Α
τῶν ἀναγκαιοτάτων εἶναι γινώσκειν, ὅπῃ ποτὲ ἔχουσι καὶ ὅπως γίνονται. καὶ γὰρ τὸ τὰ τῶν ἄλλων εἰδέναι κρίνειν, καθʼ ὅ τι τε καλῶς ἂν ἔχοι καὶ ἀκριβῶς καὶ καθʼ ὅ τι μή, εἴτ’ οὖν τῶν ἀρχαίων εἴη τινὸς εἴτε καὶ τῶν νεωτέρων, οὐκ ἄνευ τῆς περὶ ταῦτα ἐπιστήμης
γένοιτ’ ἄν· εἴτε καὶ αὐτός τις γενέσθαι βούλοιτο λόγων ἐργάτης καλῶν τε καὶ γενναίων καὶ παραπλησίων τοῖς τῶν ἀρχαίων, τό γε τῆς ἐπιστήμης ταύτης ἀναγκαιότατον, εἰ μέλλοι μὴ σφόδρα πόρρω τἀκριβοῦς τις ἀπενεχθήσεσθαι. ἡ γάρτοι μίμησις καὶ ὁ ζῆλος ὁ πρὸς ἐκείνους
μετὰ μὲν ἐμπειρίας ψιλῆς καί τινος ἀλόγου τριβῆς γινόμενος οὐκ ἂν οἶμαι δύναιτο τυγχάνειν τοῦ ὀρθοῦ, κἂν 1 2 3 πάνυ τις ἔχῃ φύσεως εὖ· τοὐναντίον γὰρ ἴσως ἂν αὐτὸν καὶ σφάλλοι μᾶλλον τὰ τῆς φύσεως πλεονεκτήματα χωρὶς τέχνης τινὸς ἀλόγως ᾄττοντα, πρὸς ὅ τι καὶ τύχοι· μετὰ μέντοι τῆς περὶ ταῦτα ἐπιστήμης καὶ γνώσεως ὅτε τις τοὺς ἀρχαίους ἐθέλοι ζηλοῦν, κἂν μετρίως ἔχῃ φύσεως,
4 οὐκ ἂν ἁμαρτάνοι τοῦ σκοποῦ. κράτιστον μὲν γάρ, εἰ καὶ τὰ τῆς φύσεως συλλαμβάνοιτο· πλείονι γὰρ ἂν οὕτως ἀγαθόν τις ἐργάσαιτο· εἰ δὲ μή, ἀλλ᾿ ὅ γε μαθητόν ἐστι καὶ διδακτόν, οὐκ ἐν ἄλλοις ἐφʼ ἡμῖν δὲ ὄν, πειρατέον 5 κτᾶσθαι· τάχα γὰρ ἂν οὕτω καὶ τοὺς εὖ πεφυκότας
οἱ μὴ τοιοῦτοι μελέτῃ καὶ τῇ κατʼ ὀρθὸν ἀσκήσει παρέλθοιεν. οὕτω δὲ ὄντος μεγάλου τε καὶ ἀναγκαίου τοῦ περὶ τῶν ἰδεῶν λόγου καὶ τοῖς ἐργάζεσθαι ταῦτα καὶ τοῖς εἰδέναι κρίνειν βουλομένοις, τοῖς δὲ ἄμφω καὶ πολὺ μᾶλλον, οὐ χρὴ θαυμάζειν, εἰ μὴ ῥᾴδιον αὐτὸν
μηδʼ οἷον ἁπλῆς τινος δεῖσθαι πραγματείας ὄντα εὑρίσκοιμεν· ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ τοῦ ῥᾴστου περιγίνεσθαι πέφυκε, λόγων δὲ καλῶν τε καὶ γενναίων καὶ πάσης ἀπλῶς ἰδέας αὐτῶν εἰ μέλλοι τι χρηστότερον ἀνθρώποις οὖσι καὶ ζῴοις λογικοῖς γενήσεσθαι, θαυμάζοιμιʼ
ἄν.
ἢ ἀφέλεια καὶ τὰ λοιπὰ τῶν λόγων εἴδη. ἐπειδὴ δὲ ἐκείνων δήπουθεν ἕνεκα — λέγω τῶν κατʼ ἄνδρα εὐδοκιμούντων — καὶ ταύτης δεόμεθα τῆς πραγματείας, 7 ἀνάγκη προχειρισαμένους ἡμᾶς τὸν μάλιστα τῶν ἄλλων ποικίλως χρησάμενον τῷ λόγῳ καὶ σχεδὸν ἐξ ἀπάσης
ἰδέας συμμιγεῖ διὰ τούτου περὶ ἀπασῶν εἰπεῖν τῶν ἰδεῶν· ἀνάγκη γὰρ τά τε μέρη καθʼ ἕκαστον καὶ τὸ ὅλον εἶδος τοῦ τοιούτου δεικνύντας, ὅθεν τε καὶ ἐξ ὧν συνἐστηκεν, ὁποῖόν τέ ἐστι καὶ διʼ οὗ τοιοῦτον, περὶ πάσης τε ἰδέας λόγων ἀκριβῶς εἰπεῖν καὶ τίς ἡ μῖξις αὐτῶν
καὶ πῶς μιγνυμένων τῶν αὐτῶν τοτὲ μὲν ποιητικός, τοτὲ δὲ οὐ ποιητικός, καὶ τοτὲ μὲν πανηγυρικός, τοτὲ δὲ 8 συμβουλευτικὸς ἢ δικανικὸς ἢ ὅλως τοιόσδε ἢ τοιόσδε ὁ λόγος γίνεται.
τὸν τρόπον τὰ περὶ τοὺς λόγους καὶ καταποικίλας τὸν αὐτοῦ διηνεκῶς οὐκ ἄλλος τις κατʼ ἐμὴν δόξαν ἢ Δημοσθένης· διὰ τοίνυν τούτου καὶ τῶν παρὰ τούτῳ λεκτέον ἂν εἴη δήπουθεν καὶ περὶ τῶν ἄλλων ἰδεῶν ἀπασῶν τοῦ λόγου. ἐπιτιμήσῃ δὲ μηδεὶς μήτε τῇ 9 μεθόδῳ ταύτῃ μήτε τῇ κρίσει, πρὶν ἅποσιν ὁμιλῆσαι τοῖς ῥηθησομένοις· οἶμαι γὰρ θαυμάσεσθαι ἂν εἰκότως μᾶλλόν τινας ἡμᾶς διὰ ταῦτα καὶ τὸ μέγιστον ἐπʼ εὐκρινείᾳ ἤ τινος ἐπιτιμήσεως ἕνεκα τούτων ἀξίους νομιεῖν, μόνον εἰ προσέχειν τοῖς ἐφεξῆς ἐθελήσαιεν. ὁ τοίνυν
Δημοσθένης ὅτιπερ κεφάλαιον ἦν τὸν πολιτικὸν 10 ἠκριβωκὼς τὸ μὲν ὡς διὰ πάντων ἥκει πανταχοῦ ταῖς μίξεσι μήθʼ, ὅτε συμβουλεύοι, πάντῃ χωρίζων τοῦ δικανικοῦ τε καὶ πανηγυρικοῦ τὸν λόγον αὐτοῦ μήθʼ, ὅτε τι τῶν ἄλλων ποιεῖ, τὰ λοιπὰ ἀφιείς, τάχʼ ἂν οὐ τῶν
σφόδρα γένοιτο χαλεπῶν εὑρεῖν τοῖς οὐχ ἀπλῶς αὐτὸν μετιοῦσιν· οἶς μέντοι καθαπερεὶ στοιχείοις τισὶ χρησάμενος εἴδεσι λόγου τοιοῦτον εἴργασται τὸν ἑαυτοῦ, ἂδὴ καὶ τὸν πανηγυρικὸν αὐτὸν καὶ τἆλλα πάντα τῶν λόγων εἴδη ποιεῖ συνιστάμενα πρὸς ἄλληλα, τοῦτο δὴ παγχάλεπον
εὑρεῖν ἔμοιγε εἶναι δοκεῖ. χαλεπὸν δὲ οὐδὲν ἧττον καὶ τὸ εὑρόντα εἰπεῖν καὶ δεῖξαί τι σαφὲς περὶ αὐτῶν· οὐδὲ γὰρ ἔστιν, ὅστις πρὸ ἡμῶν ὅσα ἐμὲ γινώσκειν εἰς τήνδε τὴν ἡμέραν ἀκριβές τι περὶ τούτων πραγματευσάμενος φαίνεται, ὅσοι δὲ καὶ ἥψαντο, τεταραγμένως καὶ λίαν ἀπιστοῦντες
σφίσιν αὐτοῖς περὶ ὧν εἶπον εἰρηκόσιν, ὥστε αὐτοῖς συγκεχύσθαι τὰ πάντα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ οἱ δόξαντές τι λέγειν περὶ τἀνδρὸς τὸ κατὰ μέρος θεωρήσαντες 11 καὶ τοῦτο ὅπως ἐδύναντο, τῶν δʼ ἐν τῷ καθόλου 12 βραχέα ἢ οὐδὲν φροντίσαντες, λέγω περὶ αὐτῆς σεμνότητος, περὶ αὐτῆς ἀφελείας, τῶν ἄλλων ἰδεῶν, τάχα ἄν περὶ Δημοσθένους τι διδάσκοιεν ἡμᾶς καὶ τούτου
νὴ Δία τῶν μερῶν, ὧν τὰς θεωρίας συγγράψαι φασί, περὶ μέντοι παντὸς τοῦ λόγου καὶ πάσης ἰδέας, εἴτε ἐν μέτροις εἴτε ἐν ποιήσει εἴτε ἐν τῷ καταλογάδην εἴδει, παντάπασιν ἡμᾶς ἀδιδάκτους εἴασαν τὸ ὅσον ἐπʼ αὐτοῖς. χαλεπὸν μὲν οὖν ὅπερ ἔφην ταῦτα καὶ εὑρεῖν 13
καὶ εὑρόντα διδάξαι σαφῶς μετʼ εὐκρινείας, ἀλλὰ μιὴ κατʼ ἐκείνους· πειρατέον δὲ ὅμως, καθʼ ἣν προὐθέμεθα ὁδόν. τὰ γάρτοι τοῦ Δημοσθενικοῦ λόγου καθαπερεὶ στοιχεῖα καὶ ἀρχὰς εἰ δυνηθείημεν ἀκριβῶς αὐτὰ ἕκαστα ἐφʼ ἑαυτῶν πόσα τέ ἐστι δεῖξαι καὶ ὁποῖα καὶ ὅπως
γίνεται τίς τε ἡ πρὸς ἄλληλα μῖξις αὐτῶν καὶ τί δύνανται τόνδε ἢ τόνδε μιγνύμενα τὸν τρόπον, τάχα ἂν περὶ ἀπάντων τῶν λόγων εἰρηκότες εἴημεν. ‘ἡ μὲν οὖν ὑπόσχεσιςʼ κατʼ αὐτὸν φάναι τὸν ῥήτορα ‘οὕτω μεγάλη, τὸ δὲ πρᾶγμα ἤδη τὸν ἔλεγχον κἀνταῦθα δώσει, κριτὴς
δὲ ἡμῖν ὁ βουλόμενος ἔστωʼ.
δὴ γίνονται, αἳ δὲ κοινωνοῦσιν ἀλλήλαις μέρει τινὶ ἢ καὶ μέρεσιν· ὅλως τε αὃ μὲν γένη εἰσὶν εἰδῶν, αἳ δὲ ὥσπερ κατὰ διαφοράν τινα κοινωνοῦσιν ἑτέραις ἰδέαις τοῖς ἄλλοις κεχωρισμέναι πᾶσιν, αἳ δὲ ὅπερ ἔφην μένουσιν ἐφʼ ἑαυτῶν οὐδενὸς ἄλλου προσδεόμεναι. προϊοῦσι
δʼ ἔσται φανερώτερον, ὃ λέγω, ὅτε καὶ καθʼ ἐκάστην 15 16 αὐτῶν προχειριζόμεθα.
ὅτε καὶ τὰς ὑποβεβηκυίας τινὰς τῶν προειρημένων ῖδεῶν προτιθέντες, ἐξ ὧν πεφύκασι γίνεσθαι, λέγομεν.
καὶ αὐτῆς ἰδιότητα πάλιν αὗ σχήματά τέ ἐστί τινα καὶ κῶλα συνθέσεις τε καὶ ἀναπαύσεις καὶ τὸ ἐξ ἀμφοῖν τούτοιν συνιστάμενον ὁ ῥυθμός· ἡ γὰρ ποιὰ σύνθεσις τῶν τοῦ λόγου μερῶν καὶ τὸ ὡδί πως ἀναπεπαῦσθαι τὸν λόγον ἀλλὰ μὴ ὡδὶ ποιεῖ τὸ τοιόνδε ἀλλὰ μὴ τοιόνδε
εἶναι τὸν ῥυθμόν.
περὶ ὧν ὕστερον λέξομεν ἐν τῷ περὶ αὐτῆς τῆς γλυκύτητος λόγῳ. ἀλλʼ ἔννοιαι μὲν αὗται, μέθοδοι δὲ τὸ προηγουμένως καὶ σὺν ἀφηγήσει αὐτὰς διεξιέναι, ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἢ πως ἑτέρως. λέξις δὲ ἡ διὰ ἐπιθέτων καὶ ὅση δριμεῖα καὶ τῆς ποιητικῆς ἡ μὴ
διηρμένη μηδὲ πλατεῖα φύσει αἵ τε τῆς καθαρότητος ἅπασαι. τῆς δʼ αὖ λέξεως σχήματα μὲν τὰ κατʼ ὀρθότητα ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ χωρὶς ἐπεμβολῆς, κῶλα δὲ 18 τὰ ὀλίγῳ τῶν κομματικῶν μείζονα ἢ καὶ τὰ κομματικὰ αὐτά, συνθήκη δὲ κατὰ μὲν τὰ τοῦ λόγου μέρη μᾶλλον
ἡ ἀνειμένη διὰ τὴν τοιαύτην λέξιν, οὐ μὴν ἥ γε διεστηκυῖα πάντ — δεῖ γάρ τι καὶ κατὰ τὸν ῥυθμὸν ἔχειν τὴν γλυκύτητα ἡδονῆς —, κατὰ δὲ τὰς βάσεις ὅση δακτυλική 19 τε καὶ ἀναπαιστική. τὸν δὲ περὶ ῥυθμοῦ τι λέγοντα καὶ συνθήκης ἀνάγκη καὶ περὶ συλλαβῶν καὶ στοιχείων
διαλαβεῖν· ἐκ γὰρ τούτων καὶ τῆς ἀναπαύσεως ὁ ῥυθμός· δῆλον δὲ ἔσται μᾶλλον ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων τοῦτο. ἀλλὰ συνθήκη μὲν αὕτη γλυκύτητος, ἀνάπαυσις δὲ ἡ βεβηκυῖα μᾶλλον. ὁ δὲ ῥυθμὸς ὥσπερ εἶδός τι ἐπακολουθεῖ τῇ τε συνθήκῃ τῇ ποιᾷ καὶ τῇ
ἀναπαύσει ἄλλο τι ὄν παρὰ ταῦτα, καθάπερ οἰκίας ἢ 20 πλοίου τῶν τοιῶνδε λίθων ἢ ξύλων τόνδε πως ἢ τόνδε τὸν τρόπον συντεθέντων καὶ μέχρι τοῦδε παυσαμένων τοιόνδε τὸ εἶδος ἢ τοιόνδε γίνεται, ἄλλο τι παρὰ τὴν συνθήκην καὶ τὴν ἀνάπαυσιν ὄν.
καὶ διὰ τούτων γίνεται, ἐννοίας, μεθόδου, λέξεως, σχήματος, κώλου, συνθήκης, ἀναπαύσεως, ῥυθμοῦ. ἔγὼ δʼ, ὅτι μὲν καὶ τούτοις ἐπὶ τοῖς προειρημένοις δεῖ σαφηνείας τινός, οὐκ ἀγνοῶ, οὐδʼ ὡς οἴονται τινὲς γενέσθαι ἂν ἴσως ταῦτα σαφῆ διὰ τῶν παραδειγμιάτων, εἰ προτεθείη·
οὐ μὴν ἀλλὰ τὸ μὲν δεῖν παραδειγμάτων αὐτοῖς 21 ὁμολογῶ, τὸ δέ, εἰ τεθεῖεν νυνὶ παραδείγματα, γενέσθαι ἂν σαφές, περὶ οὗ ὁ λόγος, οὐκέτʼ ἂν συγχωρήσαιμι· ἐπεὶ τοὐναντίον, εἰ νῦν καὶ ἐνταῦθα καὶ καθʼ ἕκαστον τῶν προειρημένων τεθείη τὰ παραδείγματα, μηκύνοιτό
τε ἂν διʼ αὐτὸ μᾶλλον ὁ λόγος καὶ ταραχή τις ἂν πλείων εἰκότως γίνοιτο· ἔπειτα μέντοι καὶ τὸ παρὸν οὐ περὶ γλυκύτητος προὔκειτο λέγειν — ὕστερον γὰρ ἀκριβέστερον καὶ περὶ ταύτης ἐροῦμεν —, ἀλλʼ ὅσον ἐμφῆναι, διὰ τίνων γένοιτʼ ἄν ἀκριβὲς ἕν αὐτὸ ἕκαστον λόγων εἶδος,
ἵν’ ἀπὸ τούτων, ὅπερ ἔφην, εὐμαθέστερον ἔχοντες ῥᾳδίως ἑποίμεθα τοῖς ἐφεξῆς. οὐκοῦν ἐκεῖσε ἐπάνειμι.
ἢ τοιόνδε ἕκαστον αὐτῶν εἶναι συμβέβηκεν. ἐξαιρῶ μέντοι τοῦ λόγου τὸν ῥήτορα· οὐ γὰρ κατὰ ταὐτὰ ἐκείνοις μιᾷ τινι τῶν προειρημένων πλεονάσας ἰδέᾳ καὶ αὐτός, ἀλλὰ μέρει μέν τινι μᾶλλον δὲ εἴδει μιᾶς πλείονι χρησάμενος τῶν λοιπῶν, λέγω τῇ περιβολῇ (διότι δὲ τοῦτο
πεποίηκεν, ἐν τῷ περὶ μεγέθους ἡμῖν καὶ τῆς περιβολῆς αὐτῆς ἀκριβῶς λελέξεται), ἀλλʼ ὅπερ ἔλεγον, τούτῳ γάρ, ὃ δὴ πολλοστόν ἐστι μέρος ἢ εἶδος ἰδέας μιᾶς, πλείονι χρησάμενος τῶν λοιπῶν, τοῖς δὲ ἄλλοις ἅποσιν ἑκάστῳ τὸ κατʼ ἀξίαν νείμας καὶ τὰ μὲν ὑψηλὰ σφόδρα
καὶ λαμπρὰ τῶν νοημάτων μεθόδοις τισὶν ἢ σχήμασιν 24 ἤ τινι τῶν ἄλλων καθαιρῶν, τὰ δʼ αὖ λεπτὰ καὶ μικρὰ διὰ τῶν αὐτῶν τούτων ἐγείρων τε καὶ ὀρθῶν καὶ ἕκαστα τῶν ἄλλων κατὰ ταὐτὰ μιγνὺς τοῖς οὐκ οἰκείοις οὐδὲ ἰδίοις αὐτῶν μέρεσι καὶ καταποικίλλων, οὕτω τὸν λόγον
αὐτοῦ πάντα πεποίηκεν ἁρμόττειν αὐτοῖς καὶ τὸ ὅλον ἓν εἶναι πασῶν αὐτῷ διʼ ἀλλήλων ἡκουσῶν τῶν ἰδεῶν, ὥστʼ ἐξ ἀπάντων τῶν καλῶν ἕν τοῦτο κάλλιστον εἶδος ἀπειργάσθαι λόγων τὸ Δημοσθενικόν.
ἑκάστῳ τὸν λόγον γίνεσθαι. τό γε μὴν πλεονάζειν λέγω οὐ τὸ τοῖς πλείοσι χρῆσθαι τῶν εὖ ποιούντων ἰδέαν ἑκάστην, οἷον μεθόδῳ, σχήματι, συνθήκῃ, ἀναπαύσει καὶ τοῖς τοιούτοις· τάχα μὲν γὰρ καὶ τοῦτο ἂν εἴη τι, ἀλλʼ ὅ γε λέγω, τοιοῦτόν ἐστιν τὸ τοῖς κυριωτάτοις ἰδέας ἑκάαστη 26 μάλιστα χρῆσθαι· τοῦτο γὰρ καὶ τὴν ἰδέαν ὡς ἐπὶ
27 τὸ πλεῖστον ποιεῖ καὶ τὸ πλεονάζειν τοῦτ’ ἦν τὸ τοῖς κρατίστοις χρῆσθαι τοῦ εἴδους. ἔστι δʼ ὅτε, εἰ ταῦτα παραλείπει τις τοῖς ἄλλοις χρώμενος ἅποσιν, εἰ καὶ πλεονάζει κατ’ ἐκεῖνα, ἀλλὰ γοῦν ἧττον ἂν τυγχάνοι
τοῦ εἴδους ὁ λόγος ἐκείνου, οὗπερ ἦν οἰκεῖα, οἷς ἐχρήσατο. περὶ τοίνυν τῆς δυνάμεως λεκτέον ἂν εἴη τῶν ποιούντων ὡς ἔφαμεν τὰ εἴδη τοῦ λόγου.
