίαν ἐν τῷ ‘οἴμοι’ ἔννοιαν. καὶ μυρία τούτου παρὰ Δημοσθένους λάβοις ἂν παραδείγματα.
δήπου ἡ μέθοδος καὶ οὐδὲν ἔχουσα δυσχερὲς πρὸς καταμάθησιν. — Αἱ μέντοι λοιπαὶ μέθοδοι τοῦ ἀληθινοῦ λόγου σχεδὸν ἄρρητοί εἰσιν. εἴτε γὰρ εὐχὰς ποιοίη τις εἴτε ἄλλο τι τοιοῦτον, οὐχ ἁπλῶς διὰ τῶν εὐχῶν ἢ διὰ τῶν ὁμοίων ταύταις ἐνδιάθετος ὁ λόγος
γίνεται, ἀλλʼ ἔστι ταῦτα μὲν ἁπλῶς κατὰ ἀφέλειαν ἠθικά, ἕτερα δὲ παρὰ ταῦτά ἐστιν οἶμαι τὰ ποιοῦντα οἷον ἔμψυχον εἶναι δοκεῖν τὸν λόγον. αὐτίκα τὸ «πρῶτον μέν, Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις» εὐχή τίς ἐστι δήπουθεν, ἀλλά τι παραπλήσιον 118
ἔχει τῷ «ἀλλὰ γὰρ ἐνταῦθα τῶν φόβων εἴημεν» ἐν Σικελικοῖς ὑπὸ Ἀριστείδου εἰρημένῳ· λέγω δὲ οὐχ ὡς τούτου βελτίονος ὄντος, ὧν ὁ Δημοσθένης εἶπε — 119 μαινοίμην γὰρ ἄν, εἰ τοῦτο λέγοιμι —, ἀλλʼ ὅτι τοῦτο ἐκείνου ἀληθινώτερόν ἐστιν· οὐ γὰρ ἀπῄτει τὸν Δημοσθένην ὁ καιρὸς εὐθὺς κατʼ ἀρχὰς ἀληθινόν πως ἀλλʼ ὅλως ἠθικόν πως τὸν λόγον παρασχέσθαι, καὶ ἐδείκνυμεν τοῦτό τε καὶ ἕτερα πλείονα ἑπύμενα τούτοις, ὅτε
τὸν λόγον ἐθεωροῦμεν. εὕροις δʼ ἂν οὐκ ὀλίγα τοιαῦτα οὕτως ἀληθινῶς εἰρημένα καὶ παρὰ τῷ ῥήτορι. καὶ μὴν καὶ τὸ «καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον» καὶ τὰ ἑξῆς ὅρκος ἐστὶ δήπουθεν· ἀλλὰ
σκόπει, εἰ ὅμοιον τοῦτο ἐκείνῳ τῷ «ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶώλης, 120 εἰ προσλαβὼν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα»· ἐνταῦθα μέντοι καὶ ἡ ἐπιμονὴ τῆς ἀφελείας πεποίηκε πλέον τὸ ἐνδιάθετον τὸ «πάνυ πολύ».
Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι αἱ μέθοδοι τοῦ ἐνδιαθέτου λόγου σχεδὸν μὲν ἄρρητοί εἰσιν· ὅμως δὲ ἡμῖν τι τολμητέον εἰπεῖν καὶ περὶ τούτων, εἴ πως αὐτὰς ἐνδείξασθαι δυνηθείημεν. λέγω τοίνυν, ὅτι σχεδὸν μία μέθοδός ἐστιν ἅπαντος ἐνδιαθέτου λόγου, τὸ μὴ
121 προλέγειν, μήθʼ ὡς ὄμνυσί τις, ἀλλʼ ἁπλῶς οἷον ἐμπίπτειν εἰς τὸν ὅρκον, μήθʼ ὡς εὔξεταί τις, ἀλλʼ ἁπλῶς παραπεσὸν εὔχεσθαι, οἷόν ἐστι καὶ τὸ «ὡς μηδὲ νῦν ὤφελον», οἷον «ἡνίκα τὰς δίκας τοῖς ἐπιτρόποις ἐλάγχανον, μειρακύλλιον ὢν κομιδῇ καὶ τοῦτον οὐδʼ εἰ γέγονεν
122 εἰδὼς οὐδὲ γινώσκων, ὡς μηδὲ νῦν ὤφελον». καὶ μὴν καὶ τὸ θαυμάζειν τι πρᾶγμα ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐνδιάθετον· ἀλλʼ ἐὰν μὲν προείπῃς, ὅτι θαυμάζεις, οὐκέθ᾿ ὁμοίως τὸ ἐνδιάθετον τοῦ λόγου
σῴζεται, ἀλλʼ ἁπλῶς μέντοι ἠθικὸς καὶ ἴσως ἀφελὴς οὕτως ὁ λόγος γένοιτʼ ἂν καὶ κατὰ τοῦτο μόνον ἔχων τι τοῦ ἀληθοῦς, οὐ μὴν ἀκριβές γε τοῦτο· ἂν δʼ ἀφέλῃς μὲν τὸ λέγειν, ὅτι θαυμάζεις, ψιλὰ δὲ καὶ καθʼ ἑαυτὰ λέγῃς ἃ θαυμάζεις πράγματα, ἐνδεικνύμενος τοῦτο
αὐτὸ τὸ θαυμάζειν, πλεῖον ποιήσεις τὸ ἐνδιάθετον καὶ ὡς ἀληθῶς ἔμψυχον, οἷον «καὶ τοιαῦτα συνειδὼς βεβιωμένα ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσὶ τολμήσει βλέπειν εἰς ὑμᾶς καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλα ἐρεῖ μακρᾷ τῇ φωνῇ, ἐφʼ οἷς ἔγωγε ἀποπνίγομαι·
οὐκ ἴσασιν οὗτοί σε» καὶ τὰ ἑξῆς· τὸ γὰρ «ἐφʼ οἷς 123 ἔγωγε ἀποπνίγομαι· οὐκ ἴσασιν οὗτοί σε» σφόδρα πολὺ τὸ ἐνδιάθετον ἔχει ὡς δὴ θαυμάζοντος τὸν λέγειν τολμῶντα 124 τὰ τοιαῦτα· καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρὴ ποιεῖν; οὐκ
ἀναστήσεσθε;» καὶ τὰ ἑξῆς. ἀπλῶς τε, ὅπερ ἔφην κἀν τοῖς προειρημένοις, αὕτη μία μέθοδος λόγου τοῦ μέλλοντος ὡς ἀληθῶς ἐμψύχου φανεῖσθαι, τὸ μὴ προλέγειν μέν, ὡς ἔχοι τι πάθος ἐν τῇ ψυχῇ, οἷον θαῦμα ἢ φόβον ἢ ὀργὴν ἢ λύπην ἢ ἔλεον ἢ πεποίθησιν ἢ ἀπιστίαν
ἢ ἀγανάκτησιν ἤ τι τῶν τοιούτων, πεποιθότως 125 γε μὴν προάγειν τὸν λόγον, ὡς ἂν ὁ καιρὸς ἀπαιτῇ, οἷον μετʼ ὀργῆς ἢ θαυμασμοῦ ἢ τινος ἄλλου τῶν προειρημένων. μετʼ ὀργῆς μέν, ὡς ἐν τῷ «ἔπειτα κατάρατε καὶ γραμματοκύφων» καὶ πάλιν «καὶ τοιαῦτα συνειδὼς ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσί» καὶ τὰ τοιαῦτα
ἐλέου δέ, ὅταν λέγῃ «τοὺς ταλαιπώρους Φωκέας καὶ πάλιν «ἀλλ᾿ ὁ μὲν ἄθλιος ἄνθρωπος ἠτίμωταί τε καὶ ὕβρισται». θαυμασμοῦ δὲ παράδειγμα, οἷον «ἐγὼ σοὶ ξενίαν Ἀλεξάνδρου;» καὶ τὰ ἑξῆς· καὶ τὸ προειρημένον 126 δὲ τοιοῦτόν ἐστιν, οἷον «βουλεύεσθε, ὦ Ἀθηναῖοι,
τί χρὴ ποιεῖν, Θηβαίους ἔχοντες ἐν νήσῳ;» τοῦ δὲ σὺν φόβῳ λόγου προϊόντος παρὰ μὲν τοῖς ῥήτορσιν οὐκ ἂν ἴσως εἴη παράδειγμα, αἱ μέντοι κωμῳδίαι καὶ αἱ τραγῳδίαι μυρία ἔχουσι τοιαῦτα. ἀγανάκτησιν δὲ ἐμφαίνει τὰ τοιαῦτα» Χαρίδημον; οἴμοι» καὶ πάλιν «Ἀνδροτέων,
ὦ γῆ καὶ θεοί». πεποιθότως δὲ ἐρεῖς, ὅταν λέγῃς «ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν μὴ ταῦτα οὕτως ἔχῃ». τοῦ δʼ αὖ κατὰ πεποίθησιν ἐνδιαθέτου λόγου τὸ καὶ ταῖς ἀπαντήσεσι ταῖς πρὸς τὰς ἀντιθέσεις ἢ καὶ ἄλλως χωρὶς καταστάσεως ταχείαις
χρῆσθαι, οἷον «ποῖ δὴ προσορμιούμεθα; ἤρετό τις», εἶτα ἡ ἀπάντησις χωρὶς καταστάσεως «εὑρήσει τὰ σαθρά, ὦ Ἀθηναῖοι» καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι 127 Βυζάντιοι; σφόδρα γε· ἀλλʼ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· αὕτη μέντοι ἡ μέθοδος καὶ
128 γοργότητός ἐστιν ἰδία περὶ δὲ συνδρομῆς — εἴτε συγχωρήσεως δεῖ λέγειν — κἀν τῷ περὶ γοργότητος ἔφην ἐρεῖν ἀκριβέστερον, ὅτε περὶ μεθόδου δεινότητος λέγοιμι· ἐκείνης γὰρ ἴδια ταῦτα. Ἐπανιτέον δ᾿ ἐφ᾿ ὅπερ
ἐλέγομεν. καθόλου γὰρ τὸ χωρὶς καταστάσεως εἰς ἀρχὴν ἀσυνδέτως ἀνάγειν τὸν λόγον ἐνδιάθετον καὶ ἀληθινόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ 129 τὸ μὴ γενέσθαι», εἶτα ἐξ ἐπεμβολῆς οὐ καταστήσας ἐπήγαγεν ἀσυνδέτως καὶ σφόδρα ἐνδιαθέτως «πολλὰ
ἂν ἔχοιεν εἰπεῖν Ὀλύνθιοι νῦν, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι». καὶ τὸ ἐφεξῆς δὲ τοιοῦτόν ἐστιν, οἷον «ἀλλὰ τί τούτων ὄφελος; εἶτ᾿ ἐπήγαγεν ὁμοίως ἐξ ἀσυνδέτου μὴ καταστήσας σφόδρα ἐνδιαθέτως «ἕως ἂν σῴζηται
τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἑξῆς πρόθυμον εἶναι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». τοῦτο δ᾿ ἂν οἰηθείη τις ἴσως σχῆμα καὶ οὐ μέθοδον εἶναι, ἔστι δὲ οὐ τοιοῦτον ἀλλὰ καθαρῶς μέθοδος· οὐ γὰρ ἁπλῶς τὰ
ἀσύνδετα λέγω ποιεῖν τὸν ἐνδιάθετον λόγον, ἀλλὰ τὰ χωρίς τε καταστάσεως καὶ τὰ ὡς ἀπαντήσεις· αἱ δὲ ἀπαντήσεις οὐ σχήματα ἀλλὰ μέθοδοί τινές εἰσι δήπουθεν ἢ πάντως γε ἔννοιαι. — Ἔστι δὲ παρὰ τὰς προειρημένας ἑτέρα τις μέθοδος ἐνδιαθέτου λόγου καὶ
μάλιστα τοῦ δοκοῦντος σύν ὀργῇ προϊέναι, τὸ μηδὲ τὰς ἀκολουθίας σῴζειν τῶν τοῦ λόγου σχημάτων ἀλλ᾿ οἷον ἐξίστασθαι δοκεῖν ὑπὸ τοῦ πάθους, οἷόν ἐστι καὶ 130 τὸ «ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος 131 ἅπασι δέδεικται, δεῖ δέ με ὡς ἔοικε καίπερ οὐ φιλολοίδορον ὄντα» καὶ τὰ ἑξῆς πάντα μέχρι τοῦ «οὐκ 132 ἀπορῶν δ᾿, ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ, τοῦ πρώτου μνησθῶ»· οὐδαμοῦ γὰρ ἀποδέδοται
τὸ ἀκόλουθον τῷ σχήματι, ἀλλ᾿ ἐπὶ πολὺ τὸ οἷον ἀκρόχολον· διὸ καὶ μᾶλλον ἔμψυχος καὶ ἀληθὴς ὁ λόγος εἶναι δοκεῖ. δῆλον δ᾿ ἐκ τοῦ αὐτοῦ παραδείγματος, ὅτι καὶ τὸ ταῖς λοιδορίαις ἄνευ τοῦ ἐπισημαίνεσθαι χρῆσθαι λόγου ἀληθοῦς καὶ ἐνδιαθέτου, οἷον «εἰ γὰρ
Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως ἦν ὁ κατηγορῶν, ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς». μέθοδος δέ τις οἶμαι καὶ αὕτη, δι᾿ ἣν οὔτ᾿ ἐπαχθὴς εἶναι δοκεῖ ὁ λοιδορούμενος σαφῶς ἐνδεικνύμενος αὐτῷ τῷ μὴ ἐπισημαίνεσθαι, ὡς ὑπ ὀργῆς προήχθη
καὶ οὐκ ἐσκεμμένος ἥκει τὰς λοιδορίας ἀλλ᾿ αὐτόθεν ἐπελθὸν αὐτῷ δι᾿ ὀργὴν ταῦτα εἴρηκεν, ὅ τε λόγος τὸ πιθανὸν πλέον ἐκ τῶν τοιούτων μεθόδων ἴσχει διὰ τὴν διάθεσιν καὶ τὸ ἐμψύχως προῆχθαι. ἐὰν δὲ ἐπισημήνῃ ὥσπερ ὁ Αἰσχίνης, οἷον ‘δότε μοι εἰπεῖν κίναιδον
αὐτόν’, οὔτε ὁμοίως ἔσῃ πιθανὸς δόξεις τε ὡς ἀληθῶς εἶναι φιλολοίδορος· οὐ γὰρ πεπονθότος ἐστὶ τὴν ψυχὴν οὐδ᾿ ἐμπαθῶς ἔχοντος τὸ ἐπισημαίνεσθαι οὐδʼ οἷον ἐξεστηκότος ὑπὸ τοῦ πάθους οὐδ᾿ ἀγνοοῦντος, ἃ λέγει, ἀλλὰ νήφοντος καὶ γινώσκοντος ταῦτα καὶ
133 ἐπεσκεμμένου καὶ τοῦτο ἐσπουδακότος λοιδορήσασθαι τῷ ἐχθρῷ, καὶ οὐκέτι οὐδὲ πιθανός ἐστι τῷ μηδ᾿ ἐνδιαθέτως μηδ᾿ ἐμψύχως λέγειν· ὁ γὰρ ἐνδιακειμένως 134 τι λέγων σφόδρα γ᾿ ἑαυτὸν γοῦν πεπεικέναι δοκεῖ, διὸ
καὶ πιθανός ἐστιν, ὁ δ᾿ ὡς ἑτέρως οὐκ ἔχει τὴν πιθανότητα ὁμοίαν. — Ἔτι μέθοδος ἀληθινοῦ καὶ οἷον ἐμψύχου 135 λόγου, σχεδὸν μὲν ἡ αὐτὴ οὖσα τῇ προειρημένῃ ἔχουσα μέντοι διαφοράν τινα, ἔστι τὸ κἀν τοῖς ἄλλοις καὶ μὴ μόνον ἐν ταῖς λοιδορίαις δοκεῖν αὐτόθεν πως
κινούμενον λέγειν ἀλλὰ μὴ ἐσκεμμένον, οἷον ‘ἀλλὰ γὰρ μικροῦ με παρῆλθε’ καὶ πάλιν «ἀλλὰ γὰρ ἐμπέπτωκα εἰς λόγους, οὓς αὐτίκα μάλα ὕστερον ἁρμόσει λέγειν». πολλὰ καὶ τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα παρὰ τῷ ῥήτορι Ἀλλὰ περὶ μὲν ἐννοιῶν καὶ μεθόδων τοῦ
ἐνδιαθέτου λόγου τοσαῦτα.
καὶ τὸ «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πᾶσαι αἱ τοιαῦται καιρὸν ἔσχον αὐτόθεν δόξασαι ἀπό τινος διαθέσεως λέγεσθαι. ἀλλ᾿ ἐπὶ μὲν τῶν ἐπιφορῶν ἰσχύουσιν ὅπερ ἔφην αἱ τραχεῖαι καὶ σφοδραὶ καὶ ποιοῦσί γε τὸν ἀληθῆ καὶ οἷον ἔμψυχον λόγον· οὐ μήν, 136
ἔνθα γε ἄλλο τι πάθος ψυχῆς παραδηλοῦμεν, ὁμοίως 137 ἔτι χρήσιμον ἂν εἴη τὸ τοιοῦτον, ἐν δέ γε ἐλεεινολογίᾳ καὶ παντάπασιν ἥκιστα ἐπιτήδειον. ἐνταῦθα γὰρ — ἐν τοῖς πάθεσι λέγω — καθαρότητος μᾶλλον δεῖ καὶ ἀφελείας καὶ γλυκύτητός τε καὶ ἡδονῆς· παράκειται γὰρ τῷ πάθει ταῦτα, ὥσπερ ὁ Ξενορῶν πεποίηκεν ἐν τῷ
περὶ Ἀβραδάτην πάθει καὶ τὴν Πάνθειαν, ἔνθα ἔφη πρὸς τοῖς ἄλλοις καὶ τὸ «ἡ χεὶρ ἐπηκολούθησεν»· ἀπροαιρέτῳ γὰρ προαιρετικὸν περιθεὶς τῇ ἡδονῇ τὸ πάθος ηὔξησε. ποῦ δὲ καὶ τίσι πράγμασι τίνα ἁρμόττει λόγων εἴδη, πολλάκις διεμαρτυράμην, ὅτι ἐν τῷ περὶ
μεθόδου δεινότητος λέγειν χρὴ καὶ ὅτι ἀκριβέστερον ἐκεῖ λέξομεν.