λέγω τὸ τῆς λέξεως, ἐπεὶ τό γε τῆς ἐννοίας, ὅπερ ἦν μέθοδος, τέταρτον λέγω — οὐ κατὰ δύναμιν τῶν ἐν δεινότητι· 28 29 ἐκεῖ γὰρ κινδυνεύει τὰ πρῶτα ἀποφέρεσθαι, ὡς ἐν τῷ περὶ δεινότητος ἔσται φανερώτερον U+00AF· συνθήκη δὲ καὶ ἀνάπαυσις ἔστω τελευταῖα, γένοιτο δʼ ἂν ἴσως ποτὲ καὶ οὐ τελευταῖα καὶ μάλιστα ἐν τῇ ποιήσει· χωρὶς
μὲν γὰρ θατέρου θάτερον μικρὰ ἂν ἢ οὐδὲν πρὸς εἶδος λόγου συμβάλλοιτο, μετʼ ἀλλήλων μέντοι καὶ τοῦ ῥυθμοῦ πολλὰ καὶ οὐ μικρά. καὶ τάχα ἂν ἡμῖν παῖδες μουσικῶν ἀμφισβητήσειαν, εἰ καὶ πρὸ τῆς ἐννοίας θετέον αὐτά· δύνασθαι γὰρ φήσουσι τὸν ῥυθμὸν καὶ
καθʼ ἑαυτὸν χωρὶς ὅλως ἐνάρθρου φωνῆς, ἡλίκα οὐδεμία λόγων ἰδέα· καὶ γὰρ ἡδίους ποιῆσαι τὰς ψυχὰς ὑπὲρ ἄπαντα πανηγυρικὸν λόγον εἶναί φασι τοὺς ῥυθμοὺς 30 ἐπιτηδείους καὶ τοὐναντίον αὗ λυπηράς, ὡς οὐδεμία ἐλεεινολογία, δύνασθαι δὲ καὶ θυμὸν κινῆσαι μειζόνως
ἢ πάντα σφοδρὸν καὶ καταφορικὸν λόγον· ὅλως δὲ περὶ πάντων ἐφεξῆς οὕτως ἡμῖν ἴσως ἂν ἐρεσχελήσωσιν. ἡμεῖς δὲ οὐ διοισόμεθα πρὸς αὐτούς, ἀλλʼ ἔστω μέν, εἰ βούλοιτό τις, πρῶτον, εἰ δὲ βούλοιτο, τελευταῖον ἢ μέσον τῇ δυνάμει τῶν προειρημένων ὁ ῥυθμός. ἐγὼ δέ, ὁποῖοί 31 τινές εἰσιν ἑκάστης ἰδέας οἰκεῖοι, καθʼ ὅσον ἐγχωρεῖ λέξει
πεζῇ χωρὶς τοῦ περιᾴδειν προσαρμόσαι τινὰ ῥυθμόν, τοῦτο δείξειν φημί· καὶ εἴ γε δύναιντο κἀνταῦθα οἱ ῥυθμοί, ὅσα κἀν τῇ ἄλλῃ μουσικῇ, κείσθωσαν πρῶτοι, εἰ δὲ μὴ τοσοῦτον δύναιντο, τετάξονται ἡμῖν, ὅπως ἂν
οἶμαι καὶ δυνάμεως ἔχωσι. φημὶ γάρ· ἔστι μὲν οὗ καὶ ὁ ῥυθμὸς πολὺ συνεισήνεγκε τῷ τοιόνδε γίνεσθαι τὸν 32 λόγον, ἀλλὰ μὴ τοιόνδε, οὐ μὴν τοσοῦτόν γε, ὁπόσον ἐκεῖνοί φασι.
ἰδέας ποιοῦντα τοῦ λόγου, καὶ ποία τις ἡ τούτων δύναμις, κἀκ τίνων ὁ Δημοσθενικὸς λόγος συνέστηκε, καὶ διʼ ἣν αἰτίαν τοῦτον προχειρίσασθαι δεῖν τὸν ἄνδρα κρίνομεν, εἴρηται. ἐπεὶ δὲ χωρὶς μὲν αὐτὴν καθʼ αὐτὴν οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐξειργασμένην ἰδέαν
διαρκῶς U+00AF πλὴν εἰ τὸ ἑκάστου ἔργον ἰδέαν λέγοι τις οἷον Πλατωνικὴν ἢ Δημοσθενικήν U+00AF, ἀλλʼ ἐπειδὴ αὐτὴν μὲν καθʼ ἑαυτὴν ὅπερ ἔφην σεμνότητα ἢ τι τῶν ἄλλων 33 ἀδύνατον παρά τινι τῶν ἀρχαίων εὑρεῖν ἦν διηνεκῶς, μῖξιν δὲ οὔτε λόγου οὔτε ἄλλου τινὸς τῶν πάντων οἷόν
τέ ἐστι γνῶναι καλῶς ἤτοι ποιήσασθαι μὴ πρότερον αὐτὰ ἕκαστα, ἐξ ὧν ἡ κρᾶσις γέγονεν ἢ γένοιτο ἄν, ἐπιγνόντα U+00AF οἷον λευκοῦ καὶ μέλανος φύσιν, ἐξ ὧν τὸ φαιόν, εἰ κραθείη, γίνεσθαι πέφυκεν U+00AF· ἐπειδὴ οὖν τοῦθʼ οὕτως ἔχει, ἀνάγκη πάντων τούτων ἀπαλλαγέντας U+00AFτῶν
κατʼ ἄνδρα λέγω, Πλάτωνος, Δημοσθένους, Ξενοφῶντος, τῶν ἄλλων ἀπάντων U+00AF ἐπὶ τὰ ἐξ ἀρχῆς ἰέναι οἱονεὶ στοιχεῖα λόγου καὶ περὶ ἑκάστου χωορὶς διαλαβεῖν. ῥᾴδιον 34 γὰρ τοῖς γε ἐντεῦθεν ὁρμωμένοις καὶ περὶ τῶν καθʼ ἕνα καὶ γνῶναι καὶ εἰπεῖν, τὰς ἀκριβεστάτας μίξεις αὐτῶν καταθεωμένοις, ἐάν τέ τις τοὺς ἀρχαίους ἐάν τε 35 καὶ τῶν νεωτέρων τινὰς ἐξετάζειν καὶ ζηλοῦν βούληται.
κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. περὶ τοίνυν τούτων λεκτέον καὶ πρῶτόν γε περὶ σαφηνείας καὶ τῶν ἰδεῶν, αἵ ποιοῦσιν αὐτήν. θαυμάζειν δὲ οὐ χρή, ἐάν τινες ἰδέαι κοινωνοῦσαι κατά τι ἑτέραις εὑρίσκωνται, οἷον ἢ κατʼ ἔννοιαν ἢ κατὰ λέξιν ἢ τι ἕτερον, ὥσπερ ἡ
καθαρότης τῇ ἀφελείᾳ κατά τε ἄλλα τινὰ καὶ κατὰ τὸ τῆς ὀρθότητος σχῆμα κεκοινώνηκεν, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων»· καὶ γὰρ 36 καθαρὸν τοῦτο καὶ ἀφελές. καὶ πάλιν ἡ τραχύτης καὶ ἡ ἀκμὴ κοινὰς ἔχουσι τὰς ἐννοίας· αἰ γὰρ ἐπιτιμήσεις
οὖσαι τραχύτητος ἴδιαι ποιοῦσι τὴν ἀκμήν, ὅτε κώλῳ καὶ σχήματι μακρῷ ἐξαγγελθεῖεν. οὕτω δὲ δήπουθεν καὶ λαμπρότητι ἡ ἀκμὴ κοινωνοῦσα εὑρίσκεται. ἀλλʼ οὐ χρὴ τοῦτο θαυμάζειν· τῷ μὲν γὰρ ὅλῳ ἑκάστη ἰδέα ἑτέρα τῶν ἄλλων εὑρίσκεται, μέρη δέ τινα οἷον 37 διαφορὰς οὐσίας τινὰς ἔχειν ἑτέραις τὰ αὐτὰ ἰδέαν ἡντιναοῦν οὐ κεκώλυται, ὥσπερ ὁ ἄνθρωπος τῷ μὲν ὅλῳ ἕτερόν ἐστι τῶν ἄλλων ζῴων, τῷ δʼ εἷναι θνητὸν πολλοῖς κοινωνεῖ, καὶ τῇ τοῦ λογικοῦ δὲ διαφορᾷ κοινωνεῖ δήπου τοῖς θεοῖς. καὶ τοῦτο κατʼ ἀρχὰς εὐθὺς
διωρίσαμεν, ὡς εἰσὶ τῶν ἰδεῶν τινες, αἳ κατά τι κεκοινωνήκασιν ἑτέραις.
ᾗπερ ἐναντίον ἐστὶ δήπουθεν ἡ ἀσάφεια, ᾖ ὑποβέβηκε τὸ καθαρὸν καὶ εὐκρινές.
Περὶ σαφηκείας.
39προειρημένοις, ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς· εὐκρίνεια δὲ τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον, τάχα δʼ ἄν τι καὶ τῶν ἄλλων εὐκρίνειαν ποιοίη.
πάντα —, περὶ ἧς ἐν τῷ περὶ μεγέθους καὶ ἀξιώματος λόγῳ λέξομεν.
Περὶ καθαρότητος.
μηδὲ περινενοημένον, ὁποία ἦν καὶ ἡ προειρημένη, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκωνν» καὶ πάλιν «τλέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ» καὶ ὅσαι τοιαῦται. χρὴ δὲ αὐτὰς καθʼ ἑαυτὰς ὁρᾶν
τὰς ἐννοίας ταύτας, ἀλλὰ μὴ ὧν ἕνεκα παρελήφθησαν, ἐπεὶ ἄλλο τι ὑπονοήσομεν εἶναι αὐτὰς καὶ οὐ καθαράς, 41 καίτοι ὅτι μάλιστα καθαρωτάτας οὔσας, εἰ καθʼ ἑαυτὰς θεωροῖντο. αὗταί γε μὴν σχεδὸν καὶ πάντῃ εἰσὶν ἔνεκά γε τῆς ἐπιβολῆς καθαραί, οἷον «ἀδελφὰς ἔχομεν
γυναῖκας ἐγώ τε καὶ Σπουδίας οὗτοσίx» καὶ πάλιν «κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ὦ Ἀθηναῖοιx. καὶ ὅλως πολλὰ ἐν ἰδιωτικοῖς καθαρῶν ἐννοιῶν ἔστι παραδείγματα, οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖς δημοσίοις.
ἢ ἄρχηταί γε ἀπʼ αὐτοῦ ψιλοῦ τοῦ πράγματος καὶ μηδὲν ἔξωθεν συνεφέλκηται, οἷον ἢ γένος εἴδει προσλαβὼν ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ κρίσιν δικαστῶν ἢ ποιότητα πράγματος ἢ τὴν πρὸς ἕτερον διαφορὰν
ἤ τι τοιοῦτον· περιβάλλει γὰρ ἅπαντα ταῦτα καί εἰσιν ἔννοιαι περιβολῆς αὗται, ἥ ἐστιν ἐναντία καθαρότητι. 43 περιβάλλει δὲ καί, ὅσα φύσει παρακολουθεῖ τοῖς πράγμασιν, εἰ προσλαμβάνοιντο, οἷον τόπος ἤ χρόνος ἢ πρόσωπον ἢ τρόπος ἢ αἰτία ἤ τι τοιοῦτον. ἀπηλλάχθαι οὖν δεῖ τούτων ἀπάντων τὸν καθαρὸν λόγον κατὰ τὴν μέθοδον ἤτοι παντάπασί γε ἢ οὕτως ὥστε
μηδὲν τούτων πρὸ αὐτοῦ τοῦ πράγματος τετάχθαι· ἐπεὶ 44 καὶ ταῦτά τις προσλαμβάνων ἢ τινὰ τούτων ὅμως δύναται ποιεῖν φαίνεσθαι καθαρὸν τὸν λόγον διὰ τῶν ἄλλων, ἃ δὴ τὴν καθαρότητα ποιεῖ, οἷον σχημάτων, λέξεων καὶ τῶν λοιπῶν, καί τις τοιαύτη ἐστὶ μέθοδος καθαρότητος·
δόξει μὲν γὰρ λέγειν καθαρῶς, οὐ μὴν ὡς ἀληθῶς γε ἐρεῖ, περιβάλλει δὲ οὐδὲν ἧττον. καὶ τοῦτο ἰδεῖν ἔστι παρὰ τῷ ῥήτορι μάλιστα, ἐπεὶ καὶ τὸ «ὐβρισθείς, ὦ Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα» καὶ τὰ ἐφεξῆς τά τε προειρημένα παραδείγματα σχεδὸν
πάντα ἕνεκα μὲν τῆς ἐπιβολῆς καθαρῶς εἰσῆκται· ἀπὸ γὰρ αὐτῶν ἦρκται ψιλῶν τῶν πραγμάτων καὶ φαντασίαν ἔχει καθαρότητος καὶ ἰδιωτισμοῦ· τὰ δὲ μετὰ ταῦτα ἐφʼ ἑκάστῳ ῥηθέντα περιβολὴν ἐποίησε λεληθυῖαν. δῆλον οὖν ἐκ τούτων, ὅτι καὶ φαινόμενός τις ἔστι λόγος
καθαρός, οὐ μὴν ὡς ὄντως γε τοιοῦτος. — Μεθόδου καθαρᾶς καὶ τὸ ἀφηγηματικῶς, ἀλλὰ μὴ ἄλλως πως εἰσάγειν τὰ πράγματα· μέθοδος γάρ τις οἶμαι καὶ ἡ ἀφήγησις, ἀλλʼ οὐ σχῆμα, ὡς οἴονται τινές· ἐπεὶ καὶ ἐν πολλοῖς σχήμασιν ἀφηγήσαιο ἄν, καὶ γὰρ ὁρθώσας
45 46 καὶ πλαγιάσας καὶ μερίσας καὶ συμπλέξας, καὶ ὅλως πολλοῖς σχήμασιν ἀφήγησις γίνεται, οὐ μὴν ἅ γε ὄντως ἐστὶ σχήματα, σχήμασιν ἄλλοις τισὶ γίνεσθαι πέφυκεν. εἴη ἂν οὖν μέθοδός τις καὶ ἡ ἀφήγησις. εἴτε δὲ
μέθοδος εἴτε σχῆμα, εἰδέναι δεῖ, ὡς χρήσιμον τοῦτο τῇ καθαρότητι. Ἀλλʼ ἐννοίας μὲν καὶ μεθόδους καθαρότητος ταύτας εὑρίσκομιεν.
τὸ ἀταρπός, οἶον «προσέβη τρηχεῖαν ἀταρπόν» καὶ τὸ «τκατεσθίων κατέφαγε καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «πεπρακὼς ἐαυτόν» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα καὶ ἁρπάζων», ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐναργῆ μέν ἐστι καὶ μέγεθος ἔχοντά πως, οὐ μὴν
καθαρά· διὸ τοῖς πολλοῖς αὐτῶν καὶ σαφηνισμοῦ τινος δεῖ, ὡς τῷ ‘ἐκνενευρισμένοιʼ ἐδέησε τοῦ «περιῃρημένοι χρήματα, συμμάχους» εἰς σαφήνειαν. πολὑ δὲ τὸ καθαρὸν τῆς λέξεως παρʼ Ἰσοκράτει.
Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι». δεῖ δέ, ὅπερ ἔφην καὶ μικρῷ πρότερον, αὐτὰ ἕκαστα ἐφʼ ἑαυτῶν ὁρᾶν, περὶ ὧν ὁ λόγος, ὥσπερ κἀνταῦθα ὁρᾶν τὸ σχῆμα δεῖ μόνον εἰ καθαρόν, ἀλλὰ 48 μὴ τὰ ἐφεξῆς εἰρημένα· οὐ γὰρ εἴασεν ἐκεῖνα μεῖναι τὸν λόγον ἐφʼ ἑαυτοῦ καθαρόν. τοιαῦτα δʼ ἐστὶ καὶ 49 τὰ προειρημένα, τὸ Σαννίων ἔστι» καὶ τὸ «ἀδελφὰς ἔχομεν γυναῖκας καὶ τὰ λοιπά. ἡ οὖν ὀρθότης τὸ σχῆμα, ὅσον ἐφʼ ἑαυτῷ, καθαρόν, τεκμήριον δέ· εἰ
γὰρ πλαγιάσαις, κἂν ἀφηγῇ, πάντως περιβαλεῖς· ἐννοίας γὰρ ἄλλας ἐφέλκονται οἱ πλαγιασμοί. ὥσπερ δὲ ὁ 50 πλαγιασμὸς τῇ ὀρθότητι σχῆμα ἐναντίον, οὕτως ἡ περιβολὴ τῇ καθαρότητι εἶδος ὅλον εἴδει ὅλῳ ἐναντίον. ἐκεῖθεν δὲ ἔσται δῆλον, ὃ λέγω. τὸ γὰρ «ἦν Καννδαύλης »
καὶ τὸ Κροῖσος ἦν» καὶ τὰ τοιαῦτα οὕτω μὲν εἰσφερόμενα κατʼ ὀρθότητα καὶ καθαρὸν ποιεῖ τὸν λόγον καὶ σαφῆ, εἰ δὲ πλαγιάσαις, οὐ τοιαῦτα ἔσται, οἷον ‘Κροίσου ὄντοςʼ καὶ Κανδαύλου ὄντοςʼ εἰ λέγοις· ταραχὴ γάρ τις εὐθὺς ἐγγίνεται διὰ τὸ δεῖν πάντως
ἐπακολουθῆσαί τι ἕτερον νόημα καὶ ἡ περιγραφὴ τῆς ὅλης ἐννοίας μακρὰ καὶ οὐ πάνυ σαφής, οἷον ‘Κροίσου ὄντος Λυδοῦ μὲν γένος, παιδὸς δὲ Ἀλυάττεω, τυράννου δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦʼ· ὁρᾷς, πῶς ἔτι κρέμαται ἡ διάνοια; καὶ μᾶλλόν γε οἶμαι τοῦτο γενήσεσθαι,
εἰ καὶ τὰ ἐφεξῆς τις τῷ αὐτῷ σχήματι ἐξαγγείλειεν. οὐ μὴν ἔν γε τῇ ὀρθότητι τοῦτο ἦν, ἀλλὰ κατὰ βραχὺ αἱ ἔννοιαι διανεπαύοντο ἐφʼ ἑαυτῶν περιγραφόμεναι, οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων». ὅλως οὖν
51 πᾶν ὅπερ ἀπήλλακται περιβολῆς σχῆμα καθαρὸν ποιεῖ τὸν λόγον. αὐτίκα τὸ «έπειδὴ γὰρ οὐ καθεστηκότος 52 χορηγοῦ καὶ τῇ ἐννοίᾳ καὶ τῷ σχήματι περιβεβλημένον ἐὰν θελήσῃς τοῖς σχήμασι τῆς καθαρότητος μεταβαλεῖν,
τὸ μὲν κατʼ ἔννοιαν αὐτοῦ περιβεβλημένον οὐκ ἀφαιρήσῃ, τὸ μέντοι κατὰ τὰ ἑπόμενα καὶ πάνυ, οἷον ‘τρίτον ἔτος τουτὶ ἡ Πανδιονὶς φυλὴ χορηγὸν οὐκ εἶχε, παρῆν δὲ ἡ ἐκκλησία, ὁ δὲ ἄρχων ἐπεκλήρου τοὺς αὐλητάς. λόγοι οὖν ἐγίνοντο καὶ λοιδορίαι. καὶ ὅλως
πάντα ὁμοίως περιγράφων εἰ λέγοι τις τὰ ἐννοήματα, σαφέστερόν τε καὶ οὐ περιβεβλημένον οὐδὲ ἔχοντά τι μέγεθος καὶ τόνον ὅσον ἐπὶ τῇ λέξει καὶ τοῖς περὶ ταύτην ποιήσει τὸν λόγον. — Θαυμάζειν δὲ οὐ χρὴ τὸν τρόπον 53 τῆς διδασκαλίας τοῦτον, εἰ πρὶν διδάξαι τι περὶ
τῆς περιβολῆς ὡς πρὸς εἰδότας περὶ αὐτῆς διαλέγομαι· οὐ γὰρ ἔστιν ἑτέρως διδάξαι τι περὶ τούτων, οὐδὲ εἰ ἑτέρωθέν ποθεν ἠρξάμεθα, ἀλλὰ μὴ καθάπερ νῦν ἀπὸ τῆς σαφηνείας. σχεδὸν γὰρ ἅπασαι αἱ ἰδέαι τῶν λόγων διʼ ἀλλήλων εὑρίσκονταί τε καὶ γίνονται καταφανεῖς
ἤτοι κατὰ ἀφαίρεσιν καὶ χωρισμόν, ὥσπερ ἐνταῦθα πεποιήκαμεν, οἷον ὅτε ἐλέγομεν, ὅτι σχήματά ἐστι καθαρὰ ὅσα τῶν τῆς περιβολῆς ἐστιν ἀπηλλαγμένα, ἢ κατὰ πρόσθεσιν, ὥσπερ ὅτε ἔφαμεν σαφήνειαν ὑπʼ εὐκρινείας γίνεσθαι καὶ καθαρότητος, καίτοι μηδὲν εἰρηκότες πω
περὶ τούτων· λελέξεται δὲ ἡμῖν δηλαδὴ ἐν τῷ δέοντι καὶ περὶ τῆς περιβολῆς. Ἀλλὰ νῦν ἐκεῖσε ἐπανιτέον. 54 55 ἐναντίον γὰρ καθαρότητι καὶ τὸ ὑπερβατόν, φεύγειν ὖν ἐν αὐτῇ καὶ τοῦτο δεῖ.
καὶ καθʼ ἑαυτὰ ἀπαρτίζοντα τὰς ἐννοίας· τὰ γὰρ μακρὰ τῶν κώλων καὶ αἰ περίοδοι οὐ καθαροῦ λόγου.