αἱ μετʼ ἐρωτήσεως ἀποστροφαὶ τά τε ἄλλα καὶ διὰ τὸ ἐλεγκτικὸν ἔχουσαι πλέον τὸ ἐνδιάθετον, οἷον «τί γὰρ δήποτ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστι σοί, καὶ πάλιν Θρασυβούλῳ πρώην τῷ Νικηράτου θείῳ» καὶ τὰ ἑξῆς. μυρία δὲ τοῦ σχήματος τούτου
παραδείγματα. τὸ μέντοι «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ 139 δὲ ἀδελφὸς ὁ σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων ; καὶ τὰ ἑξῆς μετὰ βαρύτητος διὰ τὴν εἰρωνείαν εἰσαχθὲν ἔχει μὲν οὐκ ὀλίγον τοῦ ἐνδιαθέτου κατὰ τὸ τῆς λέξεως σχῆμα, τὸ δὲ ὅλον ἐστὶν ἠθικόν, βαρύτητος
140 τῷ ἐνδιαθέτῳ μιχθείσης κατὰ τὴν μέθοδον τὴν περὶ τὴν ἔννοιαν. — Ἐνδιάθετον μέντοι σχῆμα καὶ τὸ δεικτικόν, διότι καὶ σφοδρόν, οἷον «οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». — Ἔτι ἐνδιάθετον
ἔχει σχῆμα καὶ ἡ τοιαύτη διαπόρησις, οἷον «εἶτα, ὦ — τί ἄν εἰπών σέ τις ὀρθῶς προσείποι;» γέγονε δὲ τοιοῦτον διὰ τό, ὡς κἀν τοῖς περὶ μεθόδου τῆς ἰδέας ταύτης εἰρήκαμεν, λέγω τὸ μὴ προσημῆναι μέν, ὡς ἀπορεῖ, ἐνδείξασθαι δέ, ὃ ἔχει πάθος, αὐτῷ τῷ λόγῳ.
τοῦτο δὲ εἴτε σχῆμα εἴτε μέθοδός ἐστιν, ὡς ἐλέγομεν, ἀλλʼ οὖν ἐν τῷ περὶ τῶν ἐνδιαθέτων σχημάτων κείσθω. — Καὶ ἡ ἀποσιώπησις δὲ ἐνδιαθέτου λόγου καὶ ὡς ἀληθῶς οἶον ἐμιψύχου. παραδείγματα ταύτης «ἀλλ’ ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν
ἀρχόμενος τοῦ λόγου » καὶ ἐν τῷ ‘Υπὲρ Μεγαλοπολιτῶν «οὐ γὰρ περὶ τούτων· ἀλλʼ ἐάσω τό γʼ ἐπελθὸν εἰπεῖν μοι». — Καὶ μὴν καὶ αἱ ἐπικρίσεις τοιαῦται, οἷον 141 «πόθεν; πολλοῦ γε καὶ δεῖ», καὶ πάλιν σχετλιάσας εἶτα ηὔξησε τὸ ἐνδιάθετον τῇ ἐπικρίσει, οἷον «δεινὸν μέν,
ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος». αἱ 142 δὲ ἐνδοιαστικαὶ ἐπικρίσεις ἦττον ἔχουσι τὸ ἐνδιάθετον, ἠθικαὶ μέντοι οὐδὲν ἧττόν εἰσι καὶ μᾶλλον προσήκουσι τῇ βαρύτητι, οἷον «μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον» καὶ τὰ ἐξῆς. ὃ
λέγω δέ, αὐτίκα ἔσται φανερὸν ἐν τῷ περὶ βαρύτητος. 143 τὴν δὲ ἐπίκρισιν ἴσως οὐδὲ σχῆμα ἀλλʼ ἔννοιάν τινα θετέον· ὃ μέντοι πέφυκε ποιεῖν, εἰρήκαμεν. — Ἔτι ἐνδιάθετον σχῆμα καὶ ἡ τοιαύτη ἐπιδιόρθωσις ἡ αὐξήσεως ἕνεκα παραλαμβανομένη, οἷον «ὀψὲ γάρ ποτε — ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην» καὶ πάλιν «ὡς
ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων». — Πολὺ καὶ τοῦτο παρὰ τῷ ῥήτορι ἐνδιαθέτου λόγου σχῆμα καὶ ὁ ἀπόλυτος καλούμενος μερισμός· ἔστι δὲ σχεδὸν ταὐτὸν τῇ ἐπικρίσει, οἷον «εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν καὶ ταῦτα τοιαῦτα, πόσῳ
μᾶλλον μισοῖσθʼ ἄν διὰ ταῦτα δικαίως ἢ σῴζοισθε;» εἶτά ἔστιν ὁ ἀπόλυτος μερισμός, οὐδὲν ἄλλʼ ἢ ἐπίκρισις ὤν, οἷον «ἐγὼ μὲν οἶμαι πολλῷ »· μὴ λύσας γὰρ τὸν μέν σύνδεσμον ἐπήγαγεν εὐθὺς «βιάσονται τοίνυν ἴσως μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες καὶ τὰ ἑξῆς. καὶ
πολλὰ αὐτοῦ παρὰ τῷ ῥήτορί ἐστι τὰ παραδείγματα, λαμβάνεται μέντοι ἐπὶ τῶν φύσει ὁμολογουμένων πραγμάτων ἢ ἀποδεδειγμένων ἢ ἔμφασίν γε τοῦ ὡμολογῆσθαι 144 ἢ ἀποδεδεῖχθαι ἐχόντων καὶ ποιεῖ ἅμα τῷ ἐνδιαθέτῳ πλέον τὸ ἦθος διὰ τὴν ἔμφασιν. τοιοῦτον δʼ ἂν
εἴη καὶ τὸ ἐν τῷ Κατὰ Τμοκράτους προοίμιον τὸ «τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος οὐδʼ ἂν αὐτὸν οἶμαι Τμοκράτην εἰπεῖν» καὶ τὰ ἑξῆς σύμπαντα 145 τοῦ προοιμίου· οὐδαμοῦ γὰρ ὁ σύνδεσμος οὖτος ἐλύθη, καὶ παρέσχε μυρία τοιαῦτα πράγματα ζητοῦσι περὶ
146 αὐτοῦ τοῖς ἰαλέμοις τούτοις, οἵ φασιν ἐξηγεῖσθαι τὸν ῥήτορα καὶ δὴ καὶ βιβλία καταλιπεῖν ἐτόλμησαν τῶν εἰς αὐτὸν ἐξηγήσεων, ἃ καὶ νῦν ἐξελίττοντες οἱ πολλοὶ τῶν διδασκάλων οἴονταί τινες εἶναι καὶ τοὺς συνόντας
πείθουσιν, ὅμοιοι, φασίν, ὁμοίους. ποῦ γὰρ αὐτοῖς ἰδεῖν τι τοιοῦτον, ὅτι ἔλαβεν ὡς ὁμολογούμενον ὁ ῥήτωρ βουλόμενος τοῦτο ἐνδείξασθαι τὸ αὐτὸν αὐτῷ Τι. μοκράτην αἴτιον εἶναι τοῦ ἀγῶνος καὶ μὴ διʼ ἔχθραν ἰδίαν εἰσιέναι τὸν εἰσάγοντα αὐτὸν Διόδωρον; ὅπερ
γὰρ εἴωθεν ὡς τὰ πολλὰ ποιεῖν ἐν προοιμίοις, τὸ τὰ ζητούμενα ὡς ὁμολογούμενα εἰσάγειν, τοῦτο κἀνταῦθα πεποίηκε διὰ τοῦ ἀπολύτου μερισμοῦ. ἔστι γὰρ τοῦ σχήματος ἡ χρῆσις αὕτη πολλὴ καὶ ἐν τῇ κοινῇ καλουμένῃ καὶ ἀνὰ χεῖρα ὁμιλίᾳ. διὰ δὲ τοῦτο καὶ πολιτικὸν τὸ
σχῆμα, οἷον τούτου μὲν χάριν οὐδʼ ἄν αὐτὸς ἀντείποιʼ. Ἀλλὰ σχήματα μὲν ταῦτα τοῦ ἐνδιαθέτου λόγου.
τότε γὰρ ἀφελεστέρων δεῖ τούτων ἀπάντων καὶ χρή γε τοῖς περὶ ἀφελείας ῥηθεῖσιν ἕπεσθαι ἐν τοῖς τοιούτοις. ἀκριβέστερον δὲ καὶ περὶ τούτων, ὅπερ ἐπηγγειλάμην πολλάκις, ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται.
Περὶ βαρύτητος.
βαρὺς ὁ λόγος γίνεται, εἰ παρατιθείη τις τοὺς οὐδὲν ἢ μικρὰ εὐεργετήσαντας ἢ καὶ τοὐναντίον ἠδικηκότας, εἶτα τυχόντας, ὧν αὐτὸς οὐκ ἠξιώθη. ταὐτὸν δὲ συμβαίνει, κἂν εἰ λέγοι τις ὅτι ‘τὸν δεῖνα μὲν φαῦλον ὄντα τούτων ἠξιώσατε, ἐμὲ δὲ ὡς ἑτέρως προαιρούμενον
τῶν ἐναντίωνʼ. παραδείγματα τῶν ἐννοιῶν τούτων πολλὰ ἔν τε τῇ Ὑπὲρ τῶν Λυκούργου παίδων ἐπιστολῇ καὶ ἐν τῇ Ὑπὲρ τῆς ἑαυτοῦ καθόδου· ἐν μέντοι ταύτῃ καὶ τὸ προοίμιον εὐθὺς τοιοῦτόν ἐστιν ἅπαν, οἷον «ένόμιζον μέν, ἀφʼ ὧν ἐπολιτευόμην, οὐχ ὅπως
μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι» καὶ τὰ ἐξῆς. — Γίνονται μέντοι βαρύτητες κἀκ τῶν ἐπιεικῶν πως εἶναι δοκουσῶν ἐννοιῶν μεθοδευθεῖσαί πως, ὅταν δῆθεν μειονεκτῇ τις ἑκὼν ἢ συγχωρῇ πλεονεκτεῖν τῷ ἐχθρῷ, ἢ καὶ τῶν ἐναντίων ἀπὸ τοῦ λόγου φαίνηται
151 ἑαυτὸν ἢ τὸν ἐχθρὸν ἀξιῶν καὶ ὀνομάτων καὶ πραγμάτων. τοιαῦται δὲ αἱ εἰρωνεῖαι, μέθοδοί τινες οὗσαι δήπουθεν, οἷον «ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, 152 βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν»· πάνυ γὰρ βαρέως ἐνταῦθα τὴν φιλοτιμίαν ἑαυτοῦ μανίαν ὠνόμασε. κἀκεῖνο δὲ τὸ «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα
ἔχει; τοιοῦτόν ἐστι, καὶ πολλὰ ἔχομεν τοιαῦτα παραδείγματα. τὸ δὲ τοιοῦτον ἅπαν εἶδος ὡς ἔφην μεθόδου μᾶλλόν ἐστιν· αἱ γὰρ εἰρωνεῖαι μέθοδοί τινές εἰσι δηλαδή, αἳ δὴ ποιοῦσιν ἐνταῦθα τὴν βαρύτητα, ἀλλʼ οὐκ αὐτὴ καθʼ ἑαυτὴν ἔχει τι βαρὺ ἡ ἔννοια· καὶ
ποιοῦσί γε τὴν βαρύτητα ὡς ἔφην ἐν τῷ τοὐναντίον αὐτῷ, ἢ λέγει ὁ τῇ εἰρωνείᾳ χρώμενος, ἐνδείκνυσθαι 153 διὰ τῆς μεθόδου, οἷον «τότε τοίνυν ὁ Παιανιεύς ἐγὼ Βάταλος Οἰνομάου τοῦ Κοθωκίδου σοῦ πλείονος ἄξιος ὢν ἐφάνην τῇ πόλει»· διὰ γὰρ ἀμφοτέρων τῶν ὀνομάτων,
τοῦ τε Βατάλου καὶ τοῦ Οἰνομάου, τὰ ἐναντία τοῖς ὀνόμασιν αὐτοῖς δηλοῦται· τό τε γὰρ Βάταλος ὄνομα ἐπὶ μαλακίᾳ λεγόμενον, ἐφʼ οἷς ἀνδρείως προὔστη τῶν κοινῶν, τέθεικε, διʼ ὧν τὸ μηδὲ Βάταλος ἀλλʼ εἴ τι τούτῳ ἐναντιώτατόν ἐστιν ὄνομα καλεῖσθαι ἂν δικαίως
αὐτὸν οἶμαι δείκνυσι, τό τε Οἱνόμαος ἔχον τι μέγα καὶ τραγικόν, ἐφʼ οἷς ταπεινὸς καὶ ἄνανδρος ὁ Αἰσχίνης ὤφθη, τεθέν, σαφῶς τῶν ἐναντίων αὐτὸν 154 ὀνομιάτων ἄξιον ἀποφαίνει. εἰ δέ τι τοῦτο καὶ σκώμιματος ἔχει, ἑτέρου λόγου. ἀλλὰ μέθοδος μὲν αὕτη βαρύτητος
ἰδία τῆς εἰρωνείας. — Εἰδέναι μέντοι χρή, 155 156 ὅτι μὴ πᾶσα εἰρωνεία ὁμοίαν ἔχει τὴν βαρύτητα, δῆλον δὲ τοῦτο κὰκ τῶν προειρημένων γεγενῆσθαι νομίζω. ὅτε μὲν γὰρ ἐφʼ ἑαυτοῦ τις χρῷτο τῇ εἰρωνείᾳ, καὶ μάλιστα εἰ πρὸς τούς δικαστάς, ἀλλὰ μὴ πρὸς τὸν ἐχθρὸν λέγοι, καθαρὰν ποιεῖ τὴν βαρύτητα, οἷόν ἐστι
καὶ τὸ «ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν»· ἐν ταύτῃ γὰρ ἐκπρεπὴς ἡ βαρύτης. ὅτε μέντοι κατὰ τῶν ἐχθρῶν τις χρῷτο τῇ εἰρωνείᾳ, τὸ μὲν ἦθος ἴσχει πάντως ὁ λόγος, σφόδρα δὲ ὀλίγον τι
τὸ τῆς βαρύτητος καὶ ἀμαυρὸν ὑποφαίνεται, οἷον «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει ;» ἐν μέντοι τοῖς ἐσχηματισμένοις ἐπὶ βαρύτητι φύσει ζητήμασι δύναται κατὰ τὴν τοιαύτην μέθοδον ἐπʼ ἀμφοῖν ἐκπρεπὴς εἶναι ἡ βαρύτης, ἐάν τε ἐφʼ ἑαυτοῦ ἐάν τε
ἐπὶ τοῦ ἐχθροῦ τις ἐθέλῃ χρῆσθαι τῇ εἰρωνείᾳ, οἷον ὁ Θεμιστοκλῆς δόξαν τοῖς Ἀθηναίοις εἰς τὸν ἀνοικισμὸν πιπράσκειν τὰς ναῦς, ἐπείπερ ἥττητο ἀντιλέγων, ἑαυτὸν προσαγγέλλει· αὐτός τε γὰρ πάντα, ἐφʼ οἷς θαυμάζεται, 157 φήσει θανάτου ἄξια ἑαυτῷ πεπρᾶχθαι· καὶ
γὰρ ὅτι τὸ χρησθὲν μόνος εἶδεν, οὐ τιμῆς ἀλλʼ ἀτιμίας ἄξιον εἶναι, διότι μηδέν ἐστι τῶν νεῶν ὄφελος, καὶ ὅτι 158 κράτιστος ἐν ταῖς ναυμαχίαις ὤφθη, καὶ τοῦτο ὁμοίως τά τε ἄλλα παραπλησίως· τούς τε πεπεικότας νυνὶ πιπράσκειν τὰς ναῦς θαυμαστοὺς εἶναι πολίτας καὶ μόνους
τὸ συμφέρον εἰδέναι. ἡμαρτῆσθαι μέντοι φήσει 159 καὶ τῇ τύχῃ τὸ μὴ ἐξ ἀρχῆς αὐτοῦ κεκρατηκέναι ἀντιλέγοντας, ὅτε ἔπειθεν ἐκεῖνα, ἐφʼ οἷς νῦν θάνατον αὑτοῦ καταγινώσκει· οὔτε γὰρ ἐκλιπεῖν ἔδει τὴν πόλιν οὔτε ὅσα ἄλλα εἰπεῖν ἔχει. προσθήσει δὲ βαρύτητα,
καὶ τὸν Κυρσίλον ὅτι στεφανοῦν ἀλλʼ οὐ καταλιθοῦν ἔδει, καὶ ὡς ἀσφαλέστερον νῦν οἰκήσουσιν ἀποδόμενοι τὰς ναῦς· οὐ γὰρ ἐπιβουλεύσειν αὐτοῖς διὰ τοῦτό γε αὐτό, διότι τῶν νεῶν στέρονται, οὔτε βασιλέα οὔτε ἄλλον οὐδένα· διὰ γὰρ τοῦ πεζοῦ σεσῷσθαι τὴν Ἑλλάδα
καὶ τὸ μηδὲν ὦφθαι τὰς ναῦς παρὰ τὴν χρείαν. καὶ ὅλως τὰ ἐναντία διὰ τῶν ἐναντίων ἐνδείξεται πανταχοῦ, ὅπερ ἴδιον μὲν τῆς εἰρωνείας, ἐργαστικὸν δὲ τῆς βαρύτητος. — Καὶ μὴν καὶ τὸ περὶ τῶν ὁμολογουμένων ὡς ἀμφισβητουμένων εἰς ἐρώτησιν ἐκ διαπορήσεως καθίστασθαι
βαρύτητος ἴδιον, οὐκ ἀπήλλακται δὲ οὐδὲ τοῦτο εἰρωνείας, οἷον «ἆρα μικρὰ βοηθῆσαι τοῖς πένησιν ὑμῶν δοκῶ;» καὶ τὰ ἐξῆς, καὶ ὁ Θουκυδίδης «ἄρα ἄξιοι δοκοῦμεν ὑμῖν, ὦ Λακεδαιμόνιοι; — Τοιοῦτόν ἔστι καὶ τὸ ἐνδοιάζειν περὶ τῶν ὁμολογουμένων, ὃ δὴ
καὶ τοῦ ἐνδιαθέτου ἔφαμέν πως εἶναι λόγου, οἶον «εἰ δὲ καὶ ἐν αὐτοῖς οἶς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν, πόσῳ μᾶλλον μισοῖσθʼ ἄν ἢ σῴζοισθε δικαίως;» εἶθʼ ἡ ἐν. 160 δοίασις μετʼ ἐπικρίσεως «ἐγὼ μὲν οἶμαι πολλῷ ». καὶ 161 τοῦτο δὲ εἰρωνεία τις τὸ ἐνδοιάσαι περὶ τοῦ ὁμολογουμένου.
— Παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐπικρίνειν τι ὡς δέον γενέσθαι, ὃ βούλει ἐνδείκνυσθαι, ὅτι οὐ 162 δέον, οἶον «μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον καὶ τῶν κοινῇ πεπολιτευμένων». διὰ τοῦτο δὲ καὶ τῇ ἐπικρίσει ἐνδοιαστικῇ κέχρηται τῇ «ὡς ἔοικεν», ἵνα τὸ ἄκων αὐτὸ ποιεῖν ἐνδείξηται καὶ ὡς ἀναγκάσαντος τοῦ Αἰσχίνου. εἰ δὲ καὶ
δεινῶς μεθώδευται τὸ νόημα, ὅπερ ἐβούλετο ποιῆσαι, ἐνδειξαμένου τοῦ ῥήτορος, ὅτι κατʼ ἀνάγκην καὶ τοῦ ἐχθροῦ βιασαμένου οὕτω ποιεῖ, μὴ θαυμάσῃς — σχεδὸν γὰρ οὐδὲν τῶν τοῦ ῥήτορος, ὅ δὴ πολλάκις εἶπον, ἀπήλλακται δεινότητος —, ἀλλὰ νῦν, εἴπερ βαρύ ἐστι
τὸ εἰρημένον, ἐπισκεπτέον· περὶ γὰρ ταύτης νῦν ἡμῖν πρόκειται λέγειν τῆς ἰδέας. περὶ δὲ δεινότητος, ὡς πολλάκις ἐπηγγειλάμεθα, ἐροῦμεν αὐτίκα· καὶ γὰρ τὴν τάξιν μετὰ πάσας ἔχει τὰς προειρημένας ἰδέας, εἰ καὶ τῇ δυνάμει πρὸ τῶν ἀπασῶν ἡμῖν αὐτὴν κατατακτέον.
Ἀλλʼ ἔννοιαι μὲν αὗται καὶ μέθοδοι βαρύτητος.
ἔτι τῷ ἐνδιαθέτῳ καὶ οἷον ἐμψύχῳ λόγῳ.
Περὶ δειυότητος.
προκαταρκτικαῖς ἢ καταστατικαῖς ἢ καὶ ἐπιλογικαῖς ἀπλῶς τε ὅπερ ἔφην τὸ πᾶσι τοῖς πεφυκόσι λόγου σῶμα ποιεῖν χρῆσθαι δύνασθαι δεόντως καὶ κατὰ καιρὸν ἡ ὄντως οὖσα δεινότης ἔμοιγε εἶναι δοκεῖ. ὥσπερ γὰρ
δεινὸς χρῆσθαι πράγμασι λέγεται δήπουθεν ὁ εἰς δέον τοῖς παραπεσοῦσι πράγμασι χρώμενος οἷον ὕλῃ τινὶ οὖσι τῆς ὥσπερ τέχνης αὐτοῦ καὶ δεινὸς στρατηγὸς ὁ τοῖς ὑπὸ τὴν στρατηγίαν πράγμασιν εἰδὼς εἰς δέον χρήσασθαι, ὕλη δὲ δήπουθεν καὶ ταῦτα τοῦ στρατηγοῦ
πάντως, οὕτω καὶ ῥήτωρ ἂν εἴη δεινὸς ὁ τοῖς τῆς ῥητορικῆς πράγμασι καὶ ταῖς ὕλαις αὐτῆς εἰς δέον χρώμενος, πράγματα δʼ ἂν εἴη δήπουθεν καὶ ὕλη ταύτης τὰ προειρημένα, λέγω τά τε εἴδη τοῦ λόγου καὶ τὰ λοιπά· τούτων γὰρ ἕκαστον εἰ δή τις εἰδείη πότε μὲν
δεῖ, πότε δὲ μὴ δεῖ λέγειν καὶ ποῦ καὶ μέχρι πόσου καὶ πρὸς ὅντινα καὶ πῶς καὶ διότι, καὶ εἰ μὴ εἰδείη μόνον, ἀλλὰ καὶ δύναιτο, πάντως ἂν εἴη δεινότατος ῥητόρων καὶ οἷος ἅπαντας παρεληλυθέναι, ὥσπερ καὶ 166 ὁ Δημοσθένης παρελήλυθεν· ἐπεὶ καὶ δεινὸν εἰ εἴποι 167 τις ποιητήν, ὥσπερ ὁ Θεόκριτος εἶπεν ἐν Χάρισιν ἢ Ἱέρωνι τὸν Σμωνίδην
ἰδίοις εἴδεσιν οἶδέ τε καὶ δύναται χρῆσθαι· οὐ γὰρ δεινὸν ἀοιδὸν οὕτω λέγοι ἂν τὸν Σιμωνίδην, ὥσπερ οἱ πολλοὶ λέγουσι δεινὸν ῥήτορα τὸν ταῖς βαθείαις ἢ περινενοημέναις ἐννοίαις ἢ μεθόδοις χρώμενον ἢ καὶ λέξεσι μέγεθος ἐχούσαις ἤ τι τοιοῦτον ποιοῦντα. εἰ δέ
τις ἡμῖν περὶ τοῦ ὀνόματος διοίσεται, δεινὸν εἶναι ῥήτορα λέγων τὸν φοβερὸν ἢ μέγαν ἢ ἰσχυρὸν ἢ πάντα ταῦτα — τοὔνομα γὰρ δὴ τὸ τῆς δεινότητος τάττειν τοὺς 168 ἀρχαίους ἐπὶ τούτων, ἐπὶ μὲν τοῦ φοβεροῦ
ὁ ποιητὴς φοβερόν τε καὶ μέγαν κατὰ τοὺς λόγους πεποίηκεν, οἶον τὸ «νιφάδεσσιν ἐοικότα χειμερίῃσιν » ἔπεα φθέγγεσθαι· εἰ ταῦτά τις ἡμῖν λέγων περὶ τοῦ ὀνόματος τῆς δεινότητος διοίσεται, πρῶτον μὲν ἀγνοεῖ, ὅτι τὸν ὡς ἐγὼ λέγω δεινὸν ῥήτορα ὁ ποιητὴς δείκνυσιν·
170 εἰς δέον γὰρ καὶ κατὰ καιρὸν τῷ μεγέθει καὶ τῇ τραχύτητι καὶ σφοδρότητι κέχρηται ὁ Ὀδυσσεὺς αὐτῷ, ἅτε τοῦ λόγου κατά τε Ἀλεξάνδρου καὶ κατὰ τῶν Τρώων ἐπιφορᾶς δεομένου. ἔπειτα τί φήσει περὶ τοῦ
«αἰδοῖ μειλιχίῃ» ἀγορεύοντος καὶ «τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει»; εἰ γὰρ μὴ δεινότητος εἶναί τινος ἐρεῖ τοῦτο ἀλλʼ ἄλλου τινός, τί φήσει περί τε τοῦ ἐν Φαίαξιν Ὀδυσσέως καὶ ὧν αὐτόθι δημηγορεῖ; ὁ γὰρ αὐτὸς δήπουθέν ἐστι κἀνταῦθα κἀκεῖ, ἀλλʼ οὐχ ὡσαύτως τῷ
λόγῳ χρῆται, δεινὸς ὢν ὡς ἀληθῶς καὶ ταῖς ἰδέαις τοῦ λόγου εἰς δέον τε καὶ κατὰ καιρὸν χρῆσθαι δυνάμενος· ἂν μὲν γὰρ κατηγορῇ βίας, ἁρπαγῆς, μοιχείας, παρανομίας, ἀσεβείας τῆς εἰς τὸν ξένιον Δία, τῶν ἄλλων, ἃ ἄν τις εἴποι κατὰ τοῦ Ἀλεξάνδρου καὶ τῶν
Τρώων, εἰκότως τότε «ὄπα τε μεγάλην ἐκ στήθεος » ἵησι καὶ «ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι » καὶ ὅλως ἐστὶ μέγας τῷ λόγῳ καὶ σφοδρὸς καὶ διηρμένος· ἐὰν 171 172 δὲ ἐπᾶραι καὶ διαχέαι τρυφῶντας ἀνθρώπους ἕνεκα τῆς εἰς αὐτὸν φιλανθρωπίας βούληται, οὐκέτι ὡσαύτως
ἀλλʼ
τε ὡς δεῖ χρῆσθαι καὶ δυνάμενον. καὶ τί δεῖ παραδειγμάτων ἄλλων, ἐξὸν ἀπʼ αὐτοῦ γε τοῦτο ἰδεῖν τοῦ ῥήτορος; καὶ γὰρ οὗτος δεινὸς μέν ἐστι καὶ ὁ αὐτὸς πανταχοῦ, μιᾷ χρώμενος ἐπιστήμιῃ καὶ δυνάμει ἐν πᾶσιν, εἰς δέον δὲ ἑκάστῃ χρώμενος ἴδέᾳ· καὶ ταῖς
ὑποθέσεσι καὶ τοῖς καιροῖς καὶ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς ἄλλος μέν ἐστιν ἐν ἰδιωτικοῖς, ἄλλος δʼ ἐν δημοσίοις, καὶ τῶν δημοσίων δʼ αὖ ἕτερος μὲν ἐν Φιλιππικοῖς, ἕτερος δʼ ἐν συμβουλευτικοῖς, δεινός γε μὴν ἀπανταχοῦ. εἰ δὲ νῦν μὲν καὶ εἶναι δοκεῖ δεινός, νῦν
δὲ οὐ δοκεῖ, καὶ τοῦτο αὐτὸ κομιδῇ δεινόν ἐστι καὶ τῆς οὔσης δεινότητος ὡς ἀληθῶς τὸ δύνασθαι σὺν ἐπιστήμῃ τούτων ἕκαστα ποιεῖν ἐν δέοντι. Ἀλλʼ ἤδη γε περὶ αὐτῶν τούτων λεκτέον.
ὅνπερ καὶ μόνον οἱ πολλοὶ καὶ οἱ τάχʼ ἂν ἡμῖν ἀμφισβητήσοντες περὶ τοῦ ὀνόματος τῆς δεινότητος λέγουσιν εἶναι δεινόν· φανερὸν δʼ ἔσται τοῦτο αὐτίκα ἐκ τῶν ῥηθησομένων. ἀλλʼ ὅπερ ἐλέγομεν, δεινὸς λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὁ δὲ ἔστι μέν, οὐ μὴν δοκεῖ, ὁ
δὲ οὐκ ἔστι μέν, δοκεῖ δὲ εἶναι· περὶ δὲ τοῦ μήτε ὄντος 175 176 μήτε δοκοῦντος εἶναι τοιούτου περιττὸν διαλαβεῖν. γίνεται δὲ ὁ μὲν εἶναί τε δοκῶν καὶ ὡς ὄντως ὢν δεινὸς κατά τε ἔννοιαν καὶ κατὰ τὰ ἄλλα πάντα, καθʼ ἃ καὶ τὰ λοιπὰ εἴδη τοῦ λόγου· ὁ δὲ ὢν μὲν δεινός, οὐχὶ
δοκῶν δὲ εἶναι τὸ πλεῖστον ἔχει περὶ τὴν μέθοδον· ὁ δʼ αὗ δοκῶν μὲν εἶναι δεινός, οὐ μὴν τοιοῦτός γε ὢν ὡς ἀληθῶς διὰ τῆς λέξεως τὸ πλεῖστον γίνεται.
καὶ σχεδὸν ἅπαντες οἱ Φιλιππικοὶ καὶ τῶν δημοσίων οἱ πολλοί· καὶ γὰρ βούλεται δοκεῖν δεινὸς εἶναι λέγειν ἐνταῦθα, ὅς γε καὶ ὁμολογεῖ ζηλοῦν τὸν περιφανῶς δεινότατον γεγονότα λέγειν τὸν Περικλέα, καὶ οὐ μόνον φαίνεται τοιοῦτος ἐνταῦθα, ἀλλὰ καὶ ἔστι. καὶ ἔστι
μὲν οὕτως ἐνταῦθα δεινός, ὥσπερ καὶ ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, εἰς δέον καὶ κατὰ καιρὸν εἴδει τινὶ λόγου χρησάμενος· κέχρηται μὲν γὰρ ἐνταῦθα τῇ φανερᾷ δεινότητι τοῦτο αὐτὸν ἀπαιτοῦντος τοῦ λόγου· διότι δέ, οὐχὶ νῦν καιρὸς εἰπεῖν. Ἀλλʼ ἐκεῖσε ἐπανιτέον.
ἔστι μὲν γὰρ οὕτως ἐνταῦθα δεινός, δοκεῖ δὲ εἶναι καὶ φαίνεται δεινὸς τῷ λέγειν οὕτως καὶ τοιαῦτα, 177 οἷα πάντας αἰσθέσθαι, ὡς οὐ κατὰ τοὺς πολλούς ἐστι τὰ λεγόμενα οὔτε ταῖς ἐννοίαις οὔτε τοῖς λοιποῖς. ― Τοιγαροῦν ἔννοιαι μὲν τῆς τοιαύτης δεινότητος αἱ
παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ ὅλως αἱ περιτοῦθʼ, 178 ὃ δυσμαχώτατόν ἐστι τῶν Φιλίππου πραγμάτων, καὶ βέλτιστον ὑμῖν» καὶ πάλιν «ὃ γάρ ἐστι χείριστον ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει» καὶ πάλιν, ὃ δὴ καὶ βίαιόν ἐστι διαφερόντως ἐν τῷ Παραπρεσβείας, οἷον «ἔγὼ δὲ οὐδὲ 179 συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ
μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα»· καὶ πάλιν τὸ ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου περινενοημένως εἰρημένον, οἷον «οἷς γὰρ οὐκ ἐγράψατο τοῦ προβουλεύματος, τούτοις, ἃ διώκει, συκοφαντῶν
φανήσεται» καὶ τὰ ἑξῆς οἷον «οὐκοῦν ἃ μὲν ἐπέδωκα. ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δέ φησιν ἡ βουλὴ δεῖν ἀντὶ τούτων μοι γενέσθαι, ταῦτʼ ἔσθʼ, ἃ διώκεις», καὶ τὸ ἐνθύμημα δὲ τοιοῦτον τὸ ἐφεξῆς, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι.
τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» πάνυ γὰρ περινενοημένως διόλου ἐνταῦθα τῷ λόγῳ κέχρηται· ῾ ἐπειδὴ οὐκ ᾐτιάσωʼ, φησί, ῾ τὸ ἐπιδοῦναι, ὁμολογεῖς καὶ τὸ ἐπʼ αὐτῷ τι ἀντιλαβεῖν ἔννομον εἶναι· εἰ γὰρ μὴ ἐκεῖνο παράνομον, οὐδὲ τοῦτο᾿. ἀλλʼ ἡ μὲν
180 ἔννοια τοιαύτη. οὐ μὴν οὔτε ἡ μέθοδος οὔτε ἡ ἐξαγγελία δοκεῖ πως φαίνεσθαι δεινή, εἰ καὶ ἔστι τοιαύτη ἑκατέρα, ἀληθινὴ δὲ μᾶλλον καὶ ἠθικὴ μετὰ κάλλους καὶ σφοδρότητος φαίνεται. δῆλον δὲ τοῦτο κὰκ τῶν ἐφεξῆς εἰρημένων ἐστίν, ὅτι σφοδρὰ ταῦτα καὶ
ἠθικὰ ἦν, ἐν δέοντι δὲ οὕτως εἰσήχθη. οὐκοῦν ἔννοιαι 181 μὲν αὗται καὶ αἱ τοιαῦται λόγου τοῦ καὶ ὄντος ἀληθῶς δεινοῦ καὶ δοκοῦντος εἶναι καὶ ἔτι πρὸς ταύταις αἱ τὸ μέγεθος ποιοῦσαι σχεδὸν ἅπασαι, οἷον ἀκμή, σεμνότης, αἱ λοιπαί. — Μέθοδοι δὲ ὡσαύτως, ὁπόσαι τε ἐοίκασι
ταῖς προειρημέναις ἐννοίαις, λέγω ταῖς περινενοημέναις καὶ βαθεἴαις, κοὺ ἅτι πᾶσαι αἱ ἴδιαι τῶν τὸ μέγεθος ποιουσῶν ἰδεῶν· ὅθεν καὶ νομίζουσιν οἱ πολλοὶ ταῦτʼ εἶναι μόνον δεινότητα. — Καὶ γὰρ καὶ ἡ λέξις ἡ τούτων 182 τῶν ἰδεῶν ἁρμόττει τῇ οὔσῃ καὶ φαινομένῃ δεινότητι·
αἱ γὰρ σεμναὶ καὶ τραχεῖαι καὶ σφοδραὶ καὶ ὅλως αἱ τετραμμέναι δειναί τέ εἰσιν ὡς ὄντως διʼ ἐνάργειαν, ὅτε τι πρᾶγμα διʼ ἐναργείας σημαίνοιεν, εἰς δέον παραλαμβανόμεναι, καὶ φαίνονται τοιαῦται διὰ τὸ αὐτό. — Σχήματα δὲ καὶ συνθήκη τά τε λοιπὰ ἐφεξῆς
ἅπαντα οὐχ, ὅσα δὴ πασῶν ἦν τῶν ποιουσῶν τὸ μέγεθος ἰδεῶν, ταῦτά ἐστι καὶ τῆς δεινότητος, ἀλλʼ ἅπερ τῆς σεμνότητος ἦν καὶ ἀκμῆς λαμπρότητός τε καὶ περιβολῆς. μάλιστα δὲ τῆς ἰδέας ταύτης καὶ τὸ κατὰ συστροφὴν σχῆμα οἰκεῖον· δυνάμει γὰρ μεγάλῃ φύσει τε
κέχρηται καὶ φαίνεται χρώμενον, οἷον «ὁ γὰρ Μεσήνην Αακεδαιμονίοις ἀφιέναι κελεύων πῶς ἂν Ὀρχομενὸν 183 καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο;» καὶ πάλιν «ὁ 184 γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος» καὶ τὰ ἑξῆς, καὶ τὸ «εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ τοιαῦτα. Ἀλλʼ ὁ μὲν καὶ ὢν καὶ δοκῶν εἶναι δεινὸς λόγος οὕτω γίνεται.