μᾶλλον ἢ ἁπλοῦ τε καὶ καθαροῦ. ἔπειτα ἡ λογοειδεστέρα, οἷον ἰαμβική τις ἢ τροχαῖκή· ἧττον γὰρ ἡ τοιαύτη διῆρται, ὥσπερ τὸ «έγὼ γάρ, ὦ Ἀθηναῖοι, προσἐκρουσα ἀνθρώπῳ πονηρῷ». οὐ δεῖ δὲ τὸ ἀκριβὲς ἀπαιτεῖν ἐνταῦθα, οὐδὲ γὰρ οἷόν τε· ἀλλʼ ἐξαρκεῖ τὸ
τέως μάλιστα καὶ κατʼ ἀρχὰς τῶν κώλων τοιούτους εἶναι τοὺς πόδας καὶ τὸ πλείους κατὰ τὴν ὅλην συνθήκην τοῦ λόγου τοὺς τροχαίους καὶ ἰάμβους τῶν δακτύλων τε καὶ ἀναπαίστων ἢ τῶν τοιούτων ἥττους
εὑρίσκεσθαι. καὶ γὰρ ὅλως δεῖ μεμῖχθαι τινὰς αὐτοῖς 56 57 καὶ ἑτέρους πόδας, ἵνα μὴ τελέως ἔμμετρος ὁ λόγος γένηται, ἀλλʼ ἔχῃ μέν τι καὶ μέτρου, λέγω δὴ τοῦ φυσικοῦ, 58 μὴ μέντοι παντάπασι μέτρον ᾖ. τὸν γάρτοι ῥυθμὸν τὸν ἐν τῷ λόγῳ τῷ πεζῷ, ὃν ἡ ποιὰ συνθήκη
ποιεῖ μετὰ τῆς ἀναπαύσεως, οὐδὲν ἄλλʼ ἢ μέτρον τε καὶ μὴ μέτρον εἶναι δεῖ, καὶ μέτρον δηλαδὴ τοιόνδε μὲν κατὰ τόδε τὸ εἶδος τοῦ λόγου, τοιόνδε δὲ κατὰ τόδε, ὥσπερ ἐνθάδε ἰαμβικὸν ἢ τροχαϊκὸν εἶναι δεῖ. τὸ γοῦν «οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ» βραχεῖαν
μὲν ἔχει σύγχυσιν τοῦ μέτρου ἐν τῷ ‘ἀστρατείαςʼ τῆς ας συλλαβῆς μακρᾶς οὔσης, τοῦτο δὲ εἴ τις παρεμυθήσατο, καθαρὸν εὑρίσκει τὸ μέτρον τροχαῖκὸν τετράμετρον καταληκτικόν. Ἀλλὰ περὶ μὲν συνθήκης ταῦτα τῆς ἐν καθαρότητι.
τοιοῦτος γένηται· μεταξὑ γὰρ ὅπερ ἔφην εἶναι δεῖ τὸν ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει καὶ μὴ μέτρου. ἀλλʼ ἀκριβεῖ μὲν ὅπερ ἔφην λόγῳ τοιαύτην εἶναι 59 δεῖ τὴν ἀνάπαυσιν τῆς καθαρότητος. — Εἰδέναι μέντοι χρή, ὅτι πάντα ταῦτα, ἡ συνθήκη ἡ κατὰ τοὺς πόδας — οὐ γὰρ ἥ γε ἑτέρα — καὶ ἔτι ἡ ἀνάπαυσις τό τε ἐξ ἀμφοῖν 60 τούτοιν ἐκτελούμενον ὁ ῥυθμιός, καίπερ οὕτως ὄντα δυσχερῆ καὶ εἰς τοσοῦτον ἀκριβολογηθέντα ἡμῖν,
ὅμως βραχέα σφόδρα συλλαμβάνει πρὸς καθαρότητα, συλλαμβάνει γε μήν τι, εἰ καὶ βραχύ. ταὐτὸν δὲ σχεδὸν συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν, λέγω τῶν πλείστων, εἰ καὶ μὴ πασῶν, ὅ καὶ κατʼ ἀρχὰς εὐθύς, ὅπου καὶ τῶν μουσικῶν ἐμνήσθην, διεμαρτυράμην, ὅτι ἔλαττον 61 τῶν ἄλλων, ἃ δὴ ποιεῖ τὰ τῶν λόγων εἴδη, ἰσχύουσιν
ἐν αὐτοῖς αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ καὶ νὴ Δία γε καὶ αἱ κατὰ τοὺς πόδας συνθῆκαι. τὴν γὰρ ὅλην δύναμιν τῶν ἰδεῶν αἵ τε ἔννοιαι ἔχουσι καὶ αἱ λέξεις μέθοδοί τε καὶ κῶλα καὶ σχήματα. δύναται μέντοι τι ποιῆσαι
καὶ ῥυθμὸς καὶ ἀνάπαυσις καὶ συνθήκη· ἐν δὲ ἐνίαις τῶν ἱδεῶν καὶ ποὺ δύναται ταῦτα, ὥσπερ ἀμέλει ἐν τῷ κάλλει καὶ τῷ κεκαλλωπισμένῳ λόγῳ· δῆλον δὲ ἔσται τοῦτο ἀκριβῶς, ὅτε περὶ κάλλους λέγοιμεν. ἐν μέντοι ποιήσει καὶ πάνυ πολὑ ἰσχύει ταῦτα, συνθήκη καὶ
ῥυθμὸς καὶ ἀνάπαυσις, καὶ περὶ τούτου γε οὐδὲν ἡμιᾶς πλέον δεῖ ζητεῖν· δῆλον γὰρ αὐτὸ νομίζω πᾶσιν εἶναι. Περὶ μὲν οὖν καθαρότητος ἀρκεῖ τοσαῦτα.
Περὶ εὐκρινείας.
μὲν γὰρ βούλεται σαφῆ ποιεῖν τὸν λόγον, ἡ καθαρότης, ἢ δέ, εἰ τι πάσχοι ὑπεναντίον αὐτῇ κατʼ ἀνάγκην τινά, αἳ δὴπολλαὶ περὶ τοὺς λόγουςεἰσὶ διαμαρτίαι, διορθοῦται, ἡ εὐκρίνεια. καὶ τὸ πλεῖστόν γε ὅπερ ἔφην ἔχει περὶ τὴν μέθοδον· τό τε γὰρ τάξαι, τι πρῶτον καὶ τί δεύτερον
ἀπαιτεῖν χρὴ τοὺς δικάζοντας, εὐκρινείας ὂν μέθοδος οἶμαί τίς ἐστιν. οὐ γὰρ εἰ καὶ δεινῶς τι ποιεῖ, ὅταν λέγῃ «τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν» καὶ ὅτι «πρῶτον μὲν ὧν ἀπήγγειλεν, εἶτα ὧν ἑπεισε καὶ τῶν ἐξῆς, οὐ τοῦτο νυνὶ σκεπτέον, ἀλλʼ
ὅτι διὰ δεινότητα συγχεῖν μέλλων τὰ πράγματα καὶ 64 ἀναστρέφειν τὴν τάξιν τὴν ἐν αὐτοῖς ὅμως τῷ γε ὡς αὐτὸς εἰπεῖν ἐβούλετο προσήγαγε σαφήνειαν διὰ τῆς μεθόδου. τὸ δὲ μὴ τόδε τοῦδε πρῶτον εἰπεῖν, εἰ καὶ τῇ τάξει πρῶτον ἦν, ἀλλὰ τόδε, πολλάκις καὶ σαφέστερον
ὁμοῦ καὶ δεινότερον ἐποίησε τὸν λόγον, ὥσπερ τὸ «δεῖ δὲ ὑμᾶς πρῶτον ἀπάντων ἀκοῦσαι καὶ 65 μαθεῖν, τί ποτʼ ἔστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς 66 ἔχειν πεποιηκός» καὶ ὅτι ἡ πρὸς ἀλλήλους τῶν Θρᾳκῶν διαφορά. ἦ γὰρ ἂν ἀσαφὲς αὐτῷ τὸ κατασκευαζόμενον ἔμεινεν, εἰ Χαρίδημον πρῶτον διέβαλεν, ὅτι κατασκευάζει Κερσοβλέπτῃ τὴν ἀρχήν, εἶθʼ οὕτως ἐπήγαγε τὸ «τί ποτʼ ἔστι τὸ τὴν Χερρόνησον ἀσφαλῶς ἔχειν
πεποιηκός». νῦν δὲ τοῦτο ἐκείνου προθεὶς εὐθύς καὶ ἐν προοιμίοις, ὅτι ἐστὶν αὐτῷ ἡ σπουδὴ ὑπὲρ τοῦ Χερρόνησον ἔχειν αὐτοὺς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, καὶ μετὰ ταῦτα εὐθὺς κατʼ ἀρχὰς τοῦτο σαφηνίσας διὰ τοῦ
κατασκευάσαι τὴν ἀσφάλειαν εἶναι τῆς κτήσεως ἐν τῇ τῶν Θρᾳκῶν διαφορᾷ εὐκρινῆ τε καὶ σαφῆ πεποίηκε τὸν λόγον· εἰ δʼ ὅτι καὶ δεινόν, ἑτέρου λόγου.
λόγος εὐκρινής. καὶ εἰσὶν ἔννοιαι μὲν εὐκρινεῖς αἱ καταστατικαὶ πᾶσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον, οἶον «ἔστι δʼ ἀναγκαῖον, ὦ Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα ὑμᾶς ὑπομνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν
ἕκαστα θεωρῆτε», καὶ αἱ διατυποῦσαι τὰ μέλλοντα 67 ῥηθήσεσθαι καὶ τὴν ἐν αὐτοῖς τάξιν, οἷον «δίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑπεσχημένον ὑμῖν ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμα εἴρηται, δεύτερον
δὲ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δὲ ὡς 68 69 ἀνάξιός ἐστι Χαρίδημος τούτου τυχεῖν, ὅ τι βούλεσθε, τοῦτο πρῶτον διδάσκειν ὑμᾶς, εἶτʼ ἐπήγαγεν ὅτι «περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. πολλάκις δὲ διεμαρτυράμην τοῦτο, ὡς οὐδὲν
δεῖ κατηγορεῖν τῶν λεγομένων, εἰ καὶ ἄλλο τί ἐστιν ἄμα τῇ εὐκρινείᾳ· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ τῆς δεινότητος, ἀλλʼ οὐ περὶ ταύτης νῦν. — Καὶ μὴν καὶ αἱ συμπληρώσεις ταῖς ἐννοίαις καὶ ταῖς μεθόδοις εὐκρινῆ ποιοῦσι τὸν λόγον, τὰ μὲν ἀναπαύουσαι τὰ
παρελθόντα, τῶν δὲ ῥηθησομένων πάντως ἔχουσαι κατασκευάς τινας, ἀφʼ ὧν εἰς ἀρχὴν ὁ λόγος ἀνάγεται. οἷον «ἓν μὲν τοίνυν πολίτευμα τοῦτο τοιοῦτο τοῦ νεανίου τούτου· ἕτερον δὲ ἀναμιμνῄσκεσθε», εἶτʼ ἀρχὴν ἔλαβεν ὁ λόγος, οἷον ὅτε γὰρ Πύθωνα Φίλιππος
ἔπεμψε τὸν Βυζάντιον καὶ τὰ ἑξῆς· καὶ πάλιν «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς καὶ τὰ ἐξῆς· καὶ πολλὰ τούτου παραδείγματα. Ἔννοιαι μὲν οὖν εἰσιν εὐκρινείας αὗται.
— Ἔτι κατὰ φύσιν τὴν τῶν πραγμάτων ἐστὶν εὐκρινὲς τὸ τὰς ἀντιθέσεις πρώτας τῶν λύσεων τιθέναι. καὶ 72 τοῦτο ὁ μὲν Ἰσοκράτης σχεδὸν ἀεὶ ποιεῖ, οὐ μὴν ὅ γε ῥήτωρ ἀεί, ἀλλʼ ὥσπερ καὶ τῶν ἄλλων ἕκαστον τῇ τάξει τίθησιν, ὅπως ἂν αὐτῷ λυσιτελῇ, πρῶτον ἢ τελευταῖον
ἢ μέσον, οὕτω καὶ τὰς ἀντιθέσεις λύει τοτὲ μὲν προτιθεὶς τὰς λύσεις αὐτῶν, τοτὲ δὲ ἐπάγων, ἔστι δʼ ὅτε μέσας τῶν λύσεων ἐκείνας τιθείς. ὁ δὲ περὶ ἀντιθέσεων εἰσαγωγῆς λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν ἀκριβῶς ῥηθήσεται. Ἀλλὰ μέθοδοι μὲν εὐκρινείας αὗται.
ἄθροισιν ἔλεγε, προδιηυκρίνει. — Τοιαῦτα δὲ σχήματα 73 καὶ ὁ μερισμὸς καὶ ἡ ἀπαρίθμησις· τὸ μὲν γὰρ ἐφέλκεσθαι ἄλλα νοήματα περιβάλλει τὸν λόγον, τῷ δʼ εὐθὺς 74 ἀρχομένου τοῦ λέγοντος ἐμφαίνεσθαι τοῖς ἀκούουσιν, ὅτι ἕπεται καὶ ἄλλο τι νόημα, προδιηυκρίνηται τὸ πᾶν· ἄν τε γὰρ εἴπῃ ‘πρῶτον μὲν τόδεʼ, ὅτι καὶ δεύτερόν τι ἐρεῖ προεπίστανται, ἐάν τε τὸ «ἔδει μέν, ὦ Ἀθηναῖοι,
τοὺς λέγοντας καὶ τὰ ἑξῆς, ἀναμένουσιν ὁμοίως, ἕως ἂν ἀνταποδῷ τὸν σύνδεσμον. εὐκρινείας οὖν καὶ ταῦτα. ―Ἔτι καὶκατὰ τὸ σχῆμα εὐκρινὴς γίνεται ὁ λόγος, ὅταν ὁ λέγων οἷον ἑαυτὸν ἐρωτῶν εἶτα ἀποκρίνηται κατὰ διάστασίν τινα, ὥσπερ ἐν τοῖς τοιοῖσδε «τίνος οὖν ἕνεκα
ταῦτα λέγω;» καὶ πάλιν «πῶς οὖν;» καὶ πάλιν «διὰ τί;» καὶ τὰ τοιαῦτα. πολλοῖς τοιούτοις ἐν τῷ Κατὰ Ἀριστοκράτους τὸ παράνομον ἐξετάζων κέχρηται ἀναγκαίως· σαφηνείας γὰρ μάλιστα κατʼ ἐκεῖνο τὸ χωρίον δεῖ τῷ λόγῳ. — Καὶ μὴν καὶ αἱ ἐπαναλήψεις μάλα χρήσιμοι 75 πρὸς εὐκρίνειαν καὶ σαφήνειαν. ἐπειδὰν γάρ τι
προθῇς σχῆμα τῶν ἐφελκομένων ἕτερον νόημα, εἴτʼ ἀναγκασθῇς ἐπεμβαλεῖν ἄλλα τινὰ νοήματα πρὶν ἀποδοῦναι τὸ ἀκόλουθον, ἀνάγκη ἐπαναλαβεῖν καὶ διευκρινῆσαι, ἵνα μή σοι ἀσαφὴς καὶ συγκεχυμένος γένηται
ὁ λόγος, ὥσπερ εἴωθε ποιεῖν καὶ ὁ Δημοσθένης, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ 76 τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι· διὰ τί;» φησίν, ‘ὅτι τὸ καὶ τόʼ · πολλὰ εἰπὼν κατασκευαστικὰ τῆς προτάσεως οὐκ 77 ἐπήγαγεν εὐθὺς τὸ ἑξῆς νόημα τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», ἀσαφὴς γὰρ ἂν οὕτως ὁ λόγος τῆς ἀκολουθίας μὴ φαινομένης ἐγένετο· ἐπαναλαβὼν οὖν καὶ πρῶτον εἰπὼν τὸ «ταῦτα μὲν οὖν παραλείψω,» εἶθʼ οὕτως ἐπαγαγὼν τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι»,
εὐκρινῆ καὶ σαφῆ πεποίηκε τὸν λόγον. πάλιν ἐν τῷ Κατʼ Αἰσχίνου «τίνος οὖν», φησίν, «ἕνεκα ταῦτα λέγω; ἑνὸς μέν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμιῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ», εἶτα πολλὰ ἐπεμβαλὼν καὶ μεστώσας τὸν λόγον ἀναγκαίως
τῇ ἐπαναλήψει κέχρηται, ἵνα διευκρινήσῃ «πρώτου μὲν οὖν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον· δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ τούτου; πολλὰ τούτου παραδείγματα ἔχεις παρὰ τἀνδρί. Ταῦτα καὶ περὶ σχημάτων εὐκρινείας.
78
καθαρότητα ποιούντων ἢ τὴν εὐκρίνειαν. ἐναντίον δὲ 79 εὐκρινείας σύγχυσις, ἥ δὴ γίνεται, ὅταν χωρὶς τῶν ποιούντων εὐκρίνειαν περιβάλλῃ τις καὶ μεστὸν ποιῇ τὸν λόγον, ἥπερ καὶ κακία ἐστὶ λόγου· οὐ γὰρ ἣ γε ἀπλῶς ἀσάφεια κακία ἂν εἴη λόγου, ἐπεὶ αἵ γε ἐμφάσεις
80 οἶον « οἱ δὲ συνειπόντες ὅτου δήποτε ἕνεκα — ἐῶ γὰρ τοῦτό γε καὶ τὰ ἐσχηματισμένα τῶν ζητημάτων οὐ σαφῶς λέγει τὰ πράγματα, καὶ οὐ κατὰ κακίαν φήσομεν προάγεσθαι δήπου οὐδὲ εἶναι τοῦ λόγου
κακίαν.
Περὶ ἀξιώματος τοῦ λόγου καὶ μεγέθους.
περὶ μεγέθους εἰπεῖν λόγου, διότι καὶ ἀναγκαῖόν ἐστι τῷ σαφεῖ μέγεθός τε προσεῖναι πάντως καὶ ὄγκον τινὰ καὶ ἀξίωμα· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελές, 81
ὃ δὴ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει. ὅπερ οἶμαι καὶ ὁ ῥήτωρ ἐπιγνοὺς διὰ μὲν τὸ πάντως δεῖν σαφῆ τὸν πολιτικὸν εἶναι λόγον διόλου κέχρηται τοῖς ποιοῦσι τὴν σαφήνειαν, διὰ δὲ τὸ κινδυνεύειν ἕνεκα ταύτης ἐκπίπτειν αὐτῷ τὸν λόγον εἰς τὸ εὐζωνότερον κατέμιξεν αὐτῇ
τὰ ποιοῦντα τὸ μέγεθος καὶ διαφερόντως πεπλεόνακε τῇ περιβολῇ. ἀλλὰ διότι μὲν ταύτῃ πεπλεόνακεν, αὐτίκα ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς εἰρήσεται· νυνὶ δὲ ἀναγκαῖόν ἐστι δήπουθεν πρῶτον περί τε αὐτοῦ τοῦ μεγέθους καὶ τῶν ποιουσῶν ἰδεῶν τὸ μέγεθος εἰπεῖν, 82 ὧν δὴ μία ἐστὶ καὶ ἡ περιβολή, ἵνα μὴ συγχέηται ἡμῖν ὁ λόγος.
διαλλάττουσα τῆς τραχύτητος, ὡς ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς ἔσται φανερόν. τούτων δὲ ἡ μὲν σεμνότης ἐφʼ ἑαυτῆς ἐστι καὶ ἡ περιβολή, αἱ δὲ ἄλλαι πᾶσαι συμπλέκονταί τε καὶ πάλιν οὐ συμιπλέκονται κατά τι πρὸς ἀλλήλας, μέρεσί τισι κοινωνοῦσαι καὶ πάλιν ἑτέροις
κεχωορισμέναι· διὸ περὶ μὲν τῆς σεμνότητος ἤδη λελέξεται, περὶ δὲ τῶν λοιπῶν μετὰ τὰ περὶ ταύτης. ἡ δὲ περιβολὴ ἐφʼ ἑαυτῆς μέν ἐστιν, ὥσπερ ἔφην, ἐν ὑστέρῳ δὲ ὁ περὶ αὐτῆς εἰρήσεται λόγος διὰ τὸ πλεονάζειν μὲν ἐν αὐτῇ τὸν ῥήτορα, τὴν δὲ αἰτίαν ἡμᾶς, διʼ ἣν ταύτῃ
πλείονι χρῆται κατὰ τὸν ὄγκον, ἄλλως μὴ δύνασθαι γνῶναι, πρὶν περὶ τραχύτητός τι μαθεῖν καὶ λαμπρότητος ἀκμῆς τε καὶ σφοδρότητος.
Περὶ σεμνότητος.
δὲ ἡδονῆς ἡ ποίησις οἶμαι στοχάζεται. περὶ θεῶν δὲ ὡς περὶ θεῶν τὰ τοιαῦτα λέγεσθαί φημι, οἷον «ὰγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος» καὶ πάλιν «βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, 86 φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν καὶ πάλιν
«παραλαβὼν γὰρ ὁ θεὸς πᾶν, ὅσον ἦν ὁρατόν, οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως» . καὶ ὅλως πολλὰς ἂν εὕροις τοιαύτας ἐννοίας παρὰ τῷ Πλάτωνι, καὶ γὰρ αὐταί εἰσιν ἐκ τοῦ Τμαίου· παρὰ μέντοι τοῖς ῥήτορσιν ἥκιστα, ἐπεὶ καὶ τὰ ἐν Δηλιακῷ
Ὑπερίδου ποιητικῶς μᾶλλον καὶ μυθικῶς εἴρηται· τὸ δὲ αἴτιον οὐχὶ νῦν ἀνάγκη λέγειν. — Τὰς μέντοι μετά γε τὰς τοιαύτας οἷον δευτέραν ἢ τρίτην σεμνότητος ἐχούσας τάξιν ἐννοίας καὶ μάλα ἂν εὕροις παρὰ τῷ Δημοσθένει καὶ τινὰς αὐτῶν 〈καὶ〉 παρὰ τοῖς 87
ἄλλοις. ἀλλὰ πρῶται μὲν ὅπερ ἔφην καὶ μάλιστά εἰσιν ἔννοιαι σεμναὶ αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι, καθάπερ εἴρηται· δεύτεραι δὲ μετʼ ἐκείνας σεμναὶ αἱ περὶ τῶν θείων ὡς ὄντως πραγμάτων, οἶον ὡρῶν φύσεις εἰ ἐξετάζοι τις, ὅπως τε καὶ καθʼ ἃς αἰτίας γίνονται,
καὶ τὴν τοῦ παντὸς περιφορὰν καὶ φύσιν ἢ κινήσεις γῆς ἢ θαλάττης εἰ ζητοίη τις, ὅπως γίνονται, ἢ σκηπτῶν 88 φορὰς ἢ ὅλως τοιαῦτα. ταῦτα δὲ εἰ μὲν οὕτως ἐξετάζοιτο κατὰ τὰς αἰτίας, σεμνὸν μόνον, οὐ μὴν καὶ πολιτικὸν δύναται ποιεῖν τὸν λόγον· ποῦ γὰρ ἄν εἴη πολιτικὸν τὸ «ὁ ἥλιος ἀπελαυνόμενος τὴν χειμερινὴν ὥρην καὶ τὰ ἑξῆς εἰρημένα παρὰ τῷ Ἡροδότῳ; ἢ
πάλιν παρὰ τῷ Πλάτωνι τόδε, οἷον «ἥ γε τοῦ παντὸς περίοδος κυκλοτερὴς οὖσα καὶ τὰ γένη πάντα συμπεριειληφυῖα σφίγγει πάντῃ καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι· διὸ δὴ πῦρ μὲν εἰς πᾶν διελήλυθεν, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τὰ
ἄλλα ταύτῃ καὶ τὰ ἐξῆς; ποῦ δʼ αὖ λόγου πολιτικοῦ τὸ ζητεῖν, ὅπως κινεῖται γῆ, καὶ ὅτι ἐπικλύσει ἢ ὑπονοστήσει ὕδατος, ἢ πάλιν περὶ σκηπτῶν φορᾶς ἢ τὰ 89 τοιαῦτα; ταῦτʼ οὖν ὅπερ ἔφην εἰ μὲν οὕτως ἐξετάζοιτο, 90 σεμνὸν μόνον, οὐ μὴν πολιτικὸν ποιεῖ τὸν λόγον· διὸ
καὶ μετὰ τὰς πρώτας σεμνότητος ἐννοίας εὐθύς εἰσιν αὗται δεύτεραι. εἰ μέντοι κατὰ ἔκφρασιν αὐτῶν τῶν γενομένων λέγοι τις αὐτά, ἀλλὰ μὴ τὰς αἰτίας ζητῶν, καθʼ ἃς γίνεται, πολιτικὸν ὁμοῦ καὶ σεμνὸν ποιεῖ τὸν λόγον, ὡς ὁ Ἀριστείδης ἀντιλέγων τῷ Καλλιξένῳ συμβουλεύοντι
μὴ θάπτειν τούς δέκα στρατηγούς, ἐπειδὴ ἀνῃρέθησαν μιᾷ ψήφῳ· χειμῶνος γὰρ ἔκφρασιν πεποίηται εἰς ἀπολογίαν τὴν ὑπὲρ αὐτῶν, οἷον «σκηπτὸς ἦν, ὦ Καλλίξενε, σκηπτὸς ὁ ταῦτα κωλύσας οὔτε λόγῳ ῥητὸς 91 οὔτε ἔργῳ φορητός· ἄρτι μὲν γὰρ συνιούσης τῆς ναυμαχίας ὤδινεν ἡ θάλασσα καὶ κατέβαινεν Ἑλλησπ΅οντίας λαμπρός καὶ τὰ ἐξῆς. — Τρίτη δὲ σεμνότητος ἐννοιῶν τάξις, εἰ περὶ πραγμάτων, ἃ δὴ φύσει μέν
ἐστι θεῖα, τὸ πλεῖστον δʼ ἐν ἀνθρώποις θεωρεῖται, λέγοι τις, οἷον εἰ περὶ ψυχῆς, ὅτι ἀθάνατος, ἢ περὶ δικαιοσύνης ἢ σωφροσύνης ἢ τῶν τοιούτων διεξίοιμεν περὶ τοῦ βίου παντὸς ἢ τι νόμος ἢ τί φύσις ἢ τὰ τοιαῦτα· οἷον ὅτι «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον 92
θεῶν καὶ τὰ ἑξῆς καὶ πάλιν ὅτι «ἔστιν ὁ μὲν νόμος κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸν πᾶσιν, ἡ φύσις δὲ ἄτακτον καὶ κατʼ ἄνδρα ἴδίιν τοῦ ἔχοντος καὶ «πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος» καὶ «πᾶς ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται».
ἀπλῶς δὲ εἰπεῖν πάντα, ὅσα ἐν τῷ καθόλου καὶ γενικῶς λέγεται, σεμνὰς ἔχει πως τὰς ἐννοίας, καὶ μάλιστα εἰ μένων ἐπὶ τοῦ καθόλου τις διὰ παντὸς αὐτὰ ἐργάζοιτο· εἰ γὰρ προσλάβοι τὸ κατʼ εἶδος, ἄλλο τι 93 ποιεῖ, οἷον «πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης
ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλαίτιόν ἐστι· τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν· ἕτερον γάρ τι πεποίηκε προσλαβὼν τὸ κατʼ εἶδος· ἐκ γὰρ τοῦ καθόλου καὶ τοῦ ἐπὶ μέρους συντεθέντων ὅ τε πολιτικὸς καὶ ὁ περιβεβλημένος λόγος, οὐ μὴν αὐτὸ 94 τοῦτο εἰπεῖν ὁ σεμνὸς γίνεται — Τετάρτην γε μὴν σεμνότητος ἔχουσιν ἔννοιαι δύναμιν αἱ περὶ ἀνθρωπίνων 95 μὲν κατὰ μόνας πραγμάτων, μεγάλων δὲ καὶ ἐνδόξων, οἷον τὰ περὶ τῆς ἐν Μαραθῶνι μάχης ἢ τῆς Πλαταιᾶσιν ἢ τῆς ἐν Σαλαμῖνι ναυμαχίας εἴ τις λέγοι καὶ
τοῦ Ἄθω καὶ τοῦ Ἑλλησπόντου καὶ τῶν τοιούτων. εἰ δέ τι ταύταις καὶ μυθικὸν ὡς παρὰ τῷ Ἡροδότῳ σεμνὸν ἅμα ἡδονῇ ἕποιτο, οἷον Ἴακχος καὶ τὰ τοιαῦτα, ἑτέρου λόγου. Ἀλλʼ ἔννοιαι μὲν αὗται σεμνότητος.
ἐνδοιασμοῦ ἐξ ἀφηγήσεως λεγόμεναι. ὡς γὰρ εἰδότας ἀκριβῶς δεῖ λέγειν καὶ μετʼ ἀξιώματος, ἀλλʼ οὐκ ἐνδοιάζοντας, ὅτε τούτου φροντίζοιμεν, τῆς διαρκοῦς λέγω σεμνότητος, ἀλλὰ μὴ ἄλλου τινός· τὸ γὰρ «εἴτε ἥρωες ἦσαν εἴτε θεοί» σεμνὸν ὄν πλέον ἔχει τοῦ πολιτικοῦ
τε καὶ πιθανοῦ κατὰ τὴν ἐνδοίασιν. — Καὶ μὴν καὶ αἱ ἀλληγορικαὶ μέθοδοι, ὅτε διαρκοῖεν, σεμνὸν ποιοῦσι τὸν λόγον, ὡς ἐν τῷ «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται» καὶ τὰ ἑξῆς· λέγω δὲ τοῦτο, εἰ μὴ ἑκών τις διὰ τῶν εὐζώνων
καὶ εὐτελῶν τινος ἀλληγοροίη· τότε γὰρ οὐκέτι σεμινόν, ἄλλης δέ τινος ἐννοίας ποιεῖ τὸν λόγον καὶ σχεδὸν τῆς εὐτελοῦς — Καὶ μὴν καὶ τὸ διʼ ἐμφάσεων μυστικῶς τι καὶ τελεστικῶς ἐν ταῖς σεμναῖς τῶν ἐννοιῶν ὑποσημαίνειν μεθόδου σεμνῆς· ὡς γὰρ αὐτοὶ μὲν εἰδότες, οὐκ 96 97 ὄντες δὲ οἷοί τε λέγειν εἰς τοὐμφανὲς αὐτά, ἐνδεικνύμιεθα διὰ τῆς μεθόδου ταύτης μέγεθός τι καὶ σεμνότητα ἐννοίας, ὥσπερ ὁ Πλάτων ὅταν λέγῃ τὸ «ὄντως ὄν» καὶ «ἀγαθὸς ἦν» καὶ τὰ τοιαῦτα· ἤδη δέ που καὶ 98
ἀνέπτυξε τὴν μέθοδον ταύτην εἰπὼν ὅτι «τόδε τι εὑρεῖν τε χαλεπὸν καὶ εὑρόντα εἰς πάντας λέγειν ἀδύνατον». ἀλλʼ ἐπὶ μὲν τῶν φύσει σεμνῶν ἐννοιῶν χρήσιμιοι πρὸς αὔξησιν σεμνότητος καὶ αἱ τοιαῦται μέθοδοι, ἐν δὲ ταῖς πολιτικωτέραις οὐκέτι αἰ ἐμφάσεις σεμνότητος,
ἑτέρου δέ τινος ἐργαστικαί. Μέθοδοι μὲν οὖν αὗται σεμνότητος καὶ ἔννοιαι.
τῇ φύσει τῶν λέξεων αὐτῶν. τοιαῦται δὲ καὶ ἄλλαι μέν τινες, ἐξαιρέτως δὲ αἵ τε τῷ α καὶ τῷ α πλείστῳ χρώμεναι, ὥς που καὶ ὁ Πλάτων τὴν οἰωνιστικήν φησιν ᾠωνιστικὴν ὀνομάσαι τινὰς ἀποσεμνύνοντας τῷ ω. καὶ περὶ τοῦ α λέγοιτʼ ἄν τι τοιοῦτον· ὁ γὰρ Θεόκριτος
ἀχθόμενόν τινα πεποίηκε δωριζούσαις γυναιξὶ διὰ τὸ πλατύνειν τῷ α τὰ πλεῖστα χρωομέναις τὴν φωνήν. μιάλιστα δὲ τὰ στοιχεῖα ταῦτα τὸ α καὶ τὸ α διαίρει τε καὶ διογκοῖ τὸν λόγον, εἰ κατὰ τὰς τελευταίας συλλαβὰς 99 100 εἴη τῶν λέξεων, οἷον «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ δεύς». — Δεύτεραι δὲ σεμνότητος λέξεις καὶ αἱ διὰ τοῦ Ο στοιχείου κατὰ μόνας εἴς τι μακρὸν καταλήγουσαι, οἷον Ὀρόντης, καὶ αἱ ταῖς μακραῖς τε καὶ διφθόγγοις πλεονάζουσαι καὶ αἰ τὰ τελευταῖα ἐν
ταύταις ἔχουσαι, πλὴν τῆς ει διφθόγγου· καὶ εἰ καθʼ αὐτὸ δὲ τὸ ι τιθοῖτο, ἥκιστα σεμνὴν ποιεῖ τὴν λέξιν πλεονάσαν, συστέλλει γὰρ μᾶλλον καὶ σεσηρέναι ποιεῖ, διογκοῖ δὲ οὐδαμῶς τὸ στόμα. — Καὶ μὴν καὶ αἱ τροπικαὶ 101 λέξεις σεμναὶ καὶ διωγκωμέναι, κίνδυνος δὲ ἐν
ταύταις οὐ μικρὸς περὶ τὴν χρῆσιν. αἱ μὲν γὰρ μετρίως ἔχουσαι ποιοῦσι τὸν λόγον σεμνόν, οἷον «τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα» ἀντὶ τοῦ τὰ ἀγαθὰ ἐλπίζοντας· ὁρᾷς, ὅτι διὰ τὸ σφόδρα ἔχειν μετρίως τὸ ‘προβαλλομένουςʼ οὐδὲ ἐμφαίνεται ἡ τροπή; αἱ μετρίως
μὲν οὖν ἔχουσαι τοιαῦταί εἰσιν. εἰ δὲ ὑπερβαῖέν τι τοῦ μετρίου, τραχύνουσι τὸν λόγον, οἷον «αὶ δὲ πόλεις ἐνόσουν»· διὸ καὶ ἐξηγήσεως αὐτῷ ἐδέησε· τὸ γὰρ «τῶν μὲν ἐν τῷ πολιτεύεσθαι καὶ πράττειν δωροδοκούντων» καὶ τὰ ἐξῆς τοῦ ‘ἐνόσουνʼ ἐστὶν ἐξηγητικά.
εἰ δὲ ἐπὶ πλέον ὑπερβαῖεν αἱ τροπαί, σκληρότερον ποιοῦσι 102 τὸν λόγον, ὥσπερ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «πεπρακὼς ἑαυτόν» καὶ τὸ «λωποδυτῶν τὴν Ἑλλάδα ». περαιτέρω δὲ τούτων εἰ προέλθοιεν, καὶ παχύτερον καὶ σχεδὸν εὐτελέστερον αὐτὸν ποιοῦσι. παράδειγμα τούτου
Δημοσθενικὸν μὲν οὐκ ἂν λάβοις, οὐδὲ γὰρ ἔστι παρὰ 103 δὲ τοῖς ὑποξύλοις τουτοισὶ σοφισταῖς πάμπολλα εὕροις ἄν· τάφους τε γὰρ ἐμψύχους τοὺς γῦπας λέγουσιν, ὧνπερ εἰσὶ μάλιστα ἄξιοι, καὶ ἄλλα τοιαῦτα ψυχρεύονται πάμπολλα. ἐκτραχηλίζουσι δʼ αὐτοὺς αἵ τε τραγῳδίαι
πολλὰ ἔχουσαι τούτου παραδείγματα, καὶ ὅσοι τῶν ποιητῶν τραγικώτερόν πως προαιροῦνται, ὥσπερ Πίνδαρος. ἀλλʼ ὑπὲρ μὲν τούτων οὕτω χρωομένων τῷ λόγῳ — τῶν τραγῳδοποιῶν δὲ λέγω καὶ Πινδάρου — τάχʼ ἂν ἔχοιμέν τι λέγειν, οὐ τοῦ παρόντος δὲ ὂν καιροῦ εἰς τὸ
δέον ἀναβεβλήσθω· ὑπὲρ μέντοι τῶν ἐν πολιτικῷ λόγῳ τοιαύταις χρωμένων παχύτησιν οὐδεμίαν ἀπολογίαν εὑρίσκω. — Ἔτι δὲ σεμνὴ λέξις ἥ τε ὀνοματικὴ καὶ αὐτὰ τὰ ὀνόματα. ὀνοματικὴν δὲ λέγω τήν τε ἀπὸ τῶν ῥημάτων 104 εἰς ὀνόματα πεποιημένην καὶ τὴν διὰ μετοχῶν 105
τε καὶ ἀντωνυμιῶν καὶ τῶν τοιούτων. ὡς ἐλάχιστα γὰρ ἐν σεμνότητι δεῖ χρῆσθαι τοῖς ῥήμασιν, ὥσπερ ὁ Θουκυδίδης σχεδὸν μὲν διόλου βούλεται ποιεῖν τοῦτο, καταφανῶς δὲ αὐτὸ ἐν τῇ τῆς στάσεως ἐκφράσει τῶν Κερκυραίων πεποίηκε· πλὴν γὰρ τοῦ ‘ἐνομίσθηʼ τἆλλα
πάντα σχεδόν ἐστιν ὀνόματά τε καὶ ὀνοματικά, οἷον «τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα» καὶ τὰ ἑξῆς· εἰ δέ τι ἐν τούτοις καὶ σκληρότητος ἢ τραχύτητος ὕπεστιν, 106 ἑτέρου λόγου. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Δημοσθένει ῥηθέν τε ὁμοῦ καὶ θεωρηθὲν ὑπʼ αὐτοῦ, λέγω τὸ τοὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαιοῦν,» εἶθʼ ἡ θεωρία μάλα σεμνῶς ὀνομάζων». Λέξεις μὲν οὖν αὗται σεμναί.
καλῶς βουλευόμενοι»· πάντα γὰρ τὰ τοιαῦτα ἀξιωματικὰ καὶ σεμνά. αἱ δὲ μετʼ ἐνδοιάσεως ἐπικρίσεις ἠθικαί, ἀλλʼ οὐ σεμναί, οἷον «δεῖ δέ με ὡς ἔοικε καίπερ 107 οὐ φιλολοίδορον ὄντα». καὶ ὅλως πᾶσα ἐνδοίασις ἠθικώτερον ποιεῖ τὸν λόγον· δεῖ γὰρ ἀποφαίνεσθαι τὸν
μέλλοντα ἀξίωμά τι τᾷ λόγῳ προστιθέναι καὶ σεμινότητα, οἷον «τοὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ ἴιλίππῳ»· ἐὰν γὰρ εἴπῃς ‘οὐκ ἦν οἶμαι πέραςʼ καὶ τὰ ἑξῆς, ἦθος ποιεῖς. — Καὶ μὴν καὶ τὸ εἰς τὴν αὑτοῦ γνώμην ἀναφέρειν τι τῶν ῥηθησομένων ἀξιωμιατικὸν
καὶ σεμνόν, οἷον βούλομαι τόδε εἰπεῖνʼ καὶ ὁ 108 Θουκυδίδης «Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων». — Ἥκιστα δὲ αἱ ἀποστροφαί τε καὶ ὑποστροφαὶ λόγου σεμνοῦ ἢ καθαροῦ· τοὐναντίον γὰρ καὶ καθαιροῦσιν αὐτοῦ καὶ διαφθείρουσι τὸ σεμινὸν
αὗται καὶ πάλιν αὗ τὸ καθαρὸν ὡσαύτως, διακόπτουσαί 109 τε κατὰ τὰς ἐπεμβολὰς καὶ ἀναχαιτίζουσαι τὸ ἄφετον αὐτοῦ καὶ ἐλεύθερον καὶ πρὸς τὸ κοινότερον καὶ πολιτικώτερον ἄγουσαι, καθάπερ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» μεταξὺ τοῦ «ἅπας ὁ τῶν ἀνθρώπων
βίος φύσει καὶ νόμοις διοικεῖται» πεποίηκε τεθέν· οὐ γὰρ ὅμοιον ἦν ἤ οὕτως εἰπεῖν, ὡς προείρηται, ἢ κατὰ τὴν ὑποστροφὴν διακόψαντα, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται»· ἀλλὰ τοῦτο μὲν γοργὸν
ἅμα τῷ πολιτικῷ καὶ σεμνόν ἐστιν, ἐκεῖνο δὲ καθαρῶς σεμνὸν ἂν ἦν καὶ ἀμιγές. δεῖ οὖν, εἰ μὲν διόλου μέλλοι σεμνὸς ἡμῖν ὁ λόγος μένειν, ἐκείνως ἀλλὰ μὴ οὕτως 110 αὐτὸν ἐργάζεσθαι, εἰ δὲ τοὐναντίον, ὡς ἑτέρως δηλαδή.
ὥσπερ γὰρ ἀφορισμοὺς αὐτὰ εἶναι δεῖ· οἷον «ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον» καὶ «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δὲ ἀνθρώπων φρονίμων καὶ τὰ ἑξῆς. γένοιτο δʼ ἄν που καὶ μακρότερον ἐν σεμνότητι κῶλον κατὰ ἀνάγκην
τινά.
πεποίηκεν ἐναργὲς ὁ διαφθείρας τόδε τὸ ἔπος
ἐπὶ τὸ ἰωνικόν τε καὶ τὸ συγγενὲς τῷ ἰωνικῷ τροχαϊκὸν μεθαρμόσας αὐτὸ οὕτως
τροχαίων, διʼ ὧν ἐκλάσθη πᾶς ὁ ῥυθμὸς βιασθεὶς πρὸς τὸ ἐναντίον ἐλθεἔν δακτυλικοῦ καὶ σεμνότητος. καὶ ἐπʼ ἄλλων δʼ ἂν ἴδοις οὐκ ὀλίγων ὁμοίως ταὐτὸν γινόμενον μόνων τῶν λέξεων καὶ τοῦ ῥυθμοῦ μεταγόντων αὐτὰ εἰς πολὺ τοὐναντίον, οἷον
καὶ πάλιν
τετράμερον.
μηδʼ ἁρπασθῇ ὁ ῥυθμὸς ἀλλὰ βεβηκὼς ᾖ. μάλιστα δʼ ἄν βεβήκοι, εἰ πρῶτον μὲν εἰς ὄνομα καταλήγοι ἢ ὀνοματικόν τι μὴ ἔλαττον ὄν τριῶν συλλαβῶν, οἷον «εἰς τουτονὶ τὸν ἀγῶνα»· ἔπειτα εἰ πλείους εἶεν κατὰ 117 118 τὴν ἀνάπαυσιν αἱ μακραὶ τῶν συλλαβῶν, ἵνα δισπόνδειος ἤ τις τῶν ἐπιτρίτων πλὴν τοῦ τετάρτου τὴν βάσιν ποιῇ, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται»· διαφερόντως δὲ σεμνὴν ἔχει τὴν βάσιν ὁ ῥυθμός, εἰ ἡ ἀνάπαυσις καταλήγοι ἢ παραλήγοιτό
γε στοιχείῳ τινὶ πλατεῖ καὶ διογκοῦντι κατὰ 119 τὴν προφορὰν τὸ στόμα, καθάπερ ἔφην ὀλίγῳ πρότερον ἐν τῷ περὶ λέξεως σεμινῆς.