ὡς ἀληθῶς τοιούτου παραδείγματά εἰσι σχεδὸν ἅπαντες οἱ ἰδιωτικοὶ τοῦ Δημοσθένους λόγοι, καὶ τῶν δημοσίων δὲ οὐκ ὀλίγα μέρη· τά γε μὴν τοῦ Λυσίου θαρρῶν ἴσως εἴποι τις ἂν ὅτι πάντα. γίνεται δὲ κατʼ ἔννοιαν μὲν οὐδαμῶς, ἐν δὲ τῇ μεθόδῳ, καθάπερ ἔφθην
εἰπών, τὴν πλείστην μᾶλλον δὲ τὴν πᾶσαν ἔχει δύναμιν ἡ τοιαύτη δεινότης καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν παραδειγμάτων. τὸ γὰρ σφόδρα ἠθικαῖς καὶ ἀνειμέναις καὶ ταῖς ἐννοίαις καὶ τῇ λέξει καὶ πᾶσι τοῖς ἑπομένοις τῇ λέξει, οἷον σχήμασι, κώλοις, συνθήκαις, ἀναπαύσεσι,
ῥυθμοῖς, τὸ πᾶσι δὴ τούτοις ἠθικῶς καὶ ἀφελῶς καὶ ἀνειμένως δοκοῦντα λέγειν ὑπορύττειν πως καὶ κατασκευάζειν, 185 ἃ βούλεταί τις, μᾶλλον, ἢ εἰ μὴ ἀνειμένως μηδʼ ἀφελῶς ἐδόκει λέγειν, καὶ τοῦτο καὶ ἐν προοιμίοις καὶ ἐν καταστάσεσι καὶ ἐν τοῖς ἄλλοις ἅπασι ποιεῖ
σφόδρα οἶμαι δεινοῦ λόγου, οὐ μὴν δοκοῦντός γε εἶναι 186 τοιούτου. τοῦτο δʼ αὖ καὶ τῆς ὄντως δεινότητός ἐστι, τὸ δοκεῖν ἀφελῆ τινα καὶ ἁπλοϊκὸν παρέχεσθαι λόγον καὶ αὐτόν πως εἷναι δοκεῖν τοιοῦτον, πᾶν τοὐναντίον ὄντα τε καὶ ποιοῦντα κατὰ τὸν λόγον. οὐ μὴν δίαρμά
187 γε οὐδὲ ἀξίωμά τι δύναιτʼ ἂν ἔχειν ὁ τοιοῦτος λόγος οὐδὲ τοῖς ὅλοις εἶναι δεινός, εἰ διόλου τοῦτον ἐργάζοιτό τις αὐτὸν τὸν τρόπον, ἐπεὶ καὶ βίας πολλάκις καὶ βαθύτητος δεῖ καὶ μεγέθους τινός, οἷς ὁ μὲν ῥήτωρ
χρῆται κἀνταῦθα, λέγω καὶ ἐν ἰδιωτικοῖς, Λυσίας δὲ καὶ οἱ κατὰ Λυσίαν ἧττον, ἵνʼ ἀσφαλῶς ἀποφαίνηταί τις, ἐπεὶ τάχʼ ἄν, περὶ τούτων εἰ δεῖ λέγειν, ἢ βραχέα ἢ οὐδὲ ὅλως τούτοις ἐκεῖνοί γε χρησάμενοι φαίνονται. Δύο μὲν δὴ ταῦτα δεινότητος εἴδη.
καὶ σφοδράς τις ἢ καὶ σεμνὰς συμφορήσας λέξεις εἶτʼ ἐξαγγέλλῃ ταύταις ἐννοίας ἐπιπολαίους καὶ κοινάς, καὶ μάλιστα εἰ καὶ σχήμασι χρῷτο κώλοις τε καὶ τοῖς ἄλλοις 188 πᾶσιν ἢ τισὶ κεκαλλωπισμένοις ἀκμαίοις τε καὶ σεμνοῖς. καὶ μὴν καὶ τὸ πρὸ τῶν ἀποδείξεων λοιδορίαις
ἢ σφοδρότησιν εἰκῇ χρῆσθαι ἢ ἔνθα ὅλως μηδενὸς τοιούτου δεῖ, καθάπερ εἴωθεν Ἀριστογείτων ποιεῖν, φαινομένη τίς ἐστιν, οὐ μὴν οὗσα δεινότης· ὑπόκενον γὰρ καὶ ψυχρὸν μᾶλλον τὸ τοιοῦτον· ἐπεὶ 189 κἂν ἐννοίαις χρήσηταί τις ἢ καὶ μεθόδοις ἐχούσαις
μέγεθος, οἷον σεμναῖς ἢ σφοδραῖς ἢ τραχείαις ἢ λαμπραῖς 190 ἢ ἀκμαίαις ἢ καὶ ταῖς περιβαλλούσαις τὸν λόγον, μὴ κατὰ καιρὸν δὲ ποιῇ τοῦτο μηδὲ ἔνθα δεῖ, φανεῖται μὲν δεινός, οὐ μὴν ὡς ἀληθῶς γε ἔσται τοιοῦτος. τὸ μὲν οὖν δὴ τῇ λέξει χρῆσθαι μεγάλῃ ποτὲ ἐπὶ σμικρᾶς τινος καὶ λιτῆς ἐννοίας χρήσιμον εἶναι καὶ μὴ
μόνον τῇ λέξει ἀλλὰ καὶ τοῖς ἑπομένοις αὐτῇ συγχωρῶ, ἐπειδὴ καὶ Ἰσοκράτης φησὶ ῥήτορος εἶναι τὸ τὰ σμικρὰ μεγάλως εἰπεῖν δύνασθαι καὶ τὰ μεγάλα σμικρῶς· οὐ μὴν ἁπλῶς ἐστι χρήσιμον, ὥσπερ σχεδὸν οὐδὲ ἄλλο οὐδὲν εἶδος λόγου, ἀλλʼ ὅτε εἰς δέον παραλαμβάνοιτο.
ἔστι δὲ τοῦτο μεγάλης καὶ τελεωτάτης ἐπιστήμης οἶμαι, τὸ χρῆσθαι τοῖς καιροῖς εἰδέναι τε καὶ δύνασθαι ἡ γὰρ ὡς ὄντως δεινότης αὕτη ἐστἴ, καθάπερ ἔλεγον εὐθὺς 191 ἐν ἀρχῇ τοῦ περὶ δεινότητος λόγου, τὸ τοῖς εἴδεσιν ἅπασι τοῦ λόγου καὶ πάσαις ἐννοίαις εἰδέναι
πότε δεῖ καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς καὶ ἐφʼ οἷς χρῆσθαι, καὶ μὴ μόνον εἰδέναι, ἀλλὰ καὶ δύνασθαι. τοῦτο δὲ ἰδίας ἐστὶ πραγματείας ἑπομένης μὲν τῷ Περὶ ἰδεῶν λόγῳ, καθάπερ ὁ Περὶ τῶν ἰδεῶν τῷ Περὶ εὑρέσεως, χωρὶς δὲ ταττομένης καὶ καθʼ ἑαυτήν. ἀγαπητὸν
γάρ, εἰ καὶ μὴ πάρεργον ἑτέρας τις τὸ τοιοῦτο πραγματείας ποιησάμενος μηδὲ ἐν προσθήκης ἀποδοὺς μέρει, καθάπερ νῦν ἂν γένοιτο, ἰδίαν δὲ ἀποδοὺς σπουδήν, ἣν προσήκει τῷ τοιούτῳ, μὴ πάντῃ σφαλείη τοῦ λόγου τοῦ περὶ αὐτῆς· ἐπεὶ καὶ ὅσα τὸν Περὶ τῶν
ἰδεῶν γράφοντες λόγον τοῦτον αὐτὸν ἐν ἐνίαις αὐτῶν 192 ἐπηγγειλάμεθα ῾ ἐν τῷ περὶ δεινότητοςʼ ἐρεῖν, ταύτης ἐστὶ τῆς πραγματείας. καὶ ὁποῖόν γε τοῦτο καὶ ὁπόσον ἔργον, ὁ πειραθεὶς γνώσεται· σχεδὸν γὰρ οὐδὲ ἀνθρωπίνης ἐστὶ δυνάμεως, θείας δέ τινος ἰσχύος τέχνῃ
πάντα ὑποβαλεῖν ταῦτα, καιρούς, πρόσωπα, τόπους, 193 αἰτίας, τρόπους, τἆλλα ὅσα τοιαῦτα, καὶ δεῖξαι περὶ πάντων μὲν προβλημάτων, πάντων δʼ αὖ τῶν ἐν τούτοις εἰδῶν καὶ τρόπων, πάντων δʼ αὖ τῶν κατὰ μέρος νοημάτων, εἴτ᾿ οὖν εἴη προκαταρκτικὰ εἴτε πιστωτικά
τε καὶ συστατικὰ εἴτε ἀντιθέσεων λυτικὰ εἴτε ἐπιλογικά, πασῶν τε ἰδεῶν λόγου, ποῖον μέν τι προσήκει τὸ ὅλον εἶδος εἶναι τοῦ λόγου κατὰ τόδε τὸ ζήτημα, ἐπὶ τῶνδε τῶν ἀνδρῶν, περὶ τοῦδε τοῦ προσώπου λεγόντων, κατὰ τόνδε τὸν καιρόν, ποῖα δὲ αὐτῶν τὰ κατὰ 194
μέρος νοήματα, καὶ τίνα μὲν εἰπεῖν τῶν εὑρεθέντων, τίνα δὲ ἄρρητα ἐᾶν ἐνταῦθα βέλτιον — ἑτέρωθι γάρ, ἂν οὕτω τύχῃ, καὶ τοὐναντίον ἔσται —, καὶ τίς τοῖς κριθεῖσι ῥηθῆναι τάξις ἀρίστη νῦν καὶ ἐπὶ τῶνδε — πάλιν γὰρ καὶ τοῦτο ἐφʼ ἑτέρων καὶ κατʼ ἄλλον καιρὸν
τάχα ἴσως ἑτέρως ἔσται —, καὶ πῶς μὲν τοῦτο, πῶς δὲ ἐκεῖνο εἰσακτέον, καὶ τίσι μὲν πλεονάσαι τῶν ἐννοιῶν καὶ τίνα τρόπον βέλτιον, τίνων δὲ τὴν ταχίστην ἀπαλλάττεσθαι καὶ διʼ ἐλαχίστου πως αὐτῶν ἐπιμνησθέντα· ταῦτα γὰρ δὴ πάντα καὶ τὰ τοιαῦτα τέχνῃ διαλαβεῖν
καὶ ταῦτα μὴ διὰ σφόδρα μακρῶν θεῖον οἶμαί τι πρᾶγμά ἐστι καὶ οὐκ ἀνθρωπίνης δυνάμεως. οὐ μὴν ἀλλʼ ὅσον γε ἀνθρώπου φύσις ἐξαρκεῖν τοῖς τοιούτοις 195 ἱκανή, καὶ ἡμᾶς ἐξαρκέσειν οἴομαι καὶ διαλήψεσθαί γε περὶ τούτων ἁπάντων ἐν τῷ Περὶ μεθόδου δεινότητος ἱκανῶς εὐθὺς μετὰ ταῦτα. πρότερον δὲ εἰπεῖν ἀνάγκη περί τε πολιτικοῦ λόγου καὶ τῶν κατʼ ἄνδρα εὐδοκιμούντων ἐπὶ λόγοις οὐχ ἁπάντων ἀλλὰ τῶν γε κρατίστων,
καὶ ἀφʼ ὧν οὐ χαλεπὸν ἂν γένοιτο τοῖς τε τὰ προειρημένα πάντα καὶ τὰς γενικὰς ἰδέας ἐπεγνωκόσι τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἑκάστου γινώσκειν, ἃ δεῖ, καὶ νέων ἤδη καὶ παλαιῶν. Ἀλλὰ λεκτέον γε ἤδη περὶ τοῦ λόγου τοῦ πολιτικοῦ.
δηλαδὴ τῶν πολιτικῶν λόγων ἐργάσεται, ὁ δὲ μετʼ ἐκεῖνον τὸν κατὰ δεύτερον λόγον γινόμενον τῶν πολιτικῶν ἄριστον, ὁ δὲ καὶ μετὰ τοῦτον τὸν κατὰ τρίτον δηλαδὴ λόγον τοιοῦτον, καὶ περὶ τῶν ἄλλων δὲ ὡσαύτως εἰρήσθω. ἥτις δὲ ἀρίστη μῖξις αὐτῶν καὶ τίς ὁ κράτιστος
τῶν λόγων τῶν πολιτικῶν, ὅτι μὲν ὁ Δημοσθενικός, οὐδεὶς ἀμφιβάλλει δήπουθεν· οὐ μὴν ἁπλῶς γε ἡμῖν περὶ Δημοσθένους νῦν πρόκειται λέγειν, ἀλλὰ περὶ τοῦ καλλίστου τῶν πολιτικῶν, ἵνα ἀπὸ τούτου καὶ περὶ τῶν ἄλλων τῶν κατʼ ἄνδρα εὐδοκιμούντων ἐπὶ τοῖς πολιτικοῖς
198 λόγοις χαρακτηρίζειν ἡμῖν μὴ ᾖ χαλεπόν. συμβαίνει γε μὴν ἀναγκαίως περὶ τούτου λέγουσι καὶ περὶ Δημοσθένους λέγειν δοκεῖν, ἐπεὶ καὶ ἀναστρέφει· ἄριστός τε γὰρ πολιτικῶν λόγων ὁ Δημοσθενικός, ὅ τε αὖ
Δημοσθενικὸς λόγος τῶν πολιτικῶν ἄριστος.
διόλου πλεονάζειν καὶ οὐχ ἧττόν γε ἢ τὴν καθαρότητά τε καὶ εὐκρίνειαν, τὴν μέντοι τραχύτητα καὶ σφοδρότητα παρισοῦσθαι μέν πως τοῖς εἰρημένοις, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον. ἀκμὴ δὲ καὶ σεμνότης 199 ἀπʼ αὐτῶν καὶ ἔτι λαμπρότης εἶναι μὲν ὀφείλει, οὐ
μὴν οὕτως οὐδʼ ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ αἱ προειρημέναι τῶν ἰδεῶν, ἀλλʼ ἐπʼ ἔλαττον, ὅπου γε τὴν σεμνότητα καὶ διακόπτειν ἐν τῷ πολιτικῷ χρὴ λόγῳ καὶ 200 καθαιρεῖν ἀπὸ τοῦ μεγέθους, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν,
φύσει καὶ νόμοις διοικεῖται»· παρεντεθὲν γὰρ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» καὶ διακόψαν τὸν λόγον καθεῖλεν ἀπὸ τοῦ μεγέθους καὶ ἧττον ἐποίησε φανῆναι σεμνόν. ἤδη δέ που καὶ ἡ λαμπρότης ταὐτὸ πέπονθε τοῦτο, ὡς καὶ παρὰ τῷ Δημοσθένει, οἷον
«αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη», εἶτα πρὶν ἐπαγαγεῖν, ὃ σφόδρα ἂν ἐποίησεν αὐτῷ τὸν λόγον λαμπρὸν καὶ σοφιστικόν, 201 λέγω τὸ «τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίηχσεν ὥσπερ νέφος», διέκοψε καὶ ἧττον ἐποίησεν αὐτὸν φανῆναι λαμπρὸν παρενθεὶς τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων». —
Μέγεθος μὲν οὖν μέχρι τοσούτου καὶ τοῦτον τὸν τρόπον προσεῖναι δεῖ τῷ λόγῳ τῷ ἀρίστῳ τῶν πολιτικῶν· δεινότητος δὲ τῆς μὲν καὶ οὔσης καὶ φαινομένης ὡς ἐλάχιστον, τῆς δὲ ἐν μεθόδῳ κειμένης πάμπολυ — περὶ ταύτης δὲ ἔφην ἰδίᾳ πραγματεύσασθαι —, τῆς δὲ φαινομένης
μόνον δεινότητος οὐδέν, πλὴν εἰ τὰ λαμπρὰ καὶ ἀκμαῖα εἰς τοῦτο ἀναφέροι τις· τούτων δὲ ὁπόσον 202 δεῖ μετεῖναι τῷ πολιτικῷ λόγῳ, προείρηται. — Κάλλος δέ, ὅπερ ἔφαμεν εἶναι καθάπερ κομμωτικόν, διόλου μὲν ἔχειν ὁ πολιτικὸς λόγος ὀφείλει, ἧττον δὲ ἐμφαινόμενον,
οἷόν ἐστι καὶ παρὰ Δημοσθένει, καθάπερ ἐδείξαμεν ἐν τῷ περὶ κάλλους. ἔνθα μέντοι λογισμῶν δεῖ καὶ λεπτότητος, ἐνταῦθα καὶ πλεονάζειν προσήκει τοῖς τοῦ κάλλους ῥυθμοῖς καὶ ταῖς συνθήκαις καὶ ἀναπαύσεσιν· αἱ γὰρ ἐπιμέλειαι τῆς λέξεως ταῖς πυκνότησι
τῶν ἐννοιῶν ἐπιτήδειοι, καὶ τὸ καθαρὸν αὖ τὸ τῆς συνθήκης τε καὶ ἀναπαύσεως ἀφαιρεῖται τῶν τοιούτων νοημάτων ἢ καὶ ζητημάτων τὸ ἄγαν αὐστηρόν, χάριν 203 τινὰ προσβάλλον ἀφ᾿ ἑαυτοῦ καὶ διεγεῖρον τὸν ἀκροατὴν καὶ οὐκ ἐῶν ἄχθεσθαι τῇ πυκνότητι τῶν νοημάτων
καὶ τῇ συνεχείᾳ· τοιαῦτα γὰρ τὰ ἐν τοῖς λογισμοῖς κείμενα 204 καὶ δυνάμεως λόγου δεόμενα· ἐπεὶ γάρ ἐστιν ἡ τοῦ λόγου δύναμις τὸ τὰ πολλὰ ἢ τὰ δυσχερῆ καὶ σκολιὰ τῶν νοημάτων ἢ τὸ συναμφότερον διʼ ἐλαχίστων σαφῶς εἰπεῖν ἄνευ τοῦ προσπεσεῖν εἴς τινα κακίαν λόγου,
οἷον εὐτέλειαν ἢ σκληρότητα, δεῖ τινος κάλλους τῇ βραχύτητι, ὃ δὴ ποιεῖ ἔπιμέλεια. πρὸς δὲ τούτοις μάχεταί πως τῷ εὐτελεῖ τὸ ἐπιμελὲς καὶ μὴ ἐρριμμένον· ὥστε, εἰ καὶ συμβαίνει διὰ λεπτότητα νοημάτων, ὃ δὴ πολλάκις πέφυκεν ἐν τοῖς τοιούτοις γίνεσθαι,
καταφέρεσθαι τὸν λόγον εἰς εὐτέλειαν, ὀρθώσειας ἂν οὕτως αὐτὸν τοῖς τοῦ κάλλους σχήμασι καὶ τοῖς ῥυθμοῖς ταῖς τε συνθήκαις καὶ ἀναπαύσεσιν.