ἢ δακτύλων ἤ τινων τοιούτων ὁ λόγος συντεθείη, αἱ δὲ ἀναπαύσεις μὴ καταλήγοιεν οὕτως, ὥστε καὶ τὰ ἐφεξῆς ἔχειν τοὺς οἰκείους πόδας τῇ σεμνότητι, οἷ ῥυθμοὶ οὐκέτι γίνονται σεμνοί. ταὐτὸ δὲ τοῦτό φημι καὶ περὶ πάσης ἰδέας· εἰ γὰρ καὶ συντεθείη τις
λόγος διʼ ὡντινωνοῦν ποδῶν, οἳ δὴ ποιοῦσιν εἶδος ὁτιοῦν λόγου, αἱ δὲ ἀναπαύσεις μὴ διʼ αὐτῶν πληρουμένων γίνοιντο, λέγω τῶν ποδῶν, ἀλλὰ μεταξὺ διακόπτοιντο οἱ πόδες, μεθίστανται οἱ ῥυθμοὶ καὶ μᾶλλον ἑτέρου τινὸς εἴδους οἰκεῖοι εὑρίσκονται, ἢ οὖπερ οἱ
πόδες ἦσαν, διʼ ὧν ὁ πᾶς λόγος συνέκειτο.
Περὶ τραχύτητος.
120αὐτῇ οὐ μὴν ἐν ἅπασί γε αὐτῇ διʼ ὧν γίνονται ὑποβεβήκασιν, οἷον ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ 122 τοῖς λοιποῖς, ἀλλὰ τινὰ μὲν αὐτῶν ἐστιν ἴδια, τινὰ δὲ καὶ τῆς ἀκμῆς συνεργά· οἷον ἔννοιαι μὲν καὶ λέξεις τραχεῖαι γένοιντʼ ἂν καὶ ἀκμαῖαι, κῶλα δὲ τραχέα οὐκέτι
ἀκμαῖα· πάλιν σχήματα μὲν καὶ κῶλα λαμπρὰ ποιεῖ καὶ ἀκμήν, οὐ μὴν ἔννοιαί γε λαμπραὶ ποιοῦσιν ἀκμήν. διὰ τοῦτο τοίνυν οὐχὶ προτάξαντες τὴν ἀκμὴν εἶτα ὡς διὰ τῆς λαμπρότητος καὶ τραχύτητος γινομένην δείκνυμεν, καθάπερ τὴν σαφήνειαν ἐδείκνυμεν ὅτι εὐκρίνειά
τε ποιεῖ καὶ καθαρότης, ἀλλʼ ἰδίᾳ περὶ ἑκάστης λέγομεν αὐτῶν· τά τε ἄλλα γὰρ καὶ ὅτι οὐ μόνον διὰ τούτων ἡ ἀκμὴ ἀλλὰ καὶ διά τινων σφοδρότητος ἰδίωον γίνεται, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ φανεῖται· ὥστε ἀναγκαῖον χωρὶς περὶ ἑκάστης εἰπεῖν. καὶ πρῶτόν γε
περὶ τῆς τραχύτητος, δὴ ἐναντίον ἐστὶ γλυκύτης· ὁ γὰρ τραχὺς λόγος πικρός τε καὶ ἄγαν ἐπιτιμητικός ἐστιν· ἀλλὰ περὶ μὲν γλυκύτητος καὶ ἡδονῆς ἐν τῷ περὶ ἀφελείας ἡμῖν λελέξεται, νυνὶ δὲ λέγοιμεν ἂν περὶ τῆς τραχύτητος.
τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε καὶ «ὑμεῖς δὲ ἐκνενευρισμένοι καὶ περιρημένοι χρήματα, συμμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες-, φησίν, «εἰ θεωρικὰ ἢ βοΐδια πέμψουσιν ὑμῖν εἰς τὰς ἑορτάς» καὶ πάλιν
«παντάπασι γὰρ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθε » καὶ τὸ «οὔτοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτα ὀνείδη φέρειν »·
τουτὶ δὲ ἤδη τῇ μεθόδῳ καὶ λειότερον γέγονεν — ἐν γὰρ τῷ καθόλου εἴρηται καὶ οὐχ ἀπλῶς ἐπετίμησε—, πλὴν ἥ γε ἔννοια τραχεῖα. τοῖς δὲ κώλοις ἄμφω τὰ τελευαῖα ταυτὶ παραδείγματα καὶ ἀκμῆς οὐ πόρρω, ὡς ἐν τῷ περὶ ἀκμῆς ἔσται φανερόν· οὐ μὴν τά γε πρῶτα
τοιαῦτα ἦν παραδείγματα, ἀλλὰ καθαρῶς τραχέα. δυσχερὲς δὲ παρὰ τῷ Δημοσθένει καθαρὰν εὑρεῖν τραχύτητα, διὸ καὶ ἐφιλοτιμήθημεν τῶν φανεισῶν μηδεμίαν 126 παραλιπεῖν· δυσχερὲς δὲ εὑρεῖν, διότι πανταχοῦ αὐτὰς ὁ ἀνὴρ τῷ τε συμπλέκειν τισὶ καὶ ταῖς μεθόδοις
λειοῖ· ἐπεὶ καὶ τοῦτο, ὃ καὶ αὐτό ἐστιν ἐν Ἐπιστολαῖς 127 «τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδ’ ὅτι συμφορὰ φανείη, κακία δὲ οὐδεμία, ὑμετέρα δὲ ἀγνωμοσύνη», τραχὺ μέν ἐστι τῇ ἐννοίᾳ, μεθοδευθὲν δὲ οὕτω καὶ συμπλακὲν τῷ πρὸ
αὐτοῦ τε καὶ μετʼ αὐτὸ λειότερόν πως γέγονε· καίτοι καὶ τὸ ἐπαγόμενον ἔχει τι τραχύτητος, ἔστι δὲ τὸ «ἣν 128 τῷ μιεταγνῶναι λύσαιτε». καὶ μὴν καὶ τὸ «ἆ — τί ἂν εἰπὼν μήτε ἁμαρτάνειν δοκοίην μήτε ψευσαίμην; — λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔτε ὑμᾶς αὐτοὺς
αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονα ἀφήκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες;» τοιοῦτόν ἐστιν, οἷον ἔχειν τέ τινα διόρθωσιν καὶ μετρίαν λειότητα κατὰ τὴν διαπόρησιν. ὅλως τε τοιούτων μὲν παραδειγμάτων οὐκ ἀπορήσεις — λέγω τῶν ἐχόντων τινὰ διόρθωσιν, πολλὰ
γὰρ ἔστι τοιαῦτα καὶ παρὰ τῷ ῥήτορι καὶ παρὰ τοῖς ἄλλοις —, καθαρῶς δὲ τραχύτητα παρά γε τούτῳ δυσχερὲς εὑρεῖν· πάνυ γὰρ τῷ τοιούτῳ σπανίως χρῆται, πλὴν εἰ μή τις οἴοιτο ταὐτὸν εἶναι σφοδρότητά τε καὶ τραχύτητα· ἀλλʼ ὅπῃ μὲν ἀλλήλων ταῦτα διαφέρει, μικρὸν
ὕστερον φανεῖται. παραδείγμιατα δὲ τῆς ἀπαραμυθήτου 129 τραχύτητος παρὰ μὲν τῷ ῥήτορι καὶ πάνυ ὡς ἔφην ἐστὶ σπάνια, ὁ δὲ Ἀριστογείτων σοι ἄφθονα παρέξεται νὴ Δία, εἰ βούλοιο καὶ παρʼ ἐκείνου λαβεῖν τὰ παραδείγματα, πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τῷ Δεινάρχῳ.
Ἀλλὰ περὶ μὲν ἐννοιῶν τῶν ποιουσῶν τὸν τοιοῦτον λόγον τοσαῦτα.
γὰρ ἔννοιαι τραχέως ἐκεῖ καὶ μεθωδεύθησαν.
κατέφαγε» καὶ τὸ «διορωορυγμένοι κατὰ πόλεις» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα» καὶ ὅσα 131 τοιαῦτα. αὗται μὲν οὖν διὰ τὸ τετράφθαι εἰσὶ τραχεῖαι· ἀφʼ ἑαυτῶν δὲ σκληραὶ αἱ τοιαῦται, οἷον ‘ἀταρπόςʼ, 132 ‘ἔμαρπτενʼ, ‘ἔγναψεʼ καὶ ὅσαι τοιαῦται. ἔχει δέ
τι τοιοῦτο καὶ τὸ ‘περικόπτωνʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ, εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προειρημέναι. Ἀλλὰ λέξεις μὲν αὗται τραχεῖαι.
ἔπειτα τὰ κατʼ ἐρώτησιν ἐλεγκτικά, οἷον «εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε»; καὶ 133 πάλιν «οὐχ ὁρᾶτε, ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι;» καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ» καὶ τὰ ἑξῆς· εἰ γὰρ ἀφέλοι τις τῆς ἐννοίας ταύτης τὴν
μέθοδον καὶ τὸ παράδειγμα εἶναι, προηγουμένως δὲ λέγειν αὐτό τις θείη τὸν Δημοσθένην ἤ τινα ἕτερον καὶ καθʼ ὑποκειμένου, ἀλλὰ μὴ ὡς εἰπόντος τινὸς ἀναμιμνῄσκοντα, σφόδρα ἔσται τραχεῖα καὶ διαφερόντως γε κατὰ τὰ σχήματα. Δέχεται μέντοι ἡ τραχύτης κατὰ
δεύτερον καὶ τρίτον λόγον σχεδὸν ἅπαντα τὰ σχήματα, ὥσπερ οἶμαι καὶ αἱ ἄλλαι ἰδέαι· ἀλλὰ τά γε οἰκεῖα αὐτῆς ταῦτα.
οὐκ ἔξιμεν; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσούμεθα;» καὶ πάλιν «πότε οὖν, ὧ Ἀθηναῖοι, πότε ἃ χρὴ πράξομεν; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ; νῦν δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;
ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτοῖς καὶ ἀνακολούθων ποδῶν συγκειμένη, ὡς μηδαμῇ προσβάλλειν τινὰ ἦχον μέτρου μηδʼ ἔχειν τινὰ ἡδονὴν κατʼ αὐτὴν τὴν συνθήκην μηδʼ ὅλως εὐρυθμίας ἔμφασιν, ἀλλʼ εἶναι μᾶλλον οἷον ἄρρυθμόν τινα καὶ δύσηχον, τραχύνουσαν τὴν
ἀκοήν. ποιεῖ δὲ μάλιστα τοῦτο ἡ ἀνάπαυσις ἡ ποιά, 136 ὥσπερ κὰν ταῖς ἄλλαις ἰδέαις ἔφαμεν ὅτι ἡ ἀνάπαυσις ἡ ποιὰ μετὰ τῆς συνθήκης τῆς ποιᾶς τὸν ῥυθμὸν ἀπεργάζεται.
τοῦδε, νῦν δὲ ἐπὶ τοῦδε τοῦ ποδὸς ἀναπαυομένου τοῦ κώλου.
πάσης σφοδρότητος λεκτέον, ἵνα καὶ ὅπῃ γε διαφέρει τῆς τραχύτητος ἐπιγνῶμεν. ἀντίκειται δὲ ταύτῃ πάντως μὲν καὶ ἡ γλυκύτης καθάπερ καὶ τῇ τραχύτητι, ἰδίως δὲ τῇ σφοδρότητι ἐναντίον ἡ ἐπιείκεια, περὶ ἧς καὶ αὐτῆς ἐν τῷ περὶ ἤθους λελέξεται.
Περὶ σφοδρότητος.
ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων προσώπων, οἷον κατὰ τῶν ἀντιδίκων ἢ καθʼ ὧν ἂν καὶ οἱ ἀκούοντες δέξαιντο ἡδέως, οἷον εἰ κατὰ Φιλίππου λέγοι ὁ Δημοσθένης ὅτι 138 «βάρβαρος, ὄλεθρος Μακεδών», καὶ τῶν τοιούτων. καὶ 139 140 ταύτῃ γε πρῶτον διαφέρει τραχύτητος ἡ σφοδρότης, κατʼ ἔννοιαν. διὸ καὶ φανερωτέρας ἔχει τὰς κατηγορίας αὕτη, σχεδὸν λοιδορίας οὔσας, ὥσπερ ἐν τῷ λεγομένῳ κοινῷ τόπῳ· ἐπιδέχεται γὰρ τὰ πρόσωπα ταῦτα τὸ τοιοῦτον
εἶδος, ἐκεῖνα δὲ οὐκέτι, λέγω τὰ τῆς τραχύτητος. παράδειγμα σφοδρότητος σχεδὸν μὲν ἅπας ὁ Κατὰ Ἀριστογείτονος τοῦ Δημοσθένους λόγος, ἐπιφανέστερον δʼ αὐτοῦ τὸ «οὗτος οὖν αὐτὸν ἐξαιτήσεται; ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν
βούλοιτο;» πολλὰ δʼ ἄν τις καὶ ἀπὸ τῶν ἄλλων αὐτοῦ λόγων λάβοι τοιαῦτα, οἷον «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς» καὶ πάλιν «τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις;
τί σαυτὸν οὐκ ἐλλεβορίζεις; καὶ « σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί», καὶ ὅλως, ὅπερ ἔφην, μυρία τούτου καὶ ἐν δικανικοῖς καὶ ἐν συμβουλευτικοῖς ἔστι παραδείγματα Ἀλλʼ ἔννοιαι μὲν αὗται σφοδρότητος. εἰ δέ τις αὐτὰς καὶ τραχείας ὀνομάζειν
βούλοιτο ἢ πάλιν τὰς τραχείας σφοδράς, οὐδὲν ἔμοιγε διοίσει· πλὴν ὅτι γε διαφέρουσιν ἀλλήλων καὶ ὅτι πλέον ἔχει τι ἡ σφοδρότης τῆς τραχύτητος καὶ ὡς οὐκ ἂν δύναιο σφοδρότητι χρῆσθαι ἐπὶ τοῦ μείζονος 141 ἢ κατὰ σὲ προσώπου, πλὴν εἰ οἱ ἀκούοντες ἡδέως δέχοιντο, 142 δῆλον ἐκ τούτων καὶ ὅτῳ μικρὸν αἰσθήσεως τῆς περὶ λόγους μέτεστι.
ἐννοιῶν λέγειν τὰς τοιαύτας ἐννοίας μηδʼ ἄλλως πως σφοδροῦ λόγου. παραδείγματα δὲ αὐτοῦ τὰ προειρημένα 143 πάντα.
ὥσπερ ὁ ῥήτωρ ἐποίησε τὸ ‘ἰαμβειοφάγοςʼ καὶ τὸ ‘γραμματοκύφωνʼ καὶ εἴ τι τοιοῦτο, ἐν τραχύτητι δὲ οὐχ εὗρον ὄνομια οὕτω πεποιημένον. καὶ ταύτῃ ἂν οὖν ἴσως διαφέροι ἡ σφοδρότης τραχύτητος.
σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν»· καὶ ἡ ἐρώτησις δὲ ἡ τοῦ ὑποκειμένου προσώπου ἀποστροφή ἐστι καὶ ἔχει πρὸς τῇ σφοδρότητι καὶ ἐλεγκτικόν τι, διὸ καὶ τὰ τοιαῦτα σχήματα ἐπὶ τῶν οὐκ ἐνδεχομένων 144 ἀντίρρησιν παραλαμβάνεται, οἷον «ἀλλὰ τί
ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὐτῷ κατασκευαζόμενον Φίλιππον;» 145 «πότερον αὐτήν, Αἰσχίνη, ἐχρῆν τὸ φρόνημʼ ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν καὶ Δολόπων τάξει καὶ τὰ ἑξῆς. — Σφοδρὸν σχῆμα καὶ τὸ δεικτικόν, οἷον «ὁ βάσκανος οὗτος ἰαμβειοφάγος»
καὶ πάλιν ὁ γὰρ τὰ ψευδῆ δεῦρʼ ἀπαγγείλας» καὶ τάδε, φησί, καὶ τάδε ποιήσας. εἶτʼ ἐπήγαγε τὴν δεῖξιν «οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». — ἴανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ κατὰ 〈τὰ〉 σχήματα ἡ σφοδρότης διαφέρει τῆς τραχύτητος, οὐ μόνον κατὰ
τὰς ἐννοίας καὶ κατὰ τὰς λέξεις, ὡς προείρηται.
ὄνομα ἀναπαύει τὸν λόγον, οἷον «ὁ φαρμακός, ὁ λοιμός» 146 καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα 147 ἀγορᾶς, ὄλεθρος γραμματεύς » καὶ ὅσα τοιαῦτα.
μέν που καὶ ἀπὸ τῶν προειρημένων, οὐ μὴν ἀλλὰ κἀν τῷ περὶ τραχύτητος ἱκανῶς εἴρηται· τὰ αὐτὰ γὰρ περὶ τούτων κἀνταῦθα κἀκεῖ.
Περὶ λαμπρότητος.
καὶ ὅτι δεῖ τῷ σεμνῷ τε καὶ τραχεῖ καὶ σφοδρῷ προσεἰναί τι πάντως καὶ φαιδρότητος, ἵνα μὴ πάντῃ αὐστηρὸς ᾖ· φαιδρότητος δὲ οὐ τῆς ἐν ὡραισμῷ, ἣ δὴ 149 γλυκύτητός τε καὶ ἀφελείας ἐστίν, οὐδὲ τῆς κατʼ ἐπιμέλειαν συνθήκης κάλλος ἐχούσης τι — καίπερ γὰρ ὄν
κομμωτικὸν τὸ τοιοῦτο καὶ πλεονάζον παρὰ τῷ ῥήτορι ὅμως λεπτόν ἐστι καὶ οὐκ ἔχει δίαρμα οὐδὲ μέγεθος —, οὔκουν ταύτης δεῖ τῆς φαιδρότητος τῷ μεγέθει ὡς καθʼ αὐτό, ἀλλὰ τῆς ἀξιωματικῆς· ταύτην δὲ ποιεῖ ἡ λαμπρότης, περὶ ἧς ῥητέον. περὶ γὰρ τοῦ ἐναντίου
εἴδους τῇ λαμπρότητι κἀν τῷ περὶ σφοδρότητος εἰρήκαμεν, 150 ὅτι ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ ὄντως ἀγωνιστικὸν εἶδος τοῦ λόγου καὶ ὅλως τὸ γοργόν.
ἢ καὶ διὰ πάντα ταῦτα· ὅλως τε ἐπὶ τοῖς διαπρεπέσι τῶν ἔργων καὶ ἐφʼ οἷς ἔστι λαμπρύνεσθαι ὡς ἀληθῶς, ὅπερ φησὶν Ἡρόδοτος ἐλλάμψασθαι, ἐπὶ τούτοις ἐστὶ καὶ ἡ λαμπρότης· οἶον «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδʼ ἐπὶ τούτοις μέγιστον τῶν
ἐμαυτοῦ φρονῶ· ἀλλʼ ἐὰν βούλῃ τὸν ἐμὸν τειχισμόν» καὶ τὰ ἑξῆς, καὶ πάλιν «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμα τὸν τότε
περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν 152 ὥσπερ νέφος», καὶ πάλιν «ταῦτα ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦθʼ ὑμῶν οἱ πρεσβύτεροι, οἲ Λακεδαιμονίους καὶ τὰ ἐξῆς, καὶ πάλιν «ὑμεῖς τοίνυν, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ
τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «ἐξήλθετε εἰς Ἁλίαρτον». πολλὰ δὲ καὶ τοῦ τοιούτου παραδείγματα ἐν τῶ Περὶ τοῦ στεφάνου διὰ τὸ φύσει ἀξιωματικὸν τοῦ λόγου καὶ λαμπρόν.
Ἀλλʼ ἔννοιαι μὲν αὗται καὶ αἰ τοιαῦται λαμπραί.
ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» τοῦτο λαμπρὸν ἅπαν ὄν, εἶτα διακοπὲν καὶ μεταξὺ τῶν δύο κώλων προσλαβὸν 155 τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ
ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων» ἐνεποδίσθη κατὰ τὴν μέθοδον πρὸς τὸ ἄγαν εἶναι λαμπρόν· οὐ γὰρ ὅμοιον δήπουθεν ἦν ἀπολελυμένως εἰπεῖν, ὥσπερ καὶ τὸ παράδειγμα ἐθήκαμεν, ἢ διακόψαντα ἐκείνως οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων
ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ ἀπιστίαν καὶ μῖσος τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμια» καὶ τὰ ἐξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισίν,
ἀλλὰ πᾶσι»· διέκοψε γὰρ καὶ οὐκ εἴασε φανῆναι τοῦ λόγου τὸ ἄγαν λαμπρὸν τῇ διακοπῇ καὶ ὑποστροφῇ. — Ἐτι μεθόδου λαμπρᾶς καὶ τὸ τὰ ἔνδοξα ἐνδοξοτέρως λέγειν, ὥσπερ ἐκεῖνο εἴρηται τὸ «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ
τὰ ἐξῆς. τοῦτο γὰρ παράδειγμα μὲν ἔνδοξον, οἶον 156 ‘ὀρθῶς συνεβούλευσα ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων κινδυνεύειν· οὕτω γὰρ ἐποίουν καὶ οἴ ἐν Μαραθῶνι προκινδυνεύσαντεςʼ· ὃ δὲ εἰς ὅρκον αὐτὸ ἀναγαγὼν ἐνδοξότερον αὐτὸ ἐποίησε καὶ λαμπρὸν ‘οὐχ ἥμαρτον 157
ταῦτα συμβουλεύσας, οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσανταςʼ καὶ τὰ ἑξῆς.
πλίνθοις ἐγώ, οὐδὲ ἐπὶ τούτοις» καὶ τὰ ἑξῆς· καὶ πάλιν αἱ ἀποστάσεις, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχή καὶ τὰ ἑξῆς. ὅλως δὲ τὰ ἀσυνδέτως εἰσαγόμενα, εἰ μακρὰ εἴη τὰ κῶλα, ποιεῖ λαμπρὸν τὸν λόγον, ταῖς ἐννοίαις κὰν ἀκμαῖος ᾖ· καὶ γὰρ ἡ
ἀκμή, περὶ ἧς αὐτίκα λέξομεν, τοῖς τῆς λαμπρότητος σχήμασί τε καὶ κώλοις γίνεται, μεθʼ ὅσων ἄλλων πέφυκε γίνεσθαι. εἰδέναι μέντοι χρή, ὅτι, ἐὰν μετὰ καταστάσεως εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον ὀρθώσας, κἂν ἀποστήσῃς, ἧττον γίνεται λαμπρός, εἰ μὴ πλαγιάσας
εὐθὺς ἤ τι ἕτερον σχῆμα περιβλητικὸν ἐπαγαγὼν κατʼ ἀνάγκην μακρὰν ἀποτείνῃς ῥῆσιν, οὐκ ἐχούσης ἀνάπαυσιν τῆς ἐννοίας καὶ κατὰ τοῦτο γινομένου πως τοῦ λόγου λαμπροῦ, οἷον «ὑμεῖς τοίνυν, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων» καὶ τὰ ἑξῆς· εἰ
γὰρ μὴ ἐπλαγίασεν εὐθύς ἐν τῷ « Λακεδαιμονίων γῆς 159 καὶ θαλάττης ἀρχόντων» καὶ κατʼ ἀνάγκην περιέβαλεν ἀπὸ τοῦ πλαγιασμοῦ, ἐπέμεινε δὲ τῇ ὀρθώσει, καθαρὸς 160 ἂν μᾶλλον ἐγένετο ὁ λόγος καὶ οὐ λαμπρός. τεκμήριον δὲ τούτου τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ »·
καίπερ γὰρ ἀσυνδέτως εἰσαχθὲν ὅμως διὰ τὸ ἐπιμεῖναι τῇ ὀρθότητι καθαρὸν μὲν καὶ ἀπλοῦν ἔμεινε, λαμπρὸν δὲ οὐδαμῶς. ἔτι καὶ ταύτῃ διαφέρει τὰ τοιαῦτα τῶν λαμπρῶν, ὅτι αἰ μὲν λαμπρότητες οὐ μᾶλλον πραγμάτων εἰσὶν ἀφηγήσεις ἢ ποιότητές τε πραγμάτων καὶ αὐξήσεις,
ὁ δὲ καθαρὸς λόγος σχεδὸν ἐναντίος ὢν τῷ λαμπρῷ ὅμως ταῖς μὲν ἀποστάσεσι καθάπερ ἐκεῖνος εἰσάγεται, μετὰ μέντοι ὀρθότητος διαρκοῦς, καὶ πραγμιάτων 161 τινῶν ἀφήγησιν ἔχει, ἀλλʼ οὐκ αὔξησίν τινα τού τῶν οὐδὲ ποιότητα, ὅπερ ἐστὶ τῆς λαμπρότητος. τοιοῦτόν
ἐστι καὶ τὸ « Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων» καὶ τὸ «λέγεταί ποτε ἐπεὶ τῆς παλαιᾶς ἐκείνης εὐδαιμονίας Ἀλκιβιάδης» καὶ τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι» καὶ ὅσα τοιαῦτα. Ἀλλὰ σχήματα μὲν ταῦτα λαμπρότητος.
συνθήκαις, καὶ οὐδέν γε βλάπτεται ὁ λαμπρὸς λόγος 162 τῇ συνθήκῃ ταύτῃ, μόνον εἰ ἡ ἀνάπαυσις γένοιτο
σεμνή· τὸν γὰρ ῥυθμὸν αἰ τοιαῦται ἀναπαύσεις μακρῶν τῶν κώλων γινομένων ποιοῦσι σεμνόν τε καὶ λαμπρόν, κἂν ἐκ τροχαίωον συγκείμενος ᾖ.
Περὶ ἀκμῆς.
μετὰ τὸν περὶ σαφηνείας δέδεικται λόγον. ἕποιτο δʼ ἄν τῷ περὶ τραχύτητός τε καὶ σφοδρότητος καὶ ἔτι 163 τῷ τῆς λαμπρότητος ἀναγκαίως ὁ περὶ ἀκμῆς λόγος, κατὰ μὲν τὰς ἐννοίας ἐναντιοῦται πάλιν, ὅσα τῇ τε σφοδρότητι καὶ τραχύτητι, κατὰ δὲ τὰ λοιπά, ὅσα καὶ
λαμπρότητι. λέγειν δὲ περὶ ἀκμῆς ἕπεται μετὰ τὰ προειρημένα ἀναγκαίως τά τε ἄλλα καὶ ὅτι διὰ τούτων πως γίνεσθαι πέφυκεν ἡ ἀκμή, ὡς ἐνεδειξάμεθα καὶ τοῦτο κατʼ ὀλίγον μέν πως καὶ ἐν τῷ περὶ τραχύτητος, 164 δείξομεν δὲ καταφανέστερον ἐνταῦθα ἀναγκαίως ἐν τῷ
περὶ αὐτῆς λόγῳ τῆς ἀκμῆς, μᾶλλον δὲ εὐθύς ἐξ ἀρχῆς φανερὸν ἔσται.
καὶ πολλῆς τινος εὐτυχίας καὶ τῆς παρʼ ὑμῶν ἐπιμελείας δεόμενον»· ἡ γὰρ τροπὴ τραχέος οὖσα καὶ σφοδροῦ λόγου ἡ «νόσημα γάρ» ἑτέρως πως διῆρται ὡς ἐν λαμπρότητι καὶ οὐ μᾶλλον τραχύτητα ἐνταῦθα ἐμφαίνει ἢ λαμπρότητα. περὶ δὲ τῶν τοιούτων ὀνοἱκανῶς
οἶμαι ἐν τῷ περὶ σεμνότητος ἡμῖν εἰρῆσθαι.
τῆς τάξεως, ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον» καὶ πάλιν «πλεονέκτημα, ὧ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ»· 166 ἐξ ἀποστάσεως γὰρ εἰσῆκται. κἀκεῖνα δὲ τοιαῦτα· «μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς, ὃν ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα βούληται καὶ τὸ «πολλὰ ἂν εἰπεῖν
ἑχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο» καὶ «ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην 167 καὶ πάντα ἄνδρα ἐξῆς προθύμους εἶναι, 168 ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». ταῦτα δὲ καὶ πλέον ἔχει τι· οὐδὲ γὰρ ἐξ ἀποστάσεως εἰσῆκται ὥσπερ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ καὶ τὸ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς
τάξεως», ἀλλʼ ἀπροσδοκήτως ἐξ ἐπεμβολῆς. διὸ καὶ μειζόνως ἐκλάμπει καὶ πλέον ἔχει τὸ φαιδρὸν ἡ ἀκμή· κυρίως γὰρ τοῦτʼ ἂν ἀπόστασις εἴη, ἐὰν δὲ καταστήσας εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον, ἧττον ἐμφαίνεται τὸ ἀποστατικόν, οἷον τοσοῦτον ὑπειπὼν «πλεονέκτημα, ὦ
Ἀθηναῖοι» καὶ τὰ ἐξῆς· προσδοκήσασι γὰρ ἡμῖν ἐνταῦθα ἡ ἀπόστασις ὤφθη· ἐκεῖ δὲ οὐ πάνυ τι τὸ ἀποστατικόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι καὶ τὰ ἐξῆς. — Ἀλλʼ ὅπερ ἐλέγομεν, κατὰ
μὲν λαμπρότητος σχήματα οὕτως ἀκμὴ γίνεται· κατὰ δʼ αὖ σφοδρότητος αἱ ἀποστροφαὶ δηλονότι καὶ οἱ ἔλεγχοι ποιοῖεν ἂν τὴν ἀκμήν, οἷον τὸ «πότερον αὐτὴν 169 ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν» καὶ τὰ ἐξῆς, καὶ πάλιν
«οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα». οὐ δεῖ δὲ θαυμάζειν, εἴ πού τις ἀποστροφή, καίτοι λεγόντων ἡμῶν σφοδρότητος εἶναι τὸ σχῆμα, ὅμως καὶ ἦθος ἔχει τι, ὥσπερ τὸ «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ
σε φλαῦρον»· μεθωδεύθη γὰρ οὕτως, ὥστε μὴ δόξαι 170 πικρῶς λέγεσθαι διὰ τὴν ὑπόληψιν τοῦ προσώπου τοῦ Λεπτίνου καὶ μηδέν γε ἧττον ἔχειν τὴν σφοδρότητα. ἐμφαίνεται γὰρ καὶ ἐν τῷ ἤθει. ὅτι δὲ καὶ ἦθος ποιεῖν σφοδρότητα οὐδὲν κωλύει, αἱ εἰρωνεῖαι δηλοῦσι πᾶσαι, 171 οἷον «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα
ἔχει;» καὶ πάλιν «τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε καὶ μυρία ἄλλα. κἀκεῖνα μέντοι ἠθικῶς ἅμα καὶ σφοδρῶς εἴρηται τὸ «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ δὲ ἀδελφὸς ὁ σός; ἀλλὰ πρὸς τοὺς ζῶντας, ὧ χρηστέ καὶ τὰ ἐξῆς.
172 ἐστι τὸ «μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου καὶ τὰ ἐξῆς, καὶ τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ τὰ ἑξῆς, καὶ ὅσα τοιαῦτα, πότερον ἀκμαστικὰ ἢ λαμπρὰ ἢ τὸ συναμφότερόν ἐστιν,
ὃ καὶ μᾶλλον· φαίημεν οὖν ἄν, ὅτι, καθάπερ ἐδιδά. ξαμεν ἔν τε τῷ περὶ λαμπρότητος καὶ ἐνταῦθα πάλιν ἐν τῷ περὶ ἀκμῆς, πάντως τῇ ἀκμῇ λαμπρότητος ἴδια 173 πολλὰ πρόσεστιν, οἷον τὰ κῶλα μακρὰ ὄντα καὶ οἱ ῥυθμοὶ καὶ τὰ ἑξῆς τούτων, πολλαχοῦ δὲ καὶ τὴν λέξιν ἔφαμεν καὶ τὸ μέγιστον τὰ ἀποστατικὰ τῶν σχημάτων· ὥστʼ, εἰ λέγοιμεν ταῦτα μεμῖχθαι ἐξ ἀμφοῖν, ἔκ τε
λαμπρότητος καὶ ἀκμῆς, τὸ «τμέχρι τούτου Λασθένης» καὶ τὰ τοιαῦτα εἰς ταὐτὸν ἐμπίπτειν καὶ μηδὲν ἧττον ἐμφαίνεσθαι αὐτὰ ἀκμαστικά, εἴ γε πάντως ἔχει ἡ ἀκμὴ πολλὰ τῶν ἰδίων λαμπρότητος· αἵ τε γὰρ ἔννοιαι τούτων, οἷον τὸ «τμέχρι τούτου Λασθένης φίλος ὠνομάζετο
Φιλίππου» καὶ πάλιν τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν» καὶ ὅσα τοιαῦτα σφοδρά πως εἶναι 174 δοκεῖ κατὰ προσώπων λεγόμενα, ὅπερ ἴδιον ἀκμῆς, τά τε σχήματα αὐτὰ καὶ τὰ κῶλα ὄντα λαμπρὰ μετʼ ἐκείνων
τῶν ἐννοιῶν τὴν ἀκμὴν ποιεῖ. ὥστε καὶ φαίη 175 τις ἄν· τί χρὴ λέγειν, ὅτι μέμικται λαμπρότης ἐνταῦθα καὶ ἀκμή, φύσει δέον ἀεὶ ταῦτα μεμῖχθαι, ὅτε ἀκμαῖος ὁ λόγος εἴη; ἀλλʼ εἰδέναι χρή, ὅτι πρῶτον μὲν ἐνταῦθά φαμεν ἀκμὴν καὶ λαμπρότητα συνεληλυθέναι, οὐχί γε
τραχύτητα ἢ σφοδρότητα ὁμοῦ λαμπρότητι γεγενῆσθαι, ἃ ποιεῖ τὴν ἀκμήν· οὐ γὰρ ἀκμὴ καὶ λαμπρότης συνελθοῦσαι ἀκμὴν ποιοῦσιν, ἀλλʼ ἔννοιαι τραχεῖαι καὶ σφοδραὶ καὶ μέθοδοι τοιαῦται λέξει καὶ κώλοις λαμπρότητος καὶ εἴ τινι ἑτέρῳ κραθεῖσαι ποιοῦσι τὴν
ἀκμήν. διὸ οὐδὲ ἀντακολουθοῦσιν ἀλλήλαις, ἀλλʼ ἡ 176 μὲν ἀκμὴ πάντως ἔχει τι καὶ λαμπρότητος, οὐ μὴν ἥ γε λαμπρότης ἔχει τι ἀκμῆς, εἰ μή τις ἐρίζων βιαίως λέγοι ταῦτα, ἃ ἦν ἴδια λαμπρότητος, τὴν μακροκωλίαν λέγω καὶ τὰ ἀποστατικὰ σχήματα καὶ εἴ τι ἕτερον, διὰ τὸ ἐπʼ ἀμφοῖν εὑρίσκεσθαι ἰσάζειν καὶ μηδὲν μᾶλλον
ἐντεῦθεν ἐκεῖ ἢ ἐκεῖθεν ἐνθάδε μετενηνέχθαι. ἀλλὰ ταῦτα μέν ἐστι σαφὴς λῆρος· φανερὰ γὰρ ταῦτά γε καὶ τῇ αἰσθήσει ψιλῇ, ὡς ἴδια μέν ἐστι λαμπρότητος, ἀκμὴ δʼ οὐδὲ ἔχει γενέσεως ὑπόστασιν καθʼ ἑαυτήν, ἀλλʼ ἡ μῖξις τῶν ἀπὸ τῆς τραχύτητος ἢ σφοδρότητος
καὶ τῶν ἀπὸ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμήν. διό, καθάπερ ἔφην, οὐδὲ ἀντακολουθοῦσιν· ὅπερ μὲν γὰρ ἂν ἀκμαῖον ᾖ, πάντως καὶ λαμπρόν ἐστι καὶ ἤτοι 177 σφοδρόν γε ἢ τραχὺ ἢ τὸ συναμφότερον· οὐ μὴν ὅ τι ἂν ᾖ τραχύ γε ἢ σφοδρὸν ἢ καὶ λαμπρόν, ἀνάγκη αὐτὸ
καὶ ἀκμαῖον εἶναι· ἔχει γὰρ ταῦτα καὶ καθʼ ἑαυτὰ ὑπόστασιν καὶ χωρὶς τῶν ἑτέρων. δύναται μέντοι τις οὕτω λέγειν, ὅτι οἷόν τέ ἐστιν ἀπὸ ταύτης τῆς ἐννοίας οἷον τῆς τραχείας ἢ σφοδρᾶς ἀκμὴν ποιῆσαι ἢ πάλιν ἀπὸ τούτου τοῦ κώλου οἷον τοῦ λαμπροῦ ὁμοίως ἀκμὴν 178 ποιῆσαι, οὐ μὴν ἴδιά γε ταῦτα ἀκμῆς. πρὸς οὖν τοὺς
ταῦτα τιθεμένους ἀκμὴν εἶναι, ἐπείπερ ἔφην ἄμφω συνεληλυθέναι, ἀκμὴν καὶ λαμπρότητα, πρῶτον μέν, ὅπερ εἶπον, ὑποληπτέον, ὅτι οὐκ ἐξ ἀκμῆς καὶ λαμπρότητος ἡ ἀκμὴ γίνεται, ἀλλʼ ἐξ ὧν εἴρηται· ἔπειτα
ὅτι ταῦτα, τὸ «τμέχρι τούτου Λασθένης» λέγω καὶ τὸ 179 «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος» καὶ τὰ τούτων ἐξῆς ὅσα τε αὐτοῖς ἐστιν ὅμοια, μεμῖχθαι λέγω διόλου ἀρξάμενα ἀπὸ τῶν ἐννοιῶν· καὶ γὰρ λαμπραί εἰσι καὶ σφοδραὶ ἔννοιαι καὶ μᾶλλόν γε λαμπραί, εἴ
τις σὺν ἐπιστήμῃ αὐτὰς θεωροίη. σκεψώμεθα δέ, ποίας ἐννοίας ἔφαμεν εἶναι λαμπράς. αἷς πέποιθεν ὁ λέγων δηλονότι. οὐκοῦν ἐνταῦθα βουλόμενος συστῆσαι ὁ ῥήτωρ, ὅτι, εἰ τῆς Φιλίππου μερίδος ἡ πόλις ἐγένετο, οὐκ ἂν συνήνεγκεν, ἐπιστώσατο μὲν αὐτὸ καὶ κατὰ
ἔθνη καὶ κατὰ πόλεις, ἐκ Θετταλῶν τετραδαρχουμένων καὶ ἐκ τῶν ἄλλων, οἷον «καὶ γὰρ εἰ μὲν ὡς ἐκράτησε Φίλιππος ᾤχετο εὐθέως ἀπιὼν καὶ μετὰ ταῦτα ἦγεν ἡσυχίαν, μηδένα μήτε τῶν ἑαυτοῦ συμμάχων μήτε τῶν ἄλλων Ἑλλήνων ἀδικῶν, ὅμως ἦν ἄν τις κατὰ τῶν 180
ἐναντιωθέντων, οἷς ἔπραττεν ἐκεῖνος, μέμψις καὶ κατηγορία· εἰ δὲ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν» καὶ τὰ ἑξῆς. συνέστησε μὲν οὖν αὐτὸ καὶ κατὰ πόλεις, ὥσπερ ἔφην, καὶ κατὰ ἔθνη. συνιστὰς δὲ αὐτὸ καὶ ἀπὸ τῶν κατʼ ἄνδρα «τοὐδείς», φησί, «τὸ τοῦ προδιδόντος
συμφέρον ζητῶν χρήματα ἀναλίσκει». εἶτʼ αὖ πάλιν τοῦτο συστῆσαι θέλων ἔχει παραδείγματα σαφῆ καὶ πολλὰ καὶ γνώριμα πᾶσι. διὸ καὶ πεποιθήσει λέγων ἐλλαμπρύνεται τῷ λόγῳ. καὶ οὐκ οἶδά γε, εἴ τι παράδειγμα τούτου λαμπρότερον ἔχομεν τοῦ «μέχρι τούτου 181 Λασθένης φίλος ὠνομάζετο Φιλίππου» καὶ τὰ ἑξῆς, εἰς
τοσοῦτον μῆκος τῶν κώλων προελθόντων, ἅτε τῇ ἐννοίᾳ 182 πεποιθότως χρωμένου τοῦ ῥήτορος, καὶ τῶν ἐπαναφορῶν διὰ τὸ κατὰ συζυγίαν ἐξενεχθῆναι θαυμαστὸν κάλλος ἐργασαμένων· ἀκριβέστερον δὲ καὶ περὶ τούτου ἐν τῷ περὶ κάλλους ἡμῖν λελέξεται. Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι λαμπρὰ μὲν διὰ ταῦτα ἡ ἔννοια·
οὐ γὰρ Εὐθυκράτους καὶ Λασθένους καὶ τῶν ἄλλων προδοτῶν προὔκειτο δήπουθεν αὐτῷ κατηγορεῖν, ἀλλὰ συστῆσαι τὸ προειρημένον. λαμπρὰ μὲν οὖν διὰ ταῦτα. σφοδρά γε μὴν δηλονότι διὰ τοῦτο, ὅτι κατὰ προσώπων δοκεῖ λέγεσθαι τῶν προδοτῶν. καίτοι οὐχὶ τοιοῦτον
183 ἁπλῶς εἶναι δεῖ τὸν κατὰ προδότου λόγον, ἀφηγηματικὸν καὶ ἧττον ἔχοντα τὸ σφοδρόν· ὅμως γε μὴν ἔχει τι τῆς σφοδρότητος καὶ οὕτως. — Καὶ αἱ μὲν ἔννοιαι τοιαῦται, καθʼ ἃς καὶ μόνας τάχα ἄν τις ἐνταῦθα φαίη μεμῖχθαι τὴν λαμπρότητα καὶ τὴν ἀκμήν.
τὰ δὲ ἑξῆς δῆλα μὲν ὡς πάντως ἐστὶν ἴδια λαμπρότητος καὶ ὡς, εἴπερ λαμπρὰ ἡ ἔννοια, ὥσπερ καὶ ἔστι λαμπρά, καθάπερ καὶ ἐδείκνυμεν, ἐκείνης ἂν εἴη καὶ ταῦτα, μέθοδον λέγω καὶ σχήματα καὶ τἆλλα πάντα· διὰ δὲ τὸ καὶ τὴν ἀκμὴν ἀπὸ τούτων συνίστασθαι
ἀνάγκη φάσκειν ἐνταῦθα κοινὰ αὐτῶν γεγενῆσθαι καὶ τὰ τοιαῦτα. — Τοιοῦτον δὲ καὶ τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος»· τοῦ γὰρ ὅτι τὴν εἰρήνην λέλυκε Φίλ-. ιππος τὰ λεγόμενα πάντα συστάσεις εἰσὶ καὶ πίστεις, αἷς πεποιθὼς ὡς γνωρίμοις καὶ φανεραῖς ἐλλαμπρύνεται.