ἐν τίσι τῶν ἰδεῶν, νυνὶ δὲ ἁπλῶς περὶ πολιτικοῦ λέγομεν λόγου καὶ Δημοσθενικοῦ ἐν τῷ καθόλου καὶ οὐ περὶ τινὸς Δημοσθενικοῦ ἢ πολιτικοῦ. διαφέρει δὲ ἢ καθόλου τι λέγειν ἢ ἐπὶ μέρους· ἐπεὶ καὶ οἱ δημόσιοι λόγοι τοῦ ῥήτορος καὶ οἱ ἰδιωτικοὶ καὶ πάλιν τῶν δημοσίων
ὁ Πρὸς Λεπτίνην καὶ ὁ Κατʼ Αἰσχίνου Δημοσθενικοὶ δήπουθέν εἰσιν ἅπαντες, διαφέρουσι δὲ ἀλλήλων πάμπολυ τῷ μὴ περὶ ταὐτὸν εἶδος πλεονάσαι. εἰ γὰρ καὶ ἄλλοις τισὶ πολλάκις εἴδεσιν οἷον τραχύτητι ἢ ἐπιεικείᾳ ἢ ὅλως ἤθει ἤ τινι τῶν λοιπῶν διʼ αἰτίας
τινὰς ἐπὶ πλεῖον δεῖ χρῆσθαι, ἀλλʼ ὅ γε ἁπλῶς Δημοσθενικὸς καὶ πολιτικῶν κάλλιστος λόγος ἐκείνως καὶ διʼ ἧς ἐλέγομεν κράσεώς τε καὶ μίξεως γίνεται, πλεονάζοντος 206 μὲν κατʼ αὐτὸν τύπου τοῦ τὴν σαφήνειαν ποιοῦντος καὶ τοῦ ἠθικοῦ τε καὶ ἀληθινοῦ καὶ μετὰ τούτους 207 τοῦ γοργοῦ τῆς τε περιβολῆς παραπλησίως τούτοις, τραχύτητος δὲ καὶ σφοδρότητος οὐ παραπλησίως τῇ περιβολῇ, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον, σεμνότητος
δὲ καὶ λαμπρότητος καὶ ἀκμῆς ἔτι ἐνδεέστερον ἢ κατʼ ἐκείνας, δεινότητος δὲ τῆς μὲν ἐν μεθόδῳ μάλιστα, τῆς δὲ ἄλλης ἥκιστα ἢ ὡς ἐλάχιστα, κάλλους δὲ τοῦ κομμωτικοῦ πλεονάζοντος μὲν ὁμοίως τοῖς πρώτοις, καὶ μάλιστα ὅτε δυνατῶς ἐξαγγεῖλαί τι δέοι, ἀνεμφάτως
δὲ καὶ ἧττον ἔχοντος φανερὰν τὴν ἐπιτήδευσιν· διὰ γὰρ τούτων ἁπάντων οὕτω μιγνυμένων ὁ κάλλιστός τε πολιτικὸς καὶ Δημοσθενικὸς λόγος γίνεται.
μὲν συμβουλευτικὸς δῆλον ὡς ἐν τοῖς μέγεθος ποιοῦσι μᾶλλον πλεονάζει τύποις μετὰ τῆς καὶ οὔσης καὶ φαινομένης δεινότητος· δεῖ γὰρ καὶ φαίνεσθαι τοιοῦτον τὸν συμβουλευτικὸν διὰ τὸ ἀξιωματικὸν ὀφείλειν εἶναι ἅμα ἔχοντα δηλαδὴ καὶ τὰ ἄλλα πάντα, ἃ τὸν κάλλιστον
τῶν πολιτικῶν δεῖν ἔφαμεν ἔχειν λόγον, ἤθους δὲ πλὴν ὅσον ἐπὶ βαρύτητι καὶ τοῦ κατʼ εἰρωνείαν σφοδροῦ μετρίως μεθέξει. εἰ δὲ τινὲς τῶν συμβουλευτικῶν οἷον οἱ φύσει τοῦ ῥήτορος οὕτως ἐπιγραφόμενοι συμβουλευτικοὶ πολὺ τὸ ἠθικὸν ἔχουσι καὶ τὸ ἐπιεικές, οὐ δεῖ
θαυμάζειν τὸ εἰρημένον· νυνὶ γὰρ οὐ περὶ τῶν κατὰ μέρος λόγων χαρακτηρίζομεν, ὃ δὴ πολλάκις διεμαρτυράμην, 209 ἀλλὰ περὶ τοῦ καθόλου διαφέροντος εἴδους ἐν λόγῳ συμβουλευτικῷ, ὁποῖόν ἐστι τὸ ἐν Φιλιππικοῖς· ὥστε, εἰ προσώπων τις ἰδιότης ἤ τι τοιοῦτον ἕτερον ἠνάγκασε κατελθεῖν ἀπὸ τοῦ οἰκείου ἀξιώματος τὸν
συμβουλευτικὸν λόγον εἰς τὸ ἠθικώτερον ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν ἢ καί τῳ ἄλλῳ, μηδὲν τοῦτο ἐμποδὼν 210 εἶναι νομίζωμεν πρὸς τὸ δεῖν τοιοῦτον εἶναι τὸν ἄριστον τῶν συμβουλευτικῶν, ὁποῖον ἐχαρακτηρίζομεν, ἀξιωματικὸν λέγω καὶ οἷς εἴπομεν πλεονάζοντα· ἐκεῖνος
γὰρ οὐκέτʼ ἄν ἄριστος εἴη τῶν συμβουλευτικῶν ὅ γε τῇ οἰκείᾳ φύσει διά τι χρήσασθαι ἐμποδισθείς. εἰ δέ τις καὶ τοὺς Φιλιππικοὺς φήσειε διὰ τὸ τοῦ Φιλίππου πρόσωπον μέγεθος λαβεῖν, ὅτι ἐκεῖνο ἐπιφορὰν ἐνεδέχετο καὶ σφοδρότητα, ἐννοείτω, ὅσην καὶ χωρὶς ἐκείνου τραχύτητα 211
καὶ ἄλλως ἀκμὴν κατὰ τῶν Ἀθηναίων ἔχουσιν οἱ λόγοι οὗτοι καὶ παρρησίαν καὶ μέγεθος· πρὸς ἅπερ συλλαμβάνειν μὲν καὶ τὸ τοῦ Φιλίππου πρόσωπον ἀνάγκη συγχωρεῖν, οὐ μὴν τοσοῦτόν γε, ὅσον αὐτὸ τὸ τῆς συμβουλῆς ἴδιον. περὶ δὲ προσώπων καὶ καιρῶν ὁ
Περὶ μεθόδου δεινότητος ἀκριβέστερον ἐπιδείξει λόγος. Ἀλλʼ ὁ μὲν κάλλιστος συμβουλευτικῶν ὅπερ ἔφημεν λόγων τοιοῦτος.
συμβουλῆς ἐγγύς, ὡς ὁ Κατʼ Ἀριστοκράτους ἔχει καὶ ὁ Ὑπὲρ τοῦ στεφάνου καὶ ὅσοι τοιοῦτοι· οὗτοι γὰρ σχεδὸν ὡσαύτως τῷ συμβουλευτικῷ τύπῳ χαρακτηρίζονται, 212 τάχα δʼ ἂν οὐδʼ εἶναι τούτους δικανικοὺς φύσει νομίσειέ τις. ὁ μέντοι μὴ τοιοῦτος ἀλλʼ αὐτὸ τοῦτο δικανικὸς ὅπερ ἔφην ἐναντίως ἔχει τῷ προειρημένῳ. ἤθους τε γὰρ καὶ τοῦ κατʼ ἐπιείκειαν καὶ ἀφέλειαν πλεῖστον αὐτῷ μετεῖναι δεῖ· βαρύτητος δὲ ἤ τινος τῶν
τοιούτων ἥκιστα μετέχει ἢ ὅτι βραχύτατα· μέγεθος δὲ τὸ μὲν κατὰ τὴν περιβολὴν ἀπὸ ἐννοιῶν δέχεται — οὐ γὰρ ἀπό γε τῆς λέξεως ἢ τῶν περὶ τὴν λέξιν ἢ καὶ τὴν μέθοδον τῆς ἐννοίας πλὴν ὅσον ἐπʼ ἐλάχιστον —, τὸ δὲ κατὰ τὰς ἄλλας τοῦ μεγέθους ἰδέας οὐκέτι, πλὴν
εἰ μή που τὴν κατʼ ἔννοιαν σφοδρότητα ἤ που καὶ τὴν κατὰ λέξιν μετὰ σχημάτων τῶν περὶ αὐτήν. τοῖς δὲ 213 λοιποῖς μέρεσι τοῦ πολιτικοῦ χρῆται, καθάπερ καὶ ὁ συμβουλευτικός. καὶ τοιοῦτοί γε οἱ Δημοσθενικοὶ δικανικοί, τουτέστιν οἱ ἰδιωτικοί.
214
αὐτὸν τῷ Δημοσθενικῷ τοῦτον ἀποφαίνοντες, τοῦτο καὶ νῦν περὶ τοῦ καλλίστου πανηγυρικῶν λόγων φαίημεν ἄν, τὸν αὐτὸν καὶ τοῦτον εἶναι τῷ Πλατωνικῷ· καὶ γὰρ ἐνταῦθα ὁμοίως ἀναστρέφει, καθάπερ κἀκεῖ· ὅ τε γὰρ κάλλιστος πανηγυρικῶν λόγων ἐστὶν ὁ Πλατωνικός,
ὅ τε αὖ Πλατωνικὸς λόγος τῶν πανηγυρικῶν ἐστιν ὁ κάλλιστος ὡς ἐν λέξει πεζῇ, περὶ οὗ λεκτέον· περὶ γὰρ 215 τοῦ πολιτικοῦ πανηγυρικοῦ, περὶ οὗ μετὰ τὸν περὶ συμβουλευτικοῦ καὶ δικανικοῦ λόγον φαίη τις ἂν εἰπεῖν προσήκειν, μικρὸν ὕστερον λέξομεν· οὐ γὰρ ἄλλως ἐγχωρεῖ.
τὸν λόγον εἰς σεμνότητα δεῖ. αἱ δὲ γλυκύτητες εἰπερ ἄλλοθί που καιρὸν ἐνταῦθα ἔχουσι μάλιστα καὶ αἱ ἐπιμέλειαι αἱ τὸν ἁβρὸν καὶ ὡραῖον ποιοῦσαι λόγον. δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον, ἥπερ ἥκιστά ἐστι φανερά, πάντως ὕπεστι καὶ τῷ πανηγυρικῷ· ἡ δὲ ἄλλη ἐν
τούτῳ γε οὐδαμῶς, πλὴν ὅπου τοῦτο αὐτὸ ἐνδείξασθαι βούλεται πρόσωπόν τι τῶν παῤ αὐτῷ ποιούντων τὸν 216 λόγον πανηγυρικόν, ὥσπερ τῷ Πλάτωνι πεποίηται ὁ 217 Σωκράτης ἐνδείξασθαι δεινότητα λόγων τῷ Φαίδρῳ βουλόμενος, καθὸ ἀντιπαρατίθησι τὸν αὑτοῦ τῷ Δυσίου·
ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ἄλλους κατὰ τὸ μιμητικὸν εἶδος τοῦ πανηγυρικοῦ λόγου φαίνεται τοῦτο πεποιηκώς. γοργός γε μὴν ὡς ἐλάχιστον ἐν πανηγυρικῷ λόγῳ ὁ λόγος εἶναι ὀφείλει· ἀφήγησις γάρ ἐστι σχεδὸν ἅπας. τοῖς δὲ ἄλλοις εἴδεσιν ἢ καὶ μέρεσι τοῦ 218 πολιτικοῦ παραπλησίως χρῆται ὁ πανηγυρικὸς καθάπερ ὅ τε συμβουλευτικὸς καὶ ὁ δικανικός. ἐν δὲ τοῖς ἀμοιβαίοις τῶν πανηγυρικῶν, ὃ δὴ καὶ αὐτὸ πολὺ παρὰ τῷ Πλάτωνί ἐστιν, ἤδη καὶ αἱ τραχύτητες καὶ αἱ σφοδρότητες ἔσχον καιρὸν οὐκ ἐλάχιστον, ὥσπερ καὶ τὰ τῆς
δεινότητος εἴδη πάντα, καὶ τῶν γε τοῦ Πώλου λόγων ἐν Γοργίᾳ τινὲς τῆς φαινομένης εἰσὶ καὶ οὐκ οὔσης δεινότητος. καὶ οὐ μόνον ταῦτά γε τὰ εἴδη τὰ ἀμοιβαῖα ἀλλὰ καὶ πάντα ἤδη δέχεται διὰ τὸ μιμητικόν τε καὶ δραματικὸν καὶ οὕτως, ὥστε κεχωρίσθαι πως ἀπʼ
ἀλλήλων αὐτὰ καὶ μὴ κεκρᾶσθαι, ἀλλʼ ἰδίᾳ μὲν ἔχειν εὑρεῖν ἀφέλειαν, ἰδίᾳ δὲ σεμνότητα, ἰδίᾳ δὲ ἕκαστον τῶν λοιπῶν, ἔστι δʼ οὗ καὶ τὸ εὔζωνον καὶ οἷον εὐτελὲς εἶδος τοῦ λόγου· αἱ γὰρ μιμήσεις τῶν προσώπων καὶ τούτῳ χώραν ἤδη δεδώκασι. — Καὶ ὡς μὲν ἐν
λογογραφίᾳ τοιοῦτον εἶδος εἶναι δεῖ τὸ πανηγυρικόν· ὡς δʼ ἐν ζητήμασι πολιτικοῖς, ἔνθα τοῦ πολιτικοῦ πανηγυρικοῦ εἴδους δεῖ, περὶ οὗ μικρῷ πρότερον ἐπηγγειλάμην ἐρεῖν, — ἔστι γάρ τινα καὶ πολιτικὰ ζητήματα καὶ πανηγυρικά, οἷον εἰ περὶ τῆς προπομπείας
219 ἀμφισβητοῖεν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μετὰ τὰ Μηδικὰ ἢ ὅσα τοιαῦτα — ὡς ἐν τοιούτοις ζητήμασιν οὐκέθʼ ὁμοίως ὁ πανηγυρικὸς ἀλλὰ πολιτικώτερος γίνεται καὶ σχεδὸν διʼ ὧνπερ καὶ ὁ συμβουλευτικός, μᾶλλόν
γε μὴν ἐνταῦθα ἢ ἐκεῖ ἥ τε λαμπρότης καὶ ἡ σεμνότης 220 221 πλεονάζειν ὀφείλουσιν. Ἐπανιτέον δὲ πάλιν, ὅθεν ἐπὶ τοῦτο ἐξέβημεν. ὁ μὲν γὰρ πολιτικὸς πανηγυρικὸς τοιοῦτος, τῶν δὲ κατὰ λογογραφίαν πανηγυρικῶν οὗτος κάλλιστος ὁ Πλατωνικός, καὶ τοῦτον παράδειγμα
φαίημεν ἂν ἡμεῖς εἶναι τὸ ἄριστον τοῖς βουλομένοις τε καὶ δυναμένοις πανηγυρικὸν λόγον ἐργάζεσθαι.