184 ἀλλʼ ὅμως ἐνταῦθα πλέον τὸ ἀκμαῖόν ἐστιν, ὥσπερ ἐκεῖ πλέον ἦν τὸ λαμπρόν· φανερῶς γὰρ ἐνταῦθα λέγει κατὰ προσώπου καὶ οὐχ ὡς ἐκεῖ ἀφηγεῖται καὶ οὐ κατηγορεῖ. ἔτι μέντοι καὶ διὰ τοῦτο πλεονάζειν
τῇ ἀκμῇ δοκεῖ, ὅτι σχήματι κέχρηται ἐλεγκτικῷ πρὸς τὸν Αἰσχίνην, λέγω τῇ ἐρωτήσει, ὅπερ ὄν σφοδρότητος 185 ἡ μὲν ἀκμὴ δέχεται, ἡ λαμπρότης δὲ οὔ. καὶ μὴν καὶ τὸ μὴ ἁπλῶς εἰς μῆκος ἀπολελύσθαι τὰ κῶλα, ἀλλʼ εἶναι μὲν τὸ ὅλον ἕν, δοκεῖν δὲ διακεκόφθαι
ταῖς συμιπλοκαῖς καὶ γεγενῆσθαι κομματικόν, οὔτε λαμπρότητος ὂν οὔτε ἀκμῆς σφοδρότητος δὲ μᾶλλον, 186 τῷ τὴν σφοδρότητα τῆς μὲν λαμπρότητος ἀπηλλάχθαι πάντῃ, τῇ δὲ ἀκμῇ κατά τι κοινωνεῖν ἀκμαιότερον μᾶλλον ἢ λαμιπρότερον πεποίηκε φαίνεσθαι τὸν
λόγον. — Εἰ δὲ καὶ περιβεβλημένως, μᾶλλον δὲ μεστῶς προήχθη, τοῦτο πάλιν ἑτέρου λόγου.
ἐν τῷ περὶ σαφηνείας εἰρήκαμεν.
Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
καὶ ὅτι πλείονι ταύτῃ τῶν ἄλλων ἰδεῶν ἁπασῶν, καθʼ ἃς λόγου μέγεθος γένοιτʼ ἄν, ὁ ῥήτωρ κέχρηται. ἀλλὰ τὴν μὲν αἰτίαν, διʼ ἣν οὕτω πεποίηκεν ἐκεῖνος, ὕστερον 189 λέξομεν· οὐ γὰρ ἐγχωρεῖ νυνὶ λέγειν, πρὶν περὶ αὐτῆς τι προδιδάξαι τῆς περιβολῆς· περὶ αὐτῆς δʼ ἂν ἤδη
ταύτης εἴη λεκτέον. ὅτι δὲ ἐναντίον αὐτῇ ἡ καθαρότης, ἐν τῷ περὶ σαφηνείας εἴρηται.
ἀεί, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν», ἢ ἀόριστον ὡρισμένῳ, οἷον «πολλὰ μὲν οὖν ἔγωγʼ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου, δύο δέ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα», ἢ ὅλον μέρει, οἷον «ἀλλʼ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ
πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν»· οὐ γὰρ ἡ ἀκρόπολις γένος οὐδʼ ὁ ἐκ δεξιᾶς τῆς Ἀθηνᾶς τόπος εἶδος τῆς ἀκροπόλεώς ἐστιν οὐδὲ ἀόριστόν τι καὶ ὡρισμένον, ἀλλʼ 191 ὅλον καὶ μέρος καὶ προσείληπται τῷ μέρει τὸ ὅλον. ποιεῖ δὲ καὶ τὸ κατʼ ἄθροισιν προσλαμβανόμενον ἔξωθεν, εἰ καὶ μὴ προσληφθείη τὸ ἀόριστον, ὃμως περιβολήν τινα, οἷον «δύο δὲ καὶ μεγάλα, ἓν μὲν τόδε,
ἕτερον δὲ τόδε», καὶ πάλιν «τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται, φθονεροὺς ἀχαρίστους ἀπίστους εἶναι δοκεῖν» καὶ πάλιν ἐνταῦθα δύο εἴρηκεν, ἓν μὲν τόδε, ἕτερον δὲ τόδε. πολλὰ παρὰ τῷ ῥήτορι καὶ τούτου καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ παραδείγματα. — Εἰδέναι 192
δὲ χρή, ὡς αἱ τοιαῦται προσλήψεις καὶ εὐκρινείας εἰσίν, οὐ περιβολῆς μόνον ποιητικαί· κατὰ μὲν γὰρ τὸ προειδέναι τοὺς ἀκούοντας, περὶ ὅσων ἀκούσονται, ποιεῖ τὴν εὐκρίνειαν, καθὸ δὲ ἔξωθεν προσείληπται, περιβάλλει. θαυμάζειν δὲ οὐ χρή, εἰ δοκοῦσά πως ἡ
εὐκρίνεια τῇ περιβολῇ ἐναντιοῦσθαι διὰ ταὐτοῦ πράγματος δύναται γίνεσθαι, οἷον διὰ τῆς τοῦ κατʼ ἄθροισιν προσλήψεως· οὐ γὰρ οὕτως ἐστὶν ἐναντία τὰ τῶν 193 λόγων εἴδη, καθάπερ ἄλλα τινά, ὡς μὴ δύνασθαι συνυπάρχειν, οἷον ὥσπερ τὸ θερμὸν τῷ ψυχρῷ ἢ ὁ θάνατος
τῇ ζωῇ ἢ ἡ νὺξ τῇ ἡμέρᾳ ἢ ὅσα τοιαῦτα, ἀλλὰ τοὐναντίον πέφυκε δύνασθαι συνυπάρχειν τὰ ἐναντία ταῦτα καὶ τότε μᾶλλον θαυμαστὸς ὁ λόγος γίνεται, ὅταν διὰ τῶν ἐναντίων ἰδεῶν εὖ κεκραμένος περαίνηται δυσχερὴς δὲ ἡ μῖξις, καὶ σχεδὸν οὐδεὶς οὕτω καλῶς
οὐδὲ τῶν ἀρχαίων αὐτῇ κέχρηται ὡς ὁ ῥήτωρ, μετά γε Ὅμηρον. πῶς γὰρ οὐ δυσχερὲς μῖξαι καθαρότητα μὲν περιβολῇ καὶ τῷ περιττῷ καὶ μεστῷ τὴν σαφήνειαν, 194 σεμνότητι δὲ τὸ λεπτὸν καὶ τὴν χάριν τῷ διηρμένῳ πρὸς μέγεθος, σφοδρότητι δὲ τὴν ἀφέλειαν καὶ τῇ τραχύτητι τὸ μεθʼ ἡδονῆς· ἔνθα δὲ τόλμης δεῖ, κάλλος καὶ τὸ κεκοσμημένον ἅμα πιθανότητι, λαμπρότητι δὲ τὸ γοργόν τε καὶ ἀγωνιστικὸν καὶ οἶον εὔζωνον
χωρὶς εὐτελείας καὶ ταπεινότητος, τῷ δὲ ἀκμαίῳ πάλιν
τὸ πιθανὸν καὶ τὸ τοῦ ἀληθοῦς καὶ ἐνδιαθέτου ἐμφαντικὸν ὅσα τε ἄλλα τῶν εἰδῶν τοῦ λόγου τῆς ἐναντίας ἀλλήλοις δοκεῖ πως εἶναι φύσεως. τούτου γὰρ οὐκ οἶδ᾿ εἴ τι γένοιτʼ ἂν ἐν λόγῳ χαλεπώτερον, ἄλλως τε
καὶ τούτοις ἅπασιν αὐτοῖς τε ἑκάστοις καὶ ταῖς μίξεσιν αὐτῶν εἰ μέλλοι τις εἰς δέον χρήσεσθαι. ἀλλὰ ταῦτα μὲν ἀκριβῶς δεῖξαι καὶ διὰ παραδειγμάτων ἑτέρου δεῖται καιροῦ τοῦ περὶ μεθόδου δεινότητος ὅτε λέγοιμεν. νῦν δὲ εἰς τοσοῦτον εἰρήσθω, τοῦ μηδένα
θαυμάζειν, ὃ δὴ σμικρότατόν ἐστιν ἐν αὐτοῖς, εἰ περιβολὴ δύναται διὰ ταὐτοῦ γίνεσθαι καὶ εὐκρίνεια· σχεδὸν γὰρ ταῦτα οὐδὲ ἐναντία ἐστίν, ἀλλὰ καὶ ἀναγκαῖον ἀεὶ τοῖς περιβλητικοῖς ἅπασιν, ὅτε αὐξηθείη καὶ μεστὸν ποιεῖ τὸν λόγον, παρεῖναί τι τῶν εὐκρινούντων, ὡς ἂν
μὴ συγχέοιτο μηδʼ ἀσαφὴς ὁ λόγος γίνοιτο, ὅπερ καὶ ἐν τῷ περὶ εὐκρινείας ἐδείξαμεν.
αἰτίας, τρόπου, προσώπου καὶ ἔτι γνώμης τῆς τοῦ προσώπου πάντων τε ἀπλῶς τῶν τοιούτων, οἷον ‘ὑπεσχόμην χορηγήσεινʼ. πότε; ‘τρίτον ἔτος τουτίʼ. ποῦ; ‘ἐν τῇ ἐκκλησίᾳ’. διὰ τί; ‘οὐ καθεστηκότος χορηγοῦ 197 καὶ διὰ τοῦτο λόγων καὶ λοιδορίας γινομένων.ʼ πῶς
ὑπέσχου; ‘ἐθελοντήςʼ. τίς ὤν; ‘οὐ πάνυ πλούσιος. μανία γὰρ ἴσως ἐστίνʼ, ἔφη, ‘τὸ παρὰ τὴν δύναμίν τι ποιεῖνʼ· τοῦτο δέ ἐστι τῆς τοῦ προσώπου προσλήψεως ἴδιον. τίνι γνώμῃ; ‘διὰ φιλοτιμίανʼ. προηγουμένως μὲν οὖν κατʼ ἔννοιαν ἀπὸ τούτων γίνεται περιβολή.
δύναται δὲ καὶ αὔξεσθαι ἕκαστα τούτων καὶ μιᾶλλον ποιεῖν ἐμπερίβολον κατʼ ἔννοιαν τὸν λόγον καὶ ἐξ ἑτέρων, οἷον ‘ὑπεσχόμην χορηγήσειν πένης ὤνʼ· τοῦτο μὲν ἦν τοῦ προσώπου ψιλόν· ηὔξηται δὲ πῶς; πρῶτον μὲν ἀπὸ τῆς πρὸς ἕτερον διαφορᾶς, οἷον ‘μηδενὸς
ὑπισχνουμένουʼ, εἶτα ἄλλη αὔξησις ‘μηδὲ τῶν πλουσίωνʼ, εἶτα ἑτέρα ‘καὶ οὐδὲ τῶν ἄλλων λειτουργιῶν ἀτελὴς μεμενηκώς, ἀλλὰ πολλὰ λελειτουργηκὼς καὶ ἐν ἐπιδόσεσι καὶ ἐν τριηραρχίαιςʼ. καὶ ὅλως καθʼ ἕκαστον ἐθέλων αὔξειν εὕροις ἂν πολλὰ καὶ ἐνθυμήματα καὶ 198 παραδείγματα καὶ ὡρισμένα καὶ ἀόριστα· οὐ γὰρ μόνον ἀπὸ τῶν προειρημένων περιβάλλοι τις ἄν, ἀλλὰ καὶ ἐπιχειρῶν πανταχόθεν, οἷον ἀπὸ τοῦ ὁμοίου, ἀπὸ τοῦ ἐναντίου, τοῦ γένους, τοῦ εἴδους, τοῦ ὅλου, τοῦ μέρους, ἔτι ἀπὸ τοῦ μείζονος, ἴσου, ἐλάττονος. ταῦτα
δὲ ἴσως οὐδὲ προσλήψεις εἰσίν, ἀλλὰ πίστεις μᾶλλον, 199 τὰ διὰ τούτων ἐνθυμήματα λέγω καὶ παραδείγματα γινόμενα, καὶ δεῖται λόγου τοῦ περὶ πίστεων. — Ἔτι περιβάλλει κατʼ ἔννοιαν καὶ τὸ μὴ αὐτὰ τιθέναι μόνα 200 τὰ πραχθέντα, ἀλλὰ καὶ τὰ ἐκβάντα ἄν, εἰ μὴ τοῦτο
ἐγένετο, καὶ δέον τινὰ πρᾶξαι ὅτι παρῆκεν, ὡς εἰ λέγοιμεν ὅτι «πάντα τὰ ἄλλα ἀφεὶς καὶ παριδὼν ἐπέραινεν, ἐφʼ οἷς ἐμισθώθη». Ἀλλὰ κατʼ ἔννοιαν μὲν οὕτω γίνεται περιβολή.
τὰ πράγματα καὶ τὰ δεύτερα πρῶτα λέγειν, εἶτʼ ἀναγκάζεσθαι ἐπεμβάλλειν τὰ πρῶτα καὶ τῷ σχήματι χρῆσθαι τῷ κατʼ ἐπεμβολήν, οἷον «ἀλλ’ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι»· εἶτʼ ἐπενέβαλε τὰ πρῶτα «οὔτε μικρὸν
οὔτε μέγα οὐδʼ ὁτιοῦν εὑρημένοι τῶν ὑπὸ τούτου ῥηθέντων, ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, λεχθέντων καὶ προσδοκηθέντων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «προσῇμεν τῇ βουλῇ». τὸ γοῦν ἀναστρέφειν τὰ πράγματα περιβάλλει κατὰ μέθοδον, ἵνʼ ὅπερ ἔφην ἀναγκάζηται ἤτοι ἐπεμβάλλειν,
201 ὡς ἐνταῦθα, ἢ ἐπισυνάπτειν ἀναγκαίως τὰ πρῶτα, οἷον «ἀλλ’ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου 202 (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω) ἐνταῦθα ἐγίνοντο οἱ ὅρκοι»· μέχρι μὲν δὴ τούτου ἐπεμβολή
τις γέγονεν ἡ τοῦ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω». τὸ δὲ ἑξῆς ἐπισυνῆπται, καὶ κατὰ τοῦτο δὲ πεποίηκε τὴν περιβολήν, οἷον «ὅτε δεῦρʼ ἤδη τὸ στράτευμʼ ἄγων ἐβάδιζε Φίλιππος», εἶθʼ ὕστερον ἡ ποιότης καὶ αὐτὴ περιβάλλουσα μετὰ αὐξήσεως, οἷον
«αἰσχρῶς, ὦ Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν». εἰ δέ τι καὶ τῷ διʼ ἐπικρίσεως εἰπεῖν τὴν ποιότητα πεποίηκεν ὁ ῥήτωρ ἕτερον, ἄλλου λόγου· ἐπεὶ καὶ τὸ ἐπεμβληθὲν ἐν ἀρχῇ τὸ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω» οὐ μόνον περιβολὴν ἐποίησεν, ἀλλὰ καὶ γοργότητα, 203 ὁμοῦ δὲ διακόψαν τὸν λόγον καὶ ἀληθινοῦ
πως τύπου δοκεῖ εἶναι. ἀλλʼ οὐ νῦν περὶ τούτου. — Τό τε οὖν ἀναστρέφειν τῶν πραγμάτων τὴν τάξιν μέθοδος περιβολῆς, ὡς εἴρηται, καὶ τὸ τὰς κατασκευὰς τῶν προτάσεων καὶ τὰς πίστεις τάς τε τούτων αὐξήσεις
πρώτας τιθέναι τῶν προτάσεων αὐτῶν, ὡς ἐν τῷ Περὶ τοῦ στεφάνου· μερικῆς γὰρ οὔσης ἐν αὐτῷ προτάσεως τῆς ὅτι ‘συμφέροντα ἔθηκα νόμον τὸν περὶ τῶν τριηραρχιῶνʼ καὶ κατασκευαζομένης ταύτης ἔκ τε τοῦ παῦσαι τοὺς πένητας ἀδικουμένους καὶ τοῦ κωλῦσαι τοὺς πλουσίους
ἀπὸ μικρῶν ἀναλωμάτων ἀτελεῖς γινομένους καὶ τὴν πόλιν ὑστερίζουσαν τῶν καιρῶν, σκόπει, πῶς εἰσάγει 204 205 τὰς κατασκευὰς καὶ τὰς αὐξήσεις τῆς προτάσεως πρώτας αὐτῆς ἐκείνης· «ὁρῶν γάρ», φησί, «τὸ ναυτικὸν ὑμῶν καταλυόμενον καὶ τούς μὲν πλουσίους ἀτελεῖς ἀπὸ μικρῶν ἀναλωμάτων γινομένους, τοὺς δὲ μέτρια ἢ μικρὰ κεκτημένους τῶν πολιτῶν τὰ ὄντα
ἀπολλύντας, ἔτι δʼ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν τῶν καιρῶν, ἔθηκα νόμον» καὶ τὰ ἑξῆς. πολὺ δὲ ἐνταῦθα καὶ τὸ τῆς δεινότητος, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ δείξομεν. ὅμοιον δὲ τούτῳ καὶ τὸ «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, σκοπεῖν»·
τοῦ γὰρ προοιμίου ἡ μὲν πρότασις, ὅτι δεῖ νεωτέρου ὄντος καὶ πρώτου λέγοντος ἀνέχεσθαι, αἱ δὲ ταύτης κατασκευαί, ὅτι μηδὲν οἱ πρεσβύτεροι τῶν δεόντων εἰρηκασιν ἐπὶ πολλῶν ἐκκλησιῶν, καὶ εἴ τινες ἄλλαι· ἃς δὴ κατασκευὰς προὔταξε τῆς προτάσεως. οὗ
τοὐναντίον Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ ποιήσας ἧττόν τε ἐμπερίβολον καὶ πόρρω δεινότητος πεποίηκε τὸν λόγον, οἷον «ἴσως τινὲς ὑμῶν θαυμάζουσιν, ὅτι τὸν ἄλλον ἅπαντα χρόνον τοῖς τῆς πόλεως νόμοις ἐμμεμενηκώς» καὶ τὰ ἑξῆς. Ἀλλὰ μέθοδοι μὲν αὗται, καθʼ 206 ἃς περιβάλλεται λόγος.
207 λέγοι, οἷόν ἐστι καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» 208 καὶ τὸ «ἃ ἐγὼ προορώμενος, ὦ Ἀθηναῖοι, καὶ λογιζόμενος γράφω ψήφισμα» καὶ τὸ «εἰσὶ κρίσεις καὶ ἀγῶνες πικρὰ καὶ μεγάλα ἔχοντες ἐπιτίμια» καὶ τὸ «ὅτι
τότε μὲν ὁ δῆμος δεσπότης καὶ κύριος ἦν ἁπάντων τῶν ἀγαθῶν». καὶ ὅλως μυρία ἐστὶ τούτου γε παρὰ τῷ ῥήτορι τὰ παραδείγματα, ἃ καὶ ἐξετάζοντες τινές, ὡς ἂν ἐξετάσαιεν αὐτοὶ τοὺς λόγους, εἰρήκασι περιβολῆς εἶναι ἴδια. ἀλλʼ ἡμεῖς τό γʼ ἡμῖν δοκοῦν περὶ
τούτων εἰρήκαμεν. πλεονασμὸν μὲν γὰρ ἴσως ἔχει τινὰ καὶ ἤτοι ἔλεγχον ἢ αὔξησιν ἢ σαφήνειαν ἢ τι τῶν τοιούτων, περιβολὴν δὲ εἰ καὶ ἐμφαίνει, ἀλλʼ οὖν οὐ κατὰ τὴν λέξιν· οὐδεμία μὲν γὰρ λέξις αὐτὴ καθʼ ἑαυτὴν ἔχει περιβολήν, τῇ δὲ πρὸς ἀλλήλας οἶμαι συμπλοκῇ
καὶ τὴν ἔμφασιν τοῦ περιβεβλῆσθαι ποιοῦσιν. οὔκουν περιβλητικὸν τὸ «τί ἐροῦμεν» οὐδὲ τὸ «τί φήσομεν» οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων αὐτὸ καθʼ αὑτὸ οὐδέν, ἀλλʼ ἡ ἐκ παραλλήλου θέσις αὐτῶν πεποίηκεν ἴσως τινὰ ἔμφασιν περιβολῆς· τοῦτο δὲ οὐχὶ λέξεως
δήπουθεν, ἀλλʼ ἴσως μεθόδου. ἐπεὶ καὶ ἐννοίας ὅλας ἐκ παραλλήλου τίθεμεν, ὅταν ἐπιμένωμεν, ἀλλʼ οὐκ οἶμαι τοῦτο εἶναι περιβολῆς ἴδιον, δεινότητος δὲ μᾶλλον τῆς κατὰ μέθοδον· ταῖς γὰρ ἐπιμοναῖς ἐφʼ ὧν ἰσχύομεν πραγμάτων χρώμεθα, ὡς ὁ ῥήτωρ ἐν τῷ 209 210 Περὶ τοῦ στεφάνου «πότερον», φησί, «τὴν πόλιν ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν αὑὐτῆς» 211 καὶ τὰ ἑξῆς. ταύτῃ γὰρ τῇ ἐννοίᾳ πλεῖον ἢ τετράκις ἐν ταὐτῷ τόπῳ κέχρηται καὶ τὸ μέγιστον διὰ ταὐτοῦ σχήματος, λέγω δὴ τοῦ κατʼ ἐρώτησιν ἐξ ἀποστροφῆς·
διὰ γὰρ τὸ ἔνδοξον τῆς ἐννοίας ἐπιμένει καὶ δεινῶς ἐπίκειται τῷ ἐχθρῷ, ταῖς συνεχέσιν ἐρωτήσεσιν οὐδὲ ἀναπνεῖν ἐῶν. καὶ ἐν οἷς μὲν ἂν ἰσχυρίζεσθαι δύνηται, τοῦτο ποιεῖ, ἐν οἷς δʼ ἂν ἀσθενὴς ὁ λόγος ᾖ, ὡς ἑτέρως· ἅπαξ γὰρ καὶ διʼ ἐλαχίστων εἰπὼν ἀπαλλάσσεται·
φανεῖται δὲ τοῦτο ἐν τῷ περὶ δεινότητος. ταῖς τε οὖν ἐπιμοναῖς ἐφʼ ὧν ἰσχύομεν πραγμάτων χρώμεθα καὶ τοῦτο ἦν μεθόδου δήπουθεν· ὥστε εἴη ἂν καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» μέθοδός τις, ἣν οὐ φαῦλον συγχωρῆσαι ποιεῖν περιβολήν· καὶ ἔστω
ἐν τῷ περὶ μεθόδου περιβολῆς καὶ ἡ ἐπιμονή, καίτοι οὐ πανταχοῦ, ἔνθα ἂν εὑρεθείη, περιβολὴν ποιεῖ· ἀλλʼ οὖν συγχωρείσθω διά τε τὰ προειρημένα, τὸ «τί ἐροῦμεν; ἢ τί φήσομεν;» λέγω, καὶ ἔτι τὰ τοιαῦτα οἷον «καίτοι ὁπηνίκα ἐφαίνετο ταῦτα πεποιηκὼς καὶ τοῦτον
τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμιέ»· καὶ γὰρ ἐνταῦθα ὁμοίως περιττεύει τὸ ἕτερον κῶλον ἐκ παραλλήλου τεθέν, ὥσπερ ἐκεῖ ἡ λέξις.