κατὰ ταύτην εἶδος (τοῦτο γὰρ δὴ χαρακτηριστέον ἡμῖν κἀνταῦθα πρῶτον, ὥσπερ καὶ τὰ ἄλλα πάντα τῶν γενικῶν εἰδῶν ἐχαρακτηρίζομεν ἀπὸ τῶν καλλίστων χαρακτηρίζοντες) οὐχ ὁμοία ἡ διοίκησις, ἀλλὰ προσεῖναι δεῖ πολλὰ καὶ ἄλλα τοῖς περὶ λόγου πανηγυρικοῦ
προειρημένοις ἅποσιν, ἅ δὴ καὶ ἴδιά τις ἂν εἶναι φαίη ποιήσεως, περὶ ὧν λεκτέον. ἀνάγκη δὲ πάλιν ταὐτὸν προειπεῖν καὶ τὴν αὐτὴν ἀναλογίαν σῶσαι κἀνταῦθα τοῖς ἔμπροσθεν κατὰ τοὺς γεωμέτρας· ὅπερ γὰρ ἦν ὁ Δημοσθένης ἡμῖν κατὰ τὸν πολιτικὸν λόγον ἔν
τε τῷ συμβουλευτικῷ καὶ δικανικῷ καὶ ὁ Πλάτων ἐν τῷ πεζῷ πανηγυρικῷ, τοῦτʼ ἄν Ὅμηρος εϊη κατὰ τὴν ποίησιν, ἣν δὴ πανηγυρικὸν λόγον ἐν μέτρῳ λέγων εἶναί τις οὐκ οἶμαι εἰ διαμαρτήσεται, ἐπεὶ κἀνταῦθα ὁμοίως ἀναστρέφει τὸ πρᾶγμα, καθάπερ ἀνέστρεφεν ἐπʼ
ἀμφοῖν κἀκεῖ· ἀρίστη τε γὰρ ποιήσεων ἡ Ὁμήρου, καὶ 222 Ὅμηρος ποιητῶν ἄριστος, φαίην δʼ ἂν ὅτι καὶ ῥητόρων καὶ λογογράφων, λέγω δʼ ἴσως ταὐτόν· ἐπεὶ γάρ ἐστιν 223 ποίησις μίμησις ἁπάντων, ὁ δὲ μετὰ τῆς περὶ τὴν λέξιν κατασκευῆς ἄριστα μιμούμενος καὶ ῥήτορας δημηγοροῦντας καὶ κιθαρῳδοὺς πανηγυρίζοντας ὥσπερ τὸν Φήμιον καὶ τὸν Δημόδοκον καὶ τὰ ἄλλα πρόσωπά τε καὶ πράγματα ἅπαντα, οὗτος ἄριστός ἐστι ποιητής,
ἐπειδὴ οὖν ταῦθʼ οὕτως ἔχει, τάχʼ ἂν ταὐτὸν εἰρηκὼς 224 εἴην, εἰπὼν εἶναι ποιητῶν ἄριστον, ὡς εἰ καὶ ῥητόρων ἄριστον καὶ λογογράφων ἔλεγον. στρατηγῶν μὲν γὰρ ἢ τεκτόνων ἢ τῶν τοιούτων ἴσως οὐκ ἄριστος, καίτοι καὶ τὰ τοιαῦτα ἄριστα μιμούμενος, ἀλλʼ οὐ λόγος ἐκείνοις
ἡ τέχνη οὐδὲ ἐν λόγοις· οἷς δʼ ἔστιν ἐν λόγῳ τὸ ἔργον, οἷον ῥήτορσι λέγω καὶ λογογράφοις, ὁ τούτους ἄριστα μιμούμενος καὶ λέγων, ὥσπερ ἂν ὁ ἐκείνων ἄριστος εἴποι, πάντως ἂν εἴη καὶ αὐτὸς ἐκείνων ἄριστος. ἄριστος οὖν κατὰ πάντα λόγων εἴδη καὶ ποιητῶν ἁπάντων
καὶ ῥητόρων καὶ λογογράφων Ὅμηρος· καὶ γὰρ μεγέθη καὶ ἡδονὰς καὶ ἐπιμελείας καὶ δεινότητας καὶ τὸ μέγιστον ποιήσεως μίμησιν ἐναργῆ καὶ πρέπουσαν τοῖς ὑποκειμένοις κἀν τοῖς κατὰ λέξιν κἀν ταῖς εἰσαγωγαῖς τῶν προσώπων καὶ μύθων διατυπώσεις καὶ
225 μέτρων διαφόρους τομάς, ἐξ ὧν καὶ διάφορά πως συμβαίνει γίνεσθαι τὰ μέτρα καὶ ταῦτα ἐν δέοντι καὶ κατὰ λόγον μεταβαλλόμενα, πρὸς τῷ καὶ τὸ φύσει πάντων ἄριστον μέτρον προῃρῆσθαι καὶ ὅλως τὸ ποικίλον καὶ ἐξ ἁπάντων ἓν ὅτι κάλλιστον ὁ μάλιστα ἐργασάμενος
226 παρὰ πάντας ποιητὰς οὗτός ἐστιν. ἱκανὰ μὲν οὖν καὶ ταῦτα τήν τε ἀρίστην ποίησιν καὶ αὐτὸν Ὅμηρον χαρακτηρίσαι· ἵνα δὲ ἐντελέστερον ᾖ τὸ λεγόμενον, ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν.
καὶ οὕτω δὲ οὐχ ἅποσιν ἀλλὰ τισίν, ὁ δʼ ἐν τῷ καταλογάδην πανηγυρικὸς χρῆται μὲν σχεδὸν ἅποσιν ἀλλὰ μετά τινος παραμυθίας καὶ οὐχ ἁπλῶς. ἔστι δὲ ἴδια ποιήσεως παρὰ τὸν ἄλλον λόγον πάντως μέν που 227 καὶ τὰ μέτρα τά τε ὁμολογούμενα καὶ ὑπʼ αὐτῆς ψιλῆς
τῆς ἀκοῆς κρινόμενα. Μάλιστα δὲ ποιήσεως ἴδια αἵ τε μυθικαὶ ἔννοιαι πᾶσαι, οἷον τὰ περὶ Κρόνου καὶ Τιτάνων καὶ ἔτι Γιγάντων καὶ Διὸς αὐτοῦ καὶ τῶν ἄλλων θεῶν ἀνθρωποπαθῶς λεγόμενα, ὡς ἐγένοντο καὶ ὅσα ἔπραξαν ἢ πράττουσιν αὐτοί τε πρὸς ἑαυτοὺς καὶ πρὸς
ἀνθρώπους, καὶ ἔρωτες αὐτῶν καὶ πόλεμοι καὶ φιλίαι καὶ γοναὶ καὶ τροφαὶ καὶ ὅσα τοιαῦτα. πρὸς δὲ ταύταις, ὅσα περὶ ἀνθρώπων ἤ τινων ἄλλων ζῴων παραδοξολογοῦσιν, οἷον ὡς Κάδμος δράκων ἐγένετο ἐξ ἀνθρώπου καὶ ὡς Ἀλκυὼν ὄρνις καὶ ὅσα περὶ ἀηδόνωον 228
ἢ χελιδόνων λέγουσι. ταύτης δὲ τῆς ἰδέας καὶ τὸ γυναῖκας 229 ἐξ ἀνδρῶν ποιεῖν ὡς τὸν Τειρεσίαν καὶ ἄνδρας ἐκ γυναικῶν ὥσπερ τὸν Καινέα. τοιοῦτον δὲ καὶ τὸ πτερωτοὺς ἀνθρώπους λέγειν, ὡς ἔφυσαν, καὶ ὅλως σύνθετά τινα ζῷα ἢ ἐκτράπελα, οἶον Πήγασοι καὶ Γοργόνες καὶ Κένταυροι καὶ Σειρῆνες καὶ ρίτωνες καὶ
Ααιστρυγόνες καὶ Κύκλωπες καὶ Περσεύς καὶ ὅσα τοιαῦτα. μυθικὰ δὲ κἀκεῖνα καὶ ποιητικὰ τὰ ὑπερβάλλοντα μὲν ἀνθρώπου φύσιν, ὑπʼ ἐκείνων δὲ τερατολογούμενα ὡς γεγονότα καὶ πιστεύεσθαι ἄξια, οἷον ὅτι Ἀχιλλεῦ τοσόνδε ἐπήδα καὶ ὅτι ὁ Αἴας ἢ ὁ Ἕκτωρ τηλικοῦτοι
ῥᾳδίως ἐρρίπτει λίθον καὶ ὅτι τηλικοίδε ἦσαν, καὶ ὅλως τὰ τοιουτότροπα ποιητικά. καὶ τὸ τὰ ἄψυχα τοῖς θεοῖς μετʼ αἰσθήσεως τινος ὑπουργεῖν φάσκειν, οἶον «ταὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ καὶ τὸ «τοῖσι δʼ ὑπτο χθὼν δῖα φύε, καὶ ὅλως τὸ τὰ ἀδύνατα καὶ ἄπιστα
τερατεύεσθαι. τὸ μέντοι «τᾶταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ καὶ ὅσα τοιαῦτα ποιητικὰ μὲν καὶ ἡδέα, ὡς ἐν τῷ περὶ γλυκύτητος ἡμῖν εἴρηται, ἡττον δὲ ἔχει τερατολογίας. 230 πλὴν εἰ τοὺς ἵππους αὐτοῖς ἤ τινα ἄλλα ζῷα φωνὰς ἀνθρωπίνας προίεσθαι ὡς λίαν μυθικά τις καὶ ποιητικὰ
εἶναι λέγοι. Ἀφελὲς δὲ καὶ ποιητικὸν ὁμοῦ καὶ τὸ λεπτῶς εἰς τὰ κατὰ μέρος ίέναι, οἶον
232 ὅσα τοιαῦτα· ἐν μὲν γὰρ ποιήσει χρήσιμια, ἐν ἱστορίᾳ δὲ εὐτέλειαν ποιεῖ, πλὴν ἔνθα ἀφελῶς τις πάνυ βούλοιτο ἱστορίαν γράφειν· ἀφελῆ γὰρ καὶ ἡδέα ὁμοῦ τὰ κατὰ μέρος. Ἴδίαι μὲν οὖν ἔννοιαι ποιήσεως αὗται
παρὰ τὰς ἄλλας ἐννοίας τοῦ λόγου τοῦ πανηγυρικοῦ, αἵπερ εἰσὶ καὶ αὐταὶ ποιήσεως οἰκεῖαι.
ἢ τὸν Ἀπόλλωνα ἤ τινα ἄλλον θεὸν κἀκείνου ποιεῖν δοκεῖν εἶναι τὸν λόγον ἴδιον. πάλιν δʼ αὗ ταύτῃ ὁ μὲν συμβουλευτικὸς καὶ δικανικὸς ἥκιστα χρήσεται, ὁ δὲ πανηγυρικὸς μετά τινος παραμυθίας.
καὶ ὡς τῶν κατὰ ποίησιν καλλίστη λέξεων ἡ Ὁμήρου· καθαρὸς γὰρ ὡς ἐν ποιήσει κινδυνεύει μόνος ἢ σύν γε Ἡσιόδῳ κατʼ αὐτὴν εἶναι.
ταῦτα τῷ πανηγυρικῷ, κατὰ δὲ τὸ μιμητικόν, ὡς ἄν τὰ ειδη τῶν λόγων ἀπαιτῇ.
μένει ψιλή· ὅταν δὲ περὶ Ὁμήρου λέγωμεν, ἀνάγκη 234 προστιθέναι, ὅτι τόδε τὸ μέτρον, καὶ τοῦτο δὲ οὐχ ἀπλῶς 235 ὅτι ἑξάμετρον δακτυλικὸν καταληκτικόνʼ, οὐδὲ ὅτι ἥδε ἡ μηρικὴ ἀνάπαυσις ἢ ὅδε ὁ ῥυθμὸς ἢ ῆδε ἡ συνθήκη, ἀλλʼ ὥσπερ καὶ περὶ τῶν σχημάτων ἐν τοῖς κατὰ μίμησιν ἐλέγομεν, οὕτω συμιβαίνει τοῦτο κἀνταῦθα γίνεσθαι·
ὅταν γὰρ ἢ διάθεσιν ἐμπαθῆ τοῦ λέγοντος προσλάβῃ ὁ ποιητὴς ἤ τι ἄλλου προσώπου ἡθος μιμῆται ἢ καὶ αὐτὸς ἀφʼ ἑαυτοῦ τοιόνδε τι ἢ τοιόνδε πρᾶγμα ἐξαγγέλλῃ, ἀνάγκη τὰς προσηκούσας ἐνταῦθα καθʼ ἕκαστον γίνεσθαι κατὰ τὰ εἴδη τῶν λόγων ἀναπαύσεις καὶ
βάσεις καὶ συνθήκας καὶ ῥυθμούς, οἶον σεμνούς ἢ τραχεῖς ἢ ἀφελεῖς ἢ περικαλλεῖς καὶ ἐπιμελεῖς ἢ ὅσα εἴδη ῥυθμῶν τε καὶ λόγων ἐλέγομεν. τοῦτο δὲ συμβαίνει μάλιστα μὲν καὶ διὰ τὸ πλῆθος τῶν τοῦ ἑξαμέτρου σχημάτων — ἔστι γὰρ αὐτοῦ σχήματα δύο καὶ τριά
κοντα, ὡς διδάσκουσιν ἡμᾶς οἱ γραμματικοί —, ἔπειτα καὶ διὰ τὴν ποιὰν ἀνάπαυσιν, ὅ καὶ μέγιστον ἐν τοῖς τοιούτοις· ἐξίσταται γὰρ καὶ τοῦ οἰκείου πολλάκις τὸ μέτρον ῥυθμοῦ κατὰ τὰς ποιὰς τῶν στίχων τομὰς καὶ ἀναπαύσεις ἐννοιῶν κατὰ τὰ κῶλα· τὸ γοῦν «ταὐτοὺς
δὲ ἑλώρια τεῦχε κύνεσσιν» ἀναπαιστικόν πώς ἐστι γενομένῃς 236 ἀναπαύσεως ἐν τῷ ἡρώωνʼ· διότι δὲ ἢ τούτου ἐδέησεν αὐτῷ ἐνταῦθα ἢ ἑτέρωθί που ἄλλων τινῶν ῥυθμῶν, οὐ χαλεπῶς ἐπιγνοίη ἂν ὁ τὰ προειρημένα πάντα περὶ τῶν ἰδεῶν ἀπασῶν τοῦ λόγου ὀρθῶς ἐπ
237 εσκεμμένος καὶ ἔτι τὸν περὶ δεινότητος μεθόδου, ὅς μετὰ τήνδε ἡμῖν τὴν πραγματείαν τέτακται.
καὶ οἷον τὰ δεύτερα καὶ τρίτα φερομένων καθʼ ἕκαστον ἐκείνων ἐν τοῖς κατʼ αὐτοὺς εἴδεσι λεκτέον, καὶ πρῶτόν γε περὶ τῶν πολιτικῶν. δεῖ δὲ ἀναγκαίως πρότερον 238 εἰπόντα διὰ βραχέων, τίς ὁ ἀπλῶς πολιτικὸς λόγος, οὐχ ὁ Δημοσθενικὸς ἤ του ἄλλου, ἀλλʼ ἀπλῶς ὁ πολιτικός,
καὶ τίς ὁ ἀπλῶς πανηγυρικός, ἀλλʼ οὐχ ὁ κάλλιστος πανηγυρικὸς ἢ Πλατωνικὸς ἢ Ὁμηρικός, οὕτω καὶ περὶ τῶν καθʼ ἑνα λόγου ἀξίων ἀνδρῶν διὰ βραχέων χα ρακτηρίσαι· περὶ γὰρ τοῦ δικανικοῦ ἱκανῶς εἴρηται. ἀλλὰ πρότερόν γε περὶ τοῦ ἀπλῶς πολιτικοῦ ὅπερ ἐλέγομεν
ῥητέον.
Περὶ τοῦ ἀπλῶς πολιτικοῦ.
ἔτι τῆς τὸν ἀληθινὸν ποιούσης λόγον ἰδέας, ὅ δή ἐστι τοῦ πιθανοῦ. δεῖ δὲ ταῦτα ὡς ἕν ἀκούειν πάντα· ἐκ γὰρ 239 τῆς μίξεως τούτων καὶ οἶον ἑνώσεως ὁ ἀπλῶς πολιτικὸς γίνεται λόγος, οὗ δὴ καὶ πάντες μετέχουσιν, οὕς ὀνομάζομεν πολιτικούς, πλὴν ἴσως τοῦ σοκράτους κατά τι·
πλεῖστόν γε μὴν αὐτοῦ μέτεστι Λυσίᾳ τε καὶ σαίῳ καὶ ‘Υπερίδῃ, διὸ δὴ καὶ μάλιστά εἰσι πιθανοί.
σχεδὸν οὐδʼ ὅλως. καὶ τῶν ἄλλων δέ, ἅ τὸν ἀξιωματικὸν ποιεῖ λόγον, ὡς ἐλάχιστον αὐτῷ μέτεστι, πλεῖστόν γε μὴν δεινότητος ἔχει τῆς κατὰ μέθοδον.
τοῦ καλλίστου λόγου τῶν πολιτικῶν καὶ τὸ ἐπιμελὲς περιττότερον ἠ κατὰ Αυσίαν περιβολή τε ὡσαύτως καὶ τὰ λοιπὰ τοῦ μεγέθους εἴδη καί που καὶ ἀκμῆς ἔμφασις, ὡς ἀπολείπεσθαι μὲν τοῦ Δημοσθενικοῦ κατὰ ταῦτα οὐκ ὀλίγῳ, ὑπερβάλλειν δὲ καὶ πολλῷ τὸν Λυσίαν.
δεινότης δὲ ἡ κατὰ μέθοδον πολλὴ μὲν καὶ παρὰ τούτῳ, δεινότερος δὲ ὁ Αυσίας.
μὴ σφόδρα εὗ τῷ ἠθικῷ τε καὶ καθαρῷ κεκράσθαι. κίνησις δὲ καὶ γοργότης σχημάτων πάνυ ὀλίγη παρὰ τούτῳ. δεινότης δὲ ἡ κατὰ μέθοδον ἔστι μὲν καὶ παρὰ πᾶσι τοῖς ἄλλοις ῥήτορσι καὶ παρὰ τούτῳ, ἔλαττον δὲ ἢ κατὰ τὴν παρὰ τῷ Αυσίᾳ τε καὶ σαίῳ καὶ ἔτι τῷ
κορυφαίῳ αὐτῶν, λέγω τῷ Δημοσθένει. παρὰ δὲ ‘Υπερίδῃ κἀκείνην εὕροι τις ἂν τὴν δεινότητα, ἥ καὶ φαίνεται 243 καὶ ἔστιν, οὐχὶ τὴν κατὰ μέθοδον μόνην, σπανίως μέντοι, ὅπου γε καὶ παρὰ τῷ ημοσθένει σπάνιον τοῦτο. ἴδιον δὲ Τπερίδου τὸ καὶ ταῖς λέξεσιν ἀφειδέστερόν πως καὶ ἀμελέστερον χρῆσθαι, ὥσπερ ὅταν
‘μονώτατοςʼ λέγῃ καὶ γαλεάγραʼ καὶ ἐκκοκκύζεινʼ καὶ ἔστηλοκόπηταιʼ καὶ ἐπήβολοςʼ καὶ ὅσα τοιαῦτα.
περί τι λόγων εἶδος ἢ τοὐναντίον ἐλάττονι χρῆσθαι τούτῳ ἢ καὶ μέσως πως. καὶ πρῶτόν γε περὶ τοῦ Ἰσοκράτους λεκτέον.
εὐκρινείας, αἵ δὴ τὸν σαφῆ ποιοῦσι λόγον ἰδέαι, πολιτικώτατός ἐστι πάντων, ἤθους δὲ καὶ ἀληθείας ἀμοιρῶν ἦττόν ἐστι πιθανός. ἐπιμελείᾳ μέντοι καὶ κόσμῳ περιττεύει, μεγέθει τε ὡσαύτως, πλὴν ὅτι τὴν σφοδρότητα ἢ τραχύτητα, εἴ που καὶ χρῷτο ταύταις, τῇ ἐπιμελείᾳ
ἐκλύει· καὶ τὴν περιβολὴν δὲ ἠττον ἐν τοῖς περὶ τὴν λέξιν ποιεῖ καὶ τὴν μέθοδον, τοῖς κατʼ ἔννοιαν δὲ μάλιστα περιβάλλει· γοργότητος δὲ οὐδὲν ὅλως παρὰ τούτῳ. πλέον δέ, εἰ καὶ δυσχερὲς εἰπεῖν, τὸ ὕπτιόν τε καὶ ἀναβεβλημένον παρʼ αὐτῷ καὶ ὅλως τὸ πρεσβυτικὸν
καὶ διδασκαλικόν. τῷ δὲ φύσει ἀληθείας ἀμοιρεῖν καὶ ταῖς ἐργασίαις περιττός ἐστιν, ὥσπερ ἐπίδειξιν εὑρέσεως ἐννοιῶν ποιούμενος καὶ πολλὰ οὐ χρησίμως λέγων· δῆλον 246 δʼ, ἐξ ὧν εἰς τὰς αὐτὰς ὁ ῥήτωρ ἐμπεσὼν ἐννοίας αὐτῷ οὐχ ὁμοίως ἔχρήσατο ταῖς ἐργασίαις καὶ πίστεσι· πολλὰ δὲ τούτου τὰ παραδείγματα. καταφανέστερον μέντοι, ὅ λέγω, γίνεται ἔκ τε τοῦ προοιμίου τοῦ τετάρτου τῶν ιλιππικῶν, οἶον τεἰ μὲν περὶ καινοῦ τινος
πράγματος προὐτίθετο » καὶ τὰ ἐξῆς, καὶ τοῦ Ἀρχιδάμου· τῆς αὐτῆς γὰρ οὔσης προτάσεως, ὅτι δεῖ καὶ νεωτέρων πρὸ τῶν πρεσβυτέρων ἀνισταμένων ἀνέχεσθαι, ὅ μὲν ὥσπερ θέσιν τινὰ ὁ σοκράτης διὰ πλειόνων 247 κατεσκεύασεν, ὅ δὲ μιᾷ ἠρκέσθη κατασκευῇ. εἰ δέ
τι καὶ ἄλλο ἔχει τὸ προοίμιον τοῦ λόγου τούτου ὑπαίτιον, ἑτέρου καιροῦ ἐξετάζειν. ἡ μέντοι κατὰ μέθοδον δεινότης ἐστὶν οὐκ ὀλίγη καὶ παρὰ τούτῳ. Ταῦτα περὶ 248 Ἰσοκράτους.
ἀληθὴς καὶ πιθανὸς πολὑ τὸ σφοδρὸν ἔχει καὶ τὸ τραχὑ κατά τε τὴν ἔννοιαν καὶ τὴν μέθοδον· κατὰ δὲ αὐτὴν τὴν λέξιν ἡττόν ἐστι σφοδρός, κατὰ μέντοι τὰ περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς, καὶ πάνυ σφοδρός τε καὶ τραχύς
ἐστι· διὸ καὶ ἧττον ἐπιμελὴς ὁ λόγος αὐτῷ, γοργὺς μέντοι καὶ δεινὸς οὐ μετρίως· μιᾶλλον δὲ εἶναι δοκεῖ ἢ ἔστι δεινὸς διὰ τὸ τῆς τοιαύτης μᾶλλον μετέχειν δεινότητος. καθόλου τε ὁ ἀνὴρ ἐμφαινόμενον ἔχει πολύ τὸ Δημοσθενικὸν διὰ τὸ τραχὑ καὶ γοργὸν καὶ σφοδρόν,
249 ὥστʼ ἤδη τινὲς καὶ προσπαίζοντες αὐτὸν οὐκ ἀχαρίτως κρίθινον Δημοσθένην εἰρήκασι. Ταῦτα καὶ περὶ Δεινάρχου.
τις, σοφιστικὸς δὲ καὶ γαῦρος καὶ τῷ μεγέθει μετὰ τοῦ κατὰ σχῆμα κάλλους πλεονάζων· οὐ γὰρ μετὰ τοῦ διὰ παντὸς ἐπιμελοῦς, ἐπεὶ τούτου γε αὐτῷ τοῦ κόσμου βραχύ τι μέτεστι. καὶ διʼ ὀλίγου μέν ἐστιν ἐπιμελής, 250 ἀμελέστερος δὲ καὶ ἀτονώτερός πως. τῷ δὲ ἠθικῷ τῷ
κατʼ ἐπιείκειαν χρώμενος οὐκ ὀλίγῳ, τοῦ τύπου τοῦ ἀληθοῦς ἡττον μετέχει· διό, καίτοι πολλῇ τῇ σφοδρότητί τε καὶ τραχύτητι χρώμενος, ἔστιν οὗ τόνον οὐδένα ἔχει διὰ τὸ μὴ πεποιθότως μηδὲ ἀληθινῶς προφέρεσθαι τὸν λόγον. ταὐτὸ δὲ αἴτίον καὶ τοῦ μὴ πάνυ
γοργὸν μηδὲ εὐκίνητον εἶναι. δεινότης δὲ ἡ κατὰ μεθοδον 251 μέν ἐστιν οὐκ ὀλίγη παρʼ αὐτῷ, ἡ δὲ φαινομένη τε ὁμοῦ καὶ οὖσα ἀναγκαίως ἐκ τῶν προειρημένων.
ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἴ σοφιστεύσαντες, ὡν καὶ λόγον ἀνάγκη ποιήσασθαι· ὧν εἶς 252 μέν ἐστιν ὁ ῥήτωρ, οὑπερ οἱ φονικοὶ φέρονται λόγοι 253 καὶ οἱ δημηγορικοὶ καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὀνειροκρίτης λεγόμενος γενέσθαι, οὑπερ οἵ τε Περὶ τῆς ἀληθείας εἶναι λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας καὶ οἱ δημηγορικοὶ καὶ ὁ
Πολιτικός. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς Ἀντιφῶντας γενέσθαι — πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν ἐπιγραφομένων τῆς Ἀληθείας λόγων πρὸς τοὺς λοιπούς —, ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι καὶ παρʼ
ἄλλοις ἱστορουμένου πάλιν οὐ πείθομαι· Θουκυδίδην γὰρ Ἀντιφῶντος εἶναι τοῦ Ἐαμνουσίου μαθητὴν ἀκούω πολλῶν λεγόντων, καὶ τὸν μὲν ἴαμνούσιον εἰδὼς ἐκεῖνον, οὗπερ εἰσὶν οἱ φονικοί, τὸν Gουκυδίδην δὲ πολλὴ κεχωρισμένον καὶ κεκοινωνηκότα τῷ εἴδει τῶν τῆς Ἀληθείας
254 λόγων, πάλιν οὐ πείθομαι. οὐ μὴν ἀλλʼ εἴτε εἶς ὁ Ἀντιφῶν ἐγένετο, δύο λόγων εἴδεσι τοσοῦτον ἀλλήλων διεστηκόσι χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἑκάτερος ὅ μὲν τοῦτο ὄ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη χωρὶς περὶ ἑκατέρου διελθεῖν· πλεῖστον γάρ, ὡς ἔφαμεν, τὸ
μεταξύ.
καὶ γάρ ἐστι τοῖς χρόνοις τῶν δέκα ῥητόρων τούτων πρεσβύτατος ἀπάντων. μεγέθει δὲ χρῆται μὲν οὐκ ὀλίγῳ, καλῶς δέ πως συνυφασμένῳ καὶ οὐ κατὰ τὸν Τππερίδην διεστηκότι τῶν ἄλλων οὐδʼ αὗ κατὰ τὸν Αἰσχίνην σοφιστικῷ, καίτοι τῆς λέξεως αὐτῷ πολλαχοῦ
διηρμένης. ἐπιμελής γε μὴν οὕτως ὡς μὴ εἶναι προσκορής, γοργὸς δὲ μετρίως ἐστὶ καὶ δεινὸς ὡσαύτως.
περαίνειν τὸ πᾶν, ὅ δὴ τοῦ ἀξιωματικοῦ τε λόγου ἐστὶ 257 καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῇ λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι. καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας· διὸ καὶ συγχεῖ τὸν λόγον καὶ ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ
κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐδʼ ἀληθινοῦ τύπου μέτεστι τῷ ἀνδρί φραίην δʼ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν. οὐ μὴν οὔσης γε ὡς ἀληθῶς.
διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν. ἔστι 258 γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῷ Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφαντικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, 259 διευκρινῶν, ὥστʼ εἶναι καὶ σαφὴς ἅμα τῷ μεγέθει καὶ εὐκρινής. ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν
τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἀπλῶς χρῆται τῷ τοιούτῳ κόσμῳ οὐδὲ κατὰ τὸν Ἀντιφῶντα προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλʼ ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δʼ ἄλλοις
τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται, οἷον ἐπιεικεία 260 ἢ ἀφελείᾳ ἢ ὅσα τοιαῦτα. Ταῦτα καὶ περὶ Κριτίου. Ἐπεται δὲ τῷ περὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου λόγῳ ὁ περὶ Αυκούργου τοῦ καὶ ὁνομιασθέντος οὕτω ῥήτορος.
φαινομένην, οὐ μὴν οὖσαν ὡς ὄντως δεινότητα ἔχειν· τοπικώτεροι γάρ εἰσιν οἴ λόγοι μᾶλλον αὐτοῦ καὶ καταδρομὴν ἔχοντες ἔστιν οὗ κατὰ τῶν ἀποδεδειγμένων πραγμάτων. χρῆται δὲ πολλαῖς πολλάκις καὶ ταῖς παρεχβάσεσιν, 261 ἐπὶ μύθους καὶ ἱστορίας καὶ ποιήματα φερόμενος, ἅ δὴ τῆς φαινομένης ἐστὶ καὶ αὐτὰ δεινότητος.
ἐστιν ἐν τοῖς σχήμασι καὶ ἀδιευκρίνητος καὶ τὰ πολλὰ ἐπισυνάπτει τε καὶ περιβάλλει ἀτάκτως διὰ τὸ ταῖς ἐπεμβολαῖς χωρὶς εὐκρινείας χρῆσθαι· ὅθεν ἔδοξέ τισι 262 φλύαρος καὶ ἄλλως ἀσαφὴς εἶναι. ἐπιμελείας δὲ αὐτῷ 263 καὶ κόσμου πάνυ βραχὺ μέτεστι γοργότητός τε ὡσαύτως.
καὶ μέντοι καὶ τῆς κατὰ μέθοδον δεινότητος ὀλίγον, ἀλλὰ καὶ σφόδρα ὀλίγον ἔχει, τῆς δʼ ἄλλης σχεδὸν οὐδʼ ὅλως.
καὶ τρίτα τοῦ δικανικοῦ τε καὶ συμβουλευτικοῦ τῶν λόγων εἴδους ἀποφέρονται. τούτῳ δʼ ἕπεται μὲν περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ λόγου εἰπόντας περὶ τῶν κατὰ τοῦτο μετὰ Πλάτωνα εὐδοκιμούντων λέγειν, ὥσπερ ἐκεῖ περὶ τῶν μετὰ τὸν Δημοσθένην εἰρήκαμεν.
Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.
ἕκαστα πλεονάσαντα ποιῆσαί τινα τύπον πανηγυρικόν, 264 οἶον σεμνότης μόνη, ἀφέλεια, πάλιν γλυκύτης, καθαρότης, 265 ἐπιμέλεια, ἅπανθ’ ἀπλῶς τὰ προειρημένα· καὶ φααίνονταί γε οὕτως καὶ οἱ εὐδοκιμοῦντες τῶν ἀρχαίων κατὰ τὸ πανηγυρικὸν χρησάμενοι τῷ λόγῳ, περὶ ὧν ῥητέον. — Ἀνάγκη δὲ πρῶτον τοσοῦτον προειπεῖν, ὅτι
τοῦ καλλίστου τῶν πανηγυρικῶν ὀφείλοντος ἔχειν μέγεθος μεθʼ ἡδονῆς καὶ ἔτι κόσμον καὶ σαφήνειαν, ἤδη δὲ καὶ προσώπων μιμήσεις καὶ ὅσα ἄλλα τοιαῦτα ἐν τῷ περὶ πανηγυρικοῦ ἡμῖν εἴδους λέλεκται, ἅ δὴ καὶ οὐχ ἡ ποίησις μόνη οὐδὲ μὴν ἡ λογογραφία, ἀλλὰ καὶ
ἡ ἴστορία ἔχει πλεονάζοντα πάντα, πάντως δεῖ καὶ τοὺς ἱστοριογράφους ἐν τοῖς πανηγυρικοῖς τετάχθαι, ὥσπερ οἶμαι καὶ εἰσίν, ἐπεὶ καὶ μεγέθους καὶ ἡδονῶν στοχάζονται καὶ τῶν ἄλλων οἶμαι σχεδὸν ἀπάντων, εἰ 266 καὶ μὴ παραπλησίως ἐκείνῳ τυγχάνουσι, λέγω τῷ
τωνι· ὥστε ἀνάγκη καὶ περὶ τούτων ἐνταῦθα εἰπεῖν. ἀλλʼ ἐπʼ ἐκείνους γε ἰτέον πρῶτον τοὺς μετὰ τὸν Πλάτωνα κατὰ τὸ πανηγυρικὸν εὐδοκιμοῦντας, ἄλλως τε ἐπειδὴ τινὲς αὐτῶν καὶ ἀμφοῖν μετέχουσιν, ἱστορίας τε καὶ τῆς ἄλλης λογογραφίας, ὥσπερ οὖν ὁ ἐνορῶν,
περὶ οὗ δὴ καὶ πρῶτον λεκτέον.
ποιεῖ καὶ οὐ κατʼ ἄλλο τι τῶν φύσει γλυκύτητος ἰδίων. τὸ μέντοι περὶ τὸν Ἀβραδάτην καὶ τὴν Πάνθειαν πᾶν ἡθός τε καὶ πάθος πολλὰς ἔσχε τὰς ἡδονὰς μυθικῶς πλασθέν, καὶ τὰ περὶ τὸν ΤΠγράνην δὲ ὡσαύτως καὶ τὴν γυναῖκα αὐτοῦ τὴν Ἀρμενίαν. ἔφαμεν δὲ, ὅτι μανῶς
μὲν χρῆται ταῖς τοιαύταις γλυκύτησι, χρῆται μέντοι καὶ ταύταις. μεγέθους δὲ κατὰ μὲν ἔννοιαν ἅπτεται πολλαχοῦ, καθαιρεῖ δὲ καὶ τοῦτο καὶ βιάζεται πρὸς τὸ ἀφελὲς ταῖς μεθόδοις καὶ τῇ λέξει καὶ τοῖς περὶ τὴν λέξιν ἄπασι. καθαρὸς δὲ καὶ εὐκρινὴς εἴπερ τις ἕτερος
ὁ Sενοφῶν, δριμύτησι δὲ καὶ ὀξύτησι χαίρων, ὡν τὴν φύσιν ἐν τῷ περὶ γλυκύτητός τε καὶ ἀφελείας εἴρήκαμεν. ἐπιμελείᾳ δὲ ὡς ἐν ἀφελεῖ τε καὶ ἀπλάστῳ λόγῳ χρῆται πολλῇ, τῆς δὲ παρὰ τῷ Πλάτωνι ἀφελείας πολλῷ ἡ παρὰ τούτῳ ἀφελεστέρα ἐστί, κατʼ αὐτὰς τὰς 270 ὑποθέσεις τῶν πραγμάτων τοιαύτη γινομένη, οὐ μόνον
κατὰ τὴν λέξιν καὶ τὰ ἑπόμενα τῇ λέξει. Χυμπόσια γοῦν ἀμφοτέροις ἐστὶ γεγραμμένα, ἀλλʼ ὅ μὲν καὶ ὀρχηστρίδων εἰσόδους καὶ ὀρχημάτων εἴδη τινὰ καὶ φιλήματα καὶ πολλὰ τοιαῦτα λέγειν μεθʼ ἡδονῆς οὐ παραιτεῖται,
ὅ δὲ ταῦτα ἀφεὶς ταῖς γυναιξίν, ὡς αὐτός φησιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὴν ἀφέλειαν τῶν πραγμάτων. 271 τοιοῦτος δὲ ὁ Χενοφῶν κἀν τοῖς ἱστορικοῖς, 272 οἷος κἀν τοῖς ἄλλοις, οἶον ὅτι χιλὸν ἐστέψαντο, ὅταν λέγρ, καὶ ὅτι τοῖς παισὶν ὡς ἐνεοῖς διελέγοντο καὶ ὅτι πίνειν ἀπὸ τοῦ κρατῆρος ἐπικύψαντας ἔδει καθάπερ βοῦν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθʼ ὑπερβάλλουσαν
ἀφέλειαν ἔχει τὴν ἡδονήν, ἧπερ οὐχ ὁμοίως ὁ Πλάτων χρῆται. κὰν ταῖς μιμήσεσι δὲ τῶν προσώπων μᾶλλον εὐδοκιμεῖ, ὅτε ἀφελῆ καὶ ὡς ὄντως ἄπλαστα καὶ ἁπαλὰ καὶ ἡδέα ἤθη ψυχῶν μιμοῖτο, ὥσπερ καὶ τὸ τοῦ Κύρου παιδὸς ἔτι ὄντος καὶ ὅσα τοιαῦτα· παρὰ δὲ τῷ Πλάτωνι
τοιοῦτον οὐδὲν ἔστι, πλὴν ὅσον ἐν ταῖς κατὰ μειρακίων ἡλικίαν, οἶον ὅτε τὸν εαίτητον ἤ τι τοιοῦτο πρόσωπον εἰσάγοι, πάντως οὐ κατὰ τὸ Κύρου δήπουθεν ὄν, λέγω παιδὸς ἔτι ὄντος, ἢ κατὰ τὸ τῆς Ἀρμενίας γυναικὸς ἢ ὅσα τοιαῦτα. ἰδίον δὲ Ξενοφῶντος
καὶ τὸ κατὰ ποσὰ διαστήματα χρῆσθαι ποιητικαῖς πως λέξεσι πολὑ τῶν ἄλλων τῇ φύσει διεστηκυίαις λέξεων, ὥσπερ ὅταν λέγῃ πορσύνεινʼ καὶ ὅσα τοιαῦτα. Μετὰ δὲ Σενοφῶντα τάττοιτʼ ἄν ὁ Αἰσχίνης ἡμῖν, 273 λέγω δὲ τὸν Χωκρατικόν. οὗτος τοίνυν ἔστι μὲν
ἀφελὴς καὶ αὐτὸς εἴπερ τις ἕτερος, πλείονι δὲ τᾷ καθαρῷ καὶ εὐκρινεῖ ἢ τῷ ἀφελεῖ χρῆται· ταῦτά τοι καὶ λεπτότερός ἐστι κατὰ τὴν λέξιν τοῦ ενοφῶντος· ἐννοίαις γὰρ οὐκ ὀλίγαις καὶ αὐτὸς σεμνοτέραις χρῆται, 274 275 276 ἡδοναῖς δὲ ταῖς ἀπὸ τῶν μύθων τε καὶ μυθικῶν μετριώτερον. ὅσον δὲ ὁ Ξενοφῶν ἀφελεία τῇ κατʼ αὐτὸν ὑπερβέβληκε τὴν Πλάτωνος ἀφέλειαν, φαίης ἂν ὅτι τοσοῦτον πάλιν αὗ τὸν ενοφῶντα ὑπερβέβληκεν
ὁ Αἰσχίνης τῇ λεπτότητι· διὸ καὶ πολλῷ καθαρώτερός ἐστιν ἐπιμελής τε ὡς ἐν ἀφελείᾳ σφόδρα καὶ μᾶλλόν γε ἢ ἐνορῶν.