ἑτέρας ταῖς πρώταις λέξομεν. ἔστι τοίνυν ἣ τε ἀπαρίθμησις τοιαύτη, οἷον πρῶτον μὲν τόδε, δεύτερον δὲ τόδε᾿. τοῦτο δὲ καὶ εὐκρινείας καὶ ἀφελείας ἐστίν, εἰ σύνεγγυς λάβοι τὴν ἀνταπόδοσιν· τὸ γὰρ διὰ μακροῦ περιβλητικόν. εἰ δὲ καὶ ἐξ ἐπαναλήψεως γίνοιτο, ἕνεκα
μὲν τῆς ἐπαναλήψεως εὐκρινῆ ποιεῖ τὸν λόγον, τὴν δὲ 214 περιβολὴν διὰ τὸ διὰ μακροῦ ἀποδεδόσθαι πάντως ἔχει, οἶον «τπρῶτον μέν, ὦ Ἀθηναῖοι, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ»· εἶτα πολλὰ εἰπὼν ἐξ ἐπεμβολῆς ἐπανέλαβε πάλιν «τπρώτου μὲν
τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον», εἶθʼ οὕτως ἀπέδωκε τὸ ἀναγκαίως ἑπόμενον τῷ σχήματι, οἷον «δευτέρου δὲ τίνος» καὶ τὰ ἐξῆς. — τε οὖν ἀπαρίθμησίς ἐστι σχῆμα περιβλητικὸν καὶ τὰ ἐοικότα ταύτῃ, τό τε ἀπαριθμητικὸν λέγω, οἷον «τπρῶτον
μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν » καὶ τὰ ἑξῆς, «ἔπειθʼ ὅπερ ἐστὶν ὑπὲρ ὑμῶνx», καὶ τὸ κατὰ προτίμησιν λεγόμενον, οἷον «μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι 215 τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου».
σχήματι χρήσαιτο, πάντως μὲν ἐρεῖ τι καὶ κατὰ ἀνάγκην ἐφεπόμενον ἕτερον νόημα, οὐ μὴν ὁμοίως ποιήσει περιβολήν· οὐ γὰρ ὡσαύτως ἐμφαίνεται, ὅτι κατʼ ἀνάγκην ἠκολούθησεν, ὥσπερ ἐν τῷδε «εί γὰρ τὸ κωλῦσαι τὴν πόλιν μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ποιήσασθαι
τὴν εἰρήνην ἐπεπράκειν ἐγὼ ψιλίππῳ», εἶτα τὸ ἑπόμενον ἐξ ἀνάγκης «σοὶ τὸ μὴ σιγῆσαι λοιπὸν ἦν».
δὲ τοῦτο μειζόνως οὐ μόνον κατὰ τόδε τὸ σχῆμα, ἀλλὰ καὶ κατὰ ἔννοιαν καὶ κατὰ μέθοδον καὶ 218 κατʼ ἄλλα σχήματα πλείονα, οἷον τὸ ἐξ ἐπεμβολῆς τὸ τοὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγε καὶ τὸ ἀπαριθμητικὸν οἷον «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε » καὶ ἄλλα συχνά.
ἀλλʼ οὖν ὅ γε πλαγιασμὸς πλεῖστον ἔχει τῆς περιβολῆς, ὥσπερ κἀν τῷδε «τπολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν καὶ τὰ ἑξῆς, καὶ πάλιν «ἐπεὶ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ καὶ τὰ ἐξῆς.
ἀλλὰ τὸ διαρκὲς εἰ θεωροίη· ἐπεὶ εὐθὺς ἐνταῦθα τὸ «κέχρηται συμφορᾷ» ποῦ ἔτι καθαρὸν πλὴν τοῦ κώλου; καὶ ὅλως τά γε ἐφεξῆς ἅπαντα πῶς οὐ περιβεβλημένα; μυρία τοίνυν ὅπερ ἔφην παρὰ τῷ ῥήτορι τὰ παραδείγματα τῆς περιβολῆς, ὅπου γε καὶ ἐν ἰδιωτικοῖς οὐδὲν
ἧττον πλεονάζει τῇ ἰδέᾳ ταύτῃ, ἔνθα καὶ μᾶλλον οἶμαι δεῖ τῆς καθαρότητος διὰ τὸ ἐν ἤθει τὸ πλεῖστον αὐτῶν εἶναι. τὸ δʼ αἴτιον τοῦ πλεονάζειν αὐτὸν τῇ περιβολῇ — καὶ γὰρ ἐπηγγειλάμην ἐρεῖν ἐν τῷ περὶ αὐτῆς λόγῳ —, ὅτι μεγέθους μὲν αὐτῷ μέλει καὶ ἀξιώματος,
τῶν δὲ ἄλλων ἰδεῶν, αἳ ποιοῦσι τὸ μέγεθος τῶν τοῦ ῥήτορος λόγων, ἐν μὲν ἰδιωτικοῖς σχεδὸν οὐδεμία 220 πλὴν σφοδρότητος ἁρμόττει καὶ ταύτης οὐ καθαρᾶς, ἀλλὰ μετά τινος παραμυθίας, τῶν δὲ ἄλλων οὐδεμία· οὔτε γὰρ τραχύτητι οὔτε σεμνότητι οὔτε λαμπρότητι
οὔτε ἀκμῇ χρήσαιτο ἄν τις ἀκρι βῶς ἐν ἰδιωτικοῖς, 221 σφοδρότητι μέντοι ἔστιν ὅπου καὶ ταύτῃ μετὰ ἤθους τινὸς ὡς ἐν τῷ «ἀλλ’ ὦ χαλεπώτατε Βοιωτέ» δύναται χρῆσθαι, καὶ εὕροις ἂν τούτου πολλὰ παραδείγματα. ἡ μέντοι περιβολὴ ἠδυνήθη ἁρμόσαι σχεδὸν
διόλου καὶ τοῖς ἰδιωτικοῖς, ὡς αὐτὸ δήπου δείκνυσι τὸ ἔργον, ἐν δὲ τοῖς δημοσίοις τῶν ἀγώνων δύνανται 222 μέν πως καὶ αἱ λοιπαὶ τῶν ποιουσῶν τὸ μέγεθος ἰδέαι διὰ τὸ μέγεθος τῶν πραγμάτων συμπαραλαμβάνεσθαι, καὶ μάλιστα εἰ τὸ λέγον πρόσωπον ἀξίωμα ἔχοι, ὡς ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου, καὶ εἰ καθόλου λέγοιτο, εἰ ἐνδέχοιτο ἀπιφοράν· ἀκμὰς γὰρ τότε μάλιστα ἐγχωρεῖ
ποιεῖν, ὡς ἐν τοῖς Κατὰ Φιλίππου. οὐ μὴν οὐδὲ ἐνταῦθα ἐκείναις μᾶλλον ἔστι πλεονάσαι, οἷον σεμνότητι ἢ τραχύτητι ἢ σφοδρότητι ἢ λαμπρότητι ἢ ἀκμῇ, ὥσπερ τῇ περιβολῇ. τοῦτʼ οὖν τὸ αἴτιον τοῦ πλεονάζειν τὸν ῥήτορα ταύτῃ παρὰ τὰς ἄλλας, ἄτε τὴν ἄκραν ἐπιστήμην
ἔχοντα περὶ τοὺς λόγους. Ἀλλʼ ὅθεν ἐξέβημεν, πάλιν ἐπανιτέον ἐπὶ τὰ σχήματα τῆς περιβολῆς.
προκατακεχρῆσθαι» καὶ τὰ ἑξῆς. — Ἔτι ἐφέλκονται νοήματα καὶ αἱ ὑποστάσεις, οἷον «ἐξήλεγξα τὸν Φίλιππον φανερῶς οὕτως, ὥστε τοὺς ἐκείνου συμμάχους 223 αὐτοὺς ἀνισταμένους ὁμολογεῖν» καὶ πάλιν «ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ, τοσαύτην ὑπάρξαι μοι καὶ
τὰ τοιαῦτα. — Ἔτι ἐφέλκονται νοήματα καὶ οἱ μερισμοί, οἷον «ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν 224 ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· ἃ δʼ, ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκωλύθη, ταῦτα 225 ἐρῶ». ἐπεὶ δὲ πολὺ τὸ σχῆμά ἐστι τὸ τοῦ μερισμοῦ σχεδὸν ἐν παντὶ τῷ λόγῳ, οὐ μόνον ἐν τῷ Δημοσθενικῷ, ἄξιόν τι καὶ πλεῖον εἰπεῖν περὶ αὐτοῦ. μερισμὸς γὰρ πᾶς ἔμφασιν μὲν πάντως ἔχει περιβολῆς διὰ τὸ
ἐφέλκεσθαί τι· ἤτοι δὲ φανερὰν ἔχει τὴν περιβολὴν ἢ μέχρι μὲν ἐμφάσεως περιέβαλεν, ἕτερον δέ τι ἐποίησε. διὰ μακροῦ μὲν γὰρ ὅτε ἀπολαμβάνοι τὴν ἀνταπόδοσιν, περιβάλλει πάντως, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν
τὰ δέοντα ποιεῖν ὑμᾶς» μέχρι τοῦ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι»· ἐνταῦθα γὰρ ἡ ἀνταπόδοσις. τοῦτο δὲ τὸ παράδειγμα καὶ μεστόν, οὐ μόνον περιβεβλημένον ἐστίν. ἔστι γὰρ ἡ μεστότηρ?? οὐδὲν ἄλλʼ ἢ περιβολὴ πλεονάσασα ἐν αὑτῇ, ὥσπερ ἂν εἴ τις λέγοι περιβολὴ
περιβεβλημένη· μικρὸν δὲ ὕστερον σαφέστερον περὶ αὐτῆς ἐροῦμεν καὶ μετʼ ἐναργεστέρων παραδειγμάτων. ἀλλʼ οὖν ὅ γε μερισμὸς διὰ μακροῦ μὲν ἔχων τὴν ἀνταπόδοσιν περιβάλλει τὸν λόγον, ὡς ἐλέγομεν, διὰ ἐλαχίστου δὲ γοργὸν ποιεῖ, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε
δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις καὶ πάλιν «εἶτα 226 κατηγορεῖ μὲν ἐμοῦ, κρίνει δὲ τουτονί». εἰ μέντοι κατὰ συζυγίαν παραληφθείη, καὶ καλὸν ὁμοῦ καὶ ἐπιμελῆ τὸν λόγον ἐποίησεν, οἷον «παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις
τοῖς θεωμένοις γίνεται, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον 227 παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία τῇ πόλει »· δύο γὰρ κῶλα συντεθέντα δύο κώλοις ἑτέροις συνεζευγμένοις ὥσπερ ἐν στροφῇ καὶ ἀντιστρόφῳ τὴν ἀνταπόδοσιν ἔχει· ἐνταῦθα δὲ τὸ κάλλος 228 καὶ αἱ παρισώσεις ἐποίησαν, οὐ μόνον ὁ κατὰ συζυγίαν
μερισμός. ἔτι δʼ οἱ μερισμιοὶ ποιοῦσι μεστὸν τὸν λόγον, ὅταν τε αὐτοὶ αὐτοῖς ἐπεμβάλλωνται, οἷον «εἰ μὲν περὶ καινοῦ τινος πράγματος, ὦ Ἀθηναῖοι» καὶ τὰ ἑξῆς· πρὶν γὰρ ἀνταποδοῦναι, ἐπενέβαλεν ἕτερον μερισμὸν «εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτου ῥηθέντων,
ἡσυχίαν ἂν ἦγον· εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ γινώσκω λέγειν», εἶθʼ ὕστερον ἡ ἀνταπόδοσις «ἐπειδὴ δὲ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν»· μεστὸς οὖν ἐγένετο διὰ τοῦτο ὁ λόγος. ὅταν τε οὖν αὐτοὶ αὐτοῖς ἐπεμβάλλωνται
οἱ μερισμοί, μεστότητα ποιοῦσι, καὶ ὅταν ἀλλήλων ἐξηρτημένοι ὦσιν, οἶον «τοῦτο τοίνυν τὸ ψήφισμα 229 τῷ μὲν ἑνὶ τῷ Κερσοβλέπτῃ συμπράττοντι τὴν ἀρχὴν Χαριδήμῳ ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος, μή τινα
αἰτίαν ἔχωσι, παριστάν», εἶτα πρὶν ἀπολῦσαι τὴν διάνοιαν ἐπισυνῆψεν ἐξαρτήσας τοῦ προτέρου ἄλλον μερισμὸν «τοὺς μὲν ἀσθενεῖς, τὸν δʼ ἕνα ὄντα ἰσχυρὸν καθίστησι»· μεστὸν οὖν ἐποίησε τὸν λόγον. ὅλως οὖν 230 ἡ μεστότης γίνεται, ὅταν σχήματα περιβλητικὰ διʼ ἀλλήλων πλεονάσῃ κατὰ ἐπεμβολὴν ἢ κατὰ ἐξάρτησιν, ὡς προείρηται, ἢ εἰ καὶ ἑτέροις περιβλητικοῖς ἕτερα τοιαῦτα οὑτωσί πως συμπλακείη, οἶον μερισμῷ τῷ καθʼ
ὑπόστασιν ἢ ἄλλῳ τῳ ἄλλο τοιοῦτον ἐπεμβληθὲν ἢ ἐξαρτηθέν, ὡς ἐδείξαμεν ὀλίγῳ ἔμπροσθεν. ἔστι γὰρ ἡ μεστότης οὐδὲν ἄλλʼ ἢ πλεονάσασα περιβολή· τὰ γὰρ ποιοῦντα τὴν περιβολήν, εἰ πλείονα παραληφθείη κατὰ ταὐτόν, οἷον ἐπεμβολαὶ καὶ τὰ τοιαῦτα, μεστὸν ποιοῦσι
τὸν λόγον. μεγάλης δὲ εὐτονίας καὶ δυνάμεως ἐν τοῖς 231 τοιούτοις ἐστὶ τὸ σαφῶς καὶ μὴ συγκεχυμένως εἰπεῖν, τῷ ῥήτορι δὲ πολὺ τούτου τὸ περιόν. Ταῦτα περί τε μερισμοῦ καὶ μεστότητος.
ἐφελκόμενα ἕτερα νοήματα, ἀλλὰ καὶ ἄλλα ἄττα, περὶ ὧν 232 ἀνάγκη καὶ αὐτῶν εἰπεῖν. τό τε οὖν κατὰ ἄρσιν καὶ θέσιν περιβάλλει τέλειον ποιοῦν τὸν λόγον, οἶον «τοὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα», εἶτα ἡ θέσις «ἀλλ’ ὡς τῶν φυλαξόντον τοὺς ἄλίους». τοῦτο τὸ σχῆμα
οὐκ ἔθεμεν ἐν τοῖς ἐφελκομένοις ἄλλα νοήματα, ὅτι καθʼ αὑτὴν ἡ ἀναίρεσις δύναται τίθεσθαι καὶ οὐκ ἀναγκαίως αὐτῇ ἕπεται ἡ θέσις, οἶον «οὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε, πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε»· οὐδὲν γὰρ ἐπηκολούθησε θετικὸν τῇ
ἀναιρέσει. — Τό τε οὖν κατʼ ἄρσιν καὶ θέσιν περιβάλλει 233 σχῆμα τέλειον ποιοῦν τὸν λόγον καὶ τὸ ἐξ ἀναιρέσεως συμπλεκτικόν· περιουσιαστικὰ γὰρ τὰ οὕτω προφερόμενα νοήματα δοκεῖ πως εἶναι, οἷον οὐ μόνον τάδε, ἀλλὰ καὶ τάδεʼ· «οὐ γὰρ μόνον, εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτο ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ
καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω2 — Καὶ μὴν καὶ τὸ κατὰ συστροφὴν λεγόμενον σχῆμα σφόδρα ἐμπερίβολον, οἷον «εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ ἑξῆς, καὶ πάλιν «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων» καὶ τὰ ἐξῆς.
τεθείκαμεν οὐκ ὀλίγα. εἰδέναι μέντοι χρή, ὅτι αὗται 234 αἱ ἐπεμβολαὶ καὶ ὑπτιότητα ἐξαιροῦνται τὴν ἐν 235 ταῖς ἀφηγήσεσι, διακόπτουσαι τὸν λόγον καὶ ποιοῦσαι κατʼ αὐτὸ τὸ διακόψαι γοργότερον· οἷον «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου», εἶτα διέκοψε τὴν ἀφήγησιν
ἐπεμβαλὼν τὸ «οὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε», εἶτα ἧκε πάλιν ἐπὶ τὴν ἀφήγησιν «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε» καὶ τὰ ἑξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα
τοῖς Ἕλλησι». καὶ ὅλως, εἴ γε βραχεῖαι εἶεν αἱ 236 ἐπεμβολαί, ἀλλὰ μὴ μακραί, μᾶλλον γοργὸν ἢ περιβεβλημένον ποιοῦσι τὸν λόγον, οἷον «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι»· ὁρᾷς, πῶς εὐκίνητος καὶ γοργὸς ὁ λόγος ἐστίν; ἐγένετο δὲ
διὰ τὴν ἐπεμβολὴν τὴν οὖσαν βραχεῖαν «ὅπερ καὶ ἀληθὲς ὑπάρχει», οὐ μὴν ἀπήλλακταί γε πάντῃ περιβολῆς οὐδʼ αὖ οὕτως, ὥσπερ οὐδʼ, ὅτε μακραὶ εἶεν αἱ ἐπεμβολαί, ἀπηλλάχθαι γε ἐῶσι τὸν λόγον γοργότητος καίτοι μᾶλλον τότε ποιοῦσαι περιβολὴν ἢ γοργότητα. Καὶ
τὰ μὲν κατὰ τὰς ἐννοίας καὶ μεθόδους καὶ σχήματα, καὶ εἴπερ ἄρα λέξις γένοιτʼ ἂν ὡς ἐδείξαμεν περιβολῆς, διαρκῶς ἀποδέδεικται.
ὡς ἔπος εἰπεῖν καὶ πάντας δέχεται ῥυθμοὺς τούς ἐν πάσαις ἰδέαις καὶ πάσας συνθήκας καὶ πάσας ἀναπαύσεις. διότι καὶ τὴν περιβολὴν ἐκεῖναι δέχονται πᾶσαι, πλὴν ἴσως τῆς καθαρότητος· ἐξίσταται γὰρ αὐτῆς ἡ 237 καθαρότης, εἰ περιβληθείη, καὶ ὅλως, ὅπερ ἔλεγον κὰν
τῷ περὶ αὐτῆς, ἐναντία ἐστὶ τῇ περιβολῇ· διὸ καὶ κατὰ πολλὰ ἀπὸ τῶν ἐναντίων ἀλλήλαις γίνονται ἣ τε περιβολὴ καὶ ἡ καθαρότης, εἰ καὶ μὴ κατὰ πάντα. εἰ δʼ 238 ἐγχωρεῖ κατʼ ἔννοιαν περιβάλλοντα τοῖς ἄλλοις καθαρὸν ποιεῖν τὸν λόγον ἢ τὸ ἀνάπαλιν, οὐ δεῖ θαυμάζειν·
ἔστι γὰρ καὶ καθαρῶς δοκοῦντα λέγειν περιβάλλειν ταῖς ἐννοίαις τὰ παρακολουθοῦντα πάντα ἐξετάζοντα, 239 καὶ τοὐναντίον αὖ περιβεβλημένως δοκοῦντα λέγειν καθαρὸν ἐκφέρειν τὸ ἐννόημα καὶ ψιλόν· καὶ τοῦτο οἶμαι σαφῶς ἐν τῷ περὶ καθαρότητος ἡμῖν δεδεῖχθαι.
Περὶ ἐπιμελείας καὶ κάλλους.
μέγεθος λόγον ἀκόλουθον ἂν εἴη λέγειν περὶ ἐπιμελείας τε καὶ κάλλους τοῦ κατʼ αὐτόν· δεῖ γὰρ τῷ σαφεῖ τε καὶ ὄγκον ἔχοντι καὶ ἀξίωμα λόγᾳ πάντως καὶ κάλλους τινὸς καὶ εὐρυθμίας, εἴπερ μὴ ὡς ἀγλευκής τις γενήσεσθαι μέλλοι. τούτῳ δʼ ὅτι μὲν ἐναντίον ἐστὶ τὸ ἀμελὲς
καὶ