μνήμην — ἀφελὴς μὲν οὐδενὸς ἡττόν ἐστι τῶν προειρημένων, λεπτότερος δὲ καὶ πολλῷ καθαρώτερος σχεδὸν ἀπάντων· ὑπέρισχνον γὰρ αὐτῷ τὸ εἶδος καὶ οὐδαμοῦ μέγεθος ἔχον, πλὴν εἴ που κατʼ ἔννοιαν μόνην. μύθοις μέντοι χαίρων καὶ ταῖς ἀπὸ τούτων ἡδοναῖς·
ὅς γε καὶ μύθους αὐτὸς πολλοὺς ἔπλασεν, οὐκ Αἰσωπείους μόνον, ἀλλʼ οἶους εἶναί πως καὶ δραματικούς. ἐπιμελὴς δὲ κατὰ τὴν σύνταξιν ἀλλʼ ὅτι μάλιστα, μετὰ μέντοι τοῦ μὴ λυμαίνεσθαι τῇ ἀφελείᾳ.
εἶδος λόγων εὐδοκιμούντων ἀνδρῶν, μεθʼ ὧν καὶ τὸν ἔικόστρατον ἐτάξαμεν, τοσαῦτα εἰρήσθω. ἐξῆς δʼ ἂν λέγοιμεν περὶ τῶν κατὰ τὸ ἴστορικὸν εἶδος ἐλλογίμων. οἱ γὰρ σοκράτους τε καὶ Αυσίου Ὀλυμπικοί τε καὶ Παναθηναῖκοὶ καὶ αὐτὸ τοῦτο Πανηγυρικοί, κἂν
ἐπιγράφωνται οὕτω Πανηγυρικοί, δῆλόν ἐστιν ὡς ἄλλο τι βούλονται· μετρίως γάρ πωος ἔχουσι τὸ πανηγυρικὸν 278 καὶ ὅσον τάχα ἄν καὶ συμβουλή τις ἢ δικανικὸς λόγος δέξαιτο· εἰ δὲ ἄρα καὶ ταύτης εἶεν τῆς ἰδέας τά τε ἄλλα καὶ διὰ τὸν κόσμιον τὸν περὶ τὴν συνθήκην τοῦ σοκράτους, ἀρκεῖ τὰ λεχθέντα περὶ αὐτῶν ἐν τοῖς περὶ τῶν δικανικῶν τε καὶ συμβουλευτικῶν ἀνδρῶν εἰρημένοις. 279 ἀλλὰ λεκτέον γε ἤδη καὶ περὶ τῶν ἱστορικῶν
πλὴν Ξενοφῶντος· ὁποῖος γὰρ εἰς τούς λόγους ὁ ἀνήρ, ὀλίγῳ πρότερον εἰρήκαμεν.
τοῦ καθαροῦ καὶ εὐκρινοῦς πολύς ἐστι ταῖς ἡδοναῖς· καὶ γὰρ ταῖς ἐννοίαις μυθικαῖς σχεδὸν ἀπάσαις καὶ τῇ λέξει ποιητικῇ κέχρηται διόλου. μέγεθος δὲ πολλαχοῦ μὲν ἔχει καὶ τὸ κατʼ ἔννοιαν, κατὰ μέντοι τὴν ἐπιμελειαν καὶ τὸ πολὑ τοῦ κόσμου τὸ συναμφότερον καὶ
τὴν ἡδονὴν ἔχει καὶ τὸ μέγεθος· οἱ γὰρ πλεῖστοι τῶν ῥυθμῶν αὐτῷ κατά τε τὰς συνθήκας καὶ κατὰ τὰς βάσεις δακτυλικοί τέ εἰσι καὶ ἀναπαιστικοὶ σπονδειακοί 280 τε καὶ ὅλως σεμνοί. ἤθη δὲ καὶ πάθη προσώπων εἴπερ τις ἄλλος κάλλιστα καὶ ποιητικώτατα μεμίμηται, διὰ δὲ
τούτων καὶ πλείονι τῷ μεγέθει πολλαχοῦ κέχρηται, ὡς ἔν τε ἄλλοις καὶ ἐν τῇ ἑβδόμῃ τῶν Ἰστοριῶν κατὰ τοὺς Ξέρξου πρὸς Ἀρτάβαζον κἀκείνου πρὸς Ξέρξην περὶ τῶν ἀνθρωπείων πραγμάτων λόγους. Τοσαῦτα καὶ περὶ Ἡροδότου.
ἢ μετʼ Αἰσχίνην, ἀλλʼ οὐδὲ μετὰ Ξενοφῶντα ἡμεῖς τάττοιμεν ἂν λόγων τε δυνάμεως ἕνεκα καὶ τῆς κατʼ αὐτοὺς ἕξεως, ἄλλως τε καὶ ἐν εἴδει πανηγυρικῷ· 282 τῇ δὲ ἀκολουθίᾳ τοῦ περὶ τῆς ἰδέας ἐκείνης λόγου ἑπόμενοι ταύτῃ τῇ τάξει κεχρήμεθα, ἰδίᾳ μὲν τούς ἄλλους
πανηγυρικούς, ἰδία δὲ τοὺς ἱστορικούς τιθέντες. καὶ τῶν ἱστορικῶν δὲ ἐν πρώτοις ἔροδότου διὰ τοῦτο ἐμνήσθημεν, ὅτι πανηγυρικώτερος καὶ ἡδίων οὐ ουκυδίδου μόνον ἀλλʼ ἴσως ἀπάντων ἐστὶ τῶν οὕτω γράφειν λόγους προελομένων· ἐπεὶ ουκυδίδης γε κἂν 283
ἀμφισβήτησίν τῳ παράσχοι, μεθʼ ὧν ἐξετάζοιτʼ ἄν δικαίως· οὐχ ἧττον γὰρ δικανικός ἐστι καὶ συμβουλευτικὸς ἢ πανηγυρικός, λέγω καὶ κατὰ τὰς ἐννοίας καὶ τὸ μηδὲν ἀκατασκεύως εἰσάγειν. ἀλλὰ τετάχθω μέν, ἔνθα αὐτῷ καὶ προσήκει τετάχθαι καθʼ ἑκάτερον, κατά τε τὸ
τῶν λόγων εἶδος καὶ κατὰ τὸ προκεκρίσθαι τινῶν, ἑτέρων δέ, εἰ καὶ τοῦτο συμβαίνοι, τὰ δεύτερα φέρεσθαι τῆς περὶ τοὺς λόγους ἕξεως ἕνεκα· ἡμεῖς δὲ ὁποῖός τίς ἐστι χαρακτηρίσομεν.
τυγχάνει μέν του μεγέθους, οὐ μὴν οὗπερ ἐφίεσθαί μοι δοκεῖ μεγέθους τυγχάνει· βούλεται μὲν γάρ, ὡς 284 ἔγωγε οἶμαι, σεμινὸν εἶναι τὸν λόγον αὐτῷ, ὅπερ ἴδιον μεγέθους πανηγυρικοῦ, φαίνεται δὲ ὑπερβαίνων τοῦτο καὶ μάλιστα κατὰ τὴν λέξιν ἐπὶ τὸ τραχύτερον μιιᾶλλον καὶ τὸ σκληρότερον καὶ διὰ τοῦτο ἐπὶ τὸ ἀσαφέστερον, καὶ ἔτι κατὰ τὴν συνθήκην τῶν λέξεων· ἐπιμιελεῖται
μὲν γὰρ κόσμου ἀλλʼ ὅτι μάλιστα, βουλόμενος δὲ εἶναι καὶ τοῦτο ὑψηλὸν αὐτῷ καὶ ὑπέρογκον πάλιν ὑπερεκπίπτει κατά τε τὰς ὑπερβολὰς καὶ τὰς καινότητας τῶν συνθηκῶν, ὥστε ἐπὶ τὸ σκληρότερον καὶ δι’ αὐτὸ ἐπὶ τὸ ἀσαφέστερον φέρεσθαι. ἀξιωματικὸς δὲ ὁ ἀνὴρ
285 ἀλλʼ ὅτι μάλιστα, ταῖς δὲ ἐννοίαις εἴπερ τις ἄλλος πολιτικὸς ὁμοῦ καὶ σεμνός· οὐδὲν γὰρ ἀκατάσκευον οὐδʼ ἐν ταῖς ἱστορίαις ἀπολείπει. ταῖς μέντοι μεθόδοις οὐ τοιοῦτος· μετὰ γὰρ μεγέθους τινὸς γνωρίμου ἤ τινος 286 ἑτέρου τοιούτου καὶ τὰς κατασκευὰς εἰσάγει· διὸ καὶ
ἀγλευκής ἐστι σχεδὸν διόλου· εἰ δέ που καὶ γλυκύτητα ἔχοι, μάλιστα μὲν ὥσπερ ἀλλότριόν τι τῆς ἰδέας αὐτοῦ ἐκφαίνεται τὸ μέρος ἐκεῖνο, οἷόν ἐστι καὶ τὸ «Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπὸ Ἀθηνῶν σχόντι γυναῖκαx καὶ τὰ ἐξῆς καὶ ὅσα τοιαῦτα. θαυμάζειν δέ,
εἰ καὶ μὴ τοιοῦτον ἦν τοῦτο, οὐκ ἐχρῆν, ὅτι καὶ ἡδονήν που ἔσχεν ὁ λόγος αὐτῷ· σχεδὸν γὰρ οὐδʼ ἄλλος τις τῶν κατʼ ἄνδρα λόγων ὁτιοῦν ἕν εἶδος προελόμενός τε καὶ ἐργασάμενος δύναιτʼ ἂν καθαρὸς ὀφθῆναι καὶ 287 μὴ οὐχὶ καὶ τῶν ἄλλων ἀπάντων ἀμιῃγέπῃ προσαψάμενος εἰδῶν τοῦ λόγου. ἔτι ὡς ἴστορικὸς ὁ Θουκυδίδης κέχρηται μὲν καὶ μιμήσει κατά τε τὰς δημηγορίας καὶ ἔν τισι διαλόγοις, ὁ αὐτὸς δέ ἐστι κἀν τούτοις,
μᾶλλον δὲ μειζόνως ἐν τούτοις ἐστὶ τοιοῦτος, οἶον αὐτὸν ἐχαρακτηρίζομεν, ἐπεὶ ἔν γε τῇ ἴστορίᾳ ἠττόν ἐστι σκληζς καὶ τραχύς· ἔχει γὰρ πολλὰ ἐνταῦθα καθαρά τε καὶ εὐκρινῆ καὶ τόν γε διδάσκαλον αὐτοῦ τὸν Ἀντιφῶντα πολλοῖς μὲν καὶ ἄλλοις, τούτοις 288
δὲ οἶμαι καὶ μᾶλλον παρελήλυθε. Τοσαῦτα καὶ περὶ τοῦ Θουκυδίδου.
καὶ οὐ μεμιγμένῇ χρησάμενος οὐδὲ κατὰ τὸν Μρόδοτον ποικίλῃ, ἡττόν ἐστιν ἕνεκά γε τῆς λέξεως ποιητικός. καὶ ἡ ἐπιμέλεια δὲ αὐτῷ οὐ τοιαύτη οὐδʼ ὅμοιος ὁ κόσμος ὁ περὶ αὐτήν· διὸ καὶ ταῖς ἡδοναῖς ἐλαττοῦται πολλῷ τοῦ Ἡροδότου, ἀλλὰ πάνυ πολλῷ, καίτοι γε
μύθους τὰ πάντα σχεδὸν καὶ τοιαύτην τινὰ ἱστορίαν 289 συγγραψάμενος. ἀλλʼ οὐ μόνον ἡ ἔννοια ἱκανὴ λόγων εἶδος ὁτιοῦν ἐξεργάσασθαι, πολὑ δὲ ἔχει καὶ ἡ λέξις καὶ τὰ περὶ τὴν λέξιν, οἶον σχήματα, κῶλα, συνθῆκαι, ῥυθμοί, ἀναπαύσεις, πρὸς τὸ καὶ ἡδονὰς ποιῆσαι καὶ
γλυκύτητας, οἶαί εἰσιν αἱ παρὰ ροδότῳ, καὶ νὴ Δία γε ἄλλο τι λόγων εἶδος, ὡς ἕκασται πεφύκασιν ἐργάζεσθαι λόγων ἰδέαι. εἰκότως οὖν τοῦτο ὁ Κκαταῖος πέπονθε, τῆς ἐπιμελείας καὶ τοῦ περὶ τὴν λέξιν κόσμου μὴ ὁμοίως φροντίσας. Τοσαῦτα καὶ περὶ Ἑκαταίου.
χαρακτηρίσαι, πρὸς δὲ τούτῳ καὶ ὅτι ζήλου καὶ μιμήσεως τὰ εἴδη τῶν λόγων αὐτῶν οὐ πάνυ τι, μᾶλλον δὲ οὐδʼ ὅλως, ὅσα γε ἐμὲ γινώσκειν, ήξίωται παρὰ τοῖς Ἕλλησι, καθάπερ τὰ τῶν ἄλλων οἷον Θουκυδίδου. Ἡροδότου, Ἑκαταίου, Ξενοφῶντος, τῶν λοιπῶν.
περὶ τούτων οὐκ ἀναγκαίως εἰρήκαμεν, δυναμένων ῥᾳδίως χαρακτηρίζειν καὶ πάνθʼ ὁντιναοῦν καὶ νέον καὶ παλαιὸν καὶ ποιητὴν καὶ λογογράφον καὶ ῥήτορα τῶν τὰ γενικὰ δὴ ταῦτα εἴδη τοῦ λόγου καὶ οἶον στοιχεῖα πάσης ἰδέας ἐπεσκεμμένων, περὶ ὧν τὴν πᾶσαν
ραγματείαν ταύτην συνεστησάμεθα· ὥῶστε περιττῶς 292 ἂν πλεονάζοιμεν καὶ περὶ τῶν ποιητῶν καθʼ ἕκαστον διεξιόντες, ἄλλως τε καὶ πάνυ πολλοῦ γενησομένου τοῦ λόγου, μὴ μόνον περιττοῦ· δεῖ γὰρ δήπου πρότερον, 293 εἰ μέλλοι τις ταῦτα ὀρθῶς διευκρινήσειν. ἰδίᾳ
μὲν περὶ ἐποποιίας εἰπεῖν τι καὶ τῶν κατʼ αὐτὴν δευτέρων γε καὶ τρίτων μεθʼ Ὅμηρον, ἰδίᾳ δʼ αὗ περὶ 294 τραγῳδίας καὶ κωμῳδίας ὡσαύτως τῶν τε λυρικῶν ποιημάτων καὶ τῶν ἄλλων εἰδῶν τῆς ποιήσεως ἀπάντων καθʼ ἕκαστόν γε αὐτῶν εἰπεῖν, τίς ὁ πρῶτος καὶ διὰ τί καὶ τίς ὁ δέύτερος καὶ διὰ τί, ὥστε σχεδὸν εἰς
ἀπέραντόν τι τὸν λόγον προελθεῖν.
παρεληλυθώς, ὡς καὶ μικρῷ πρότερον διωρισάμην καὶ αὐτὸ δηλώσειν τὸ πρᾶγμα φημί.
Περὶ ἰδεῶν λόγου. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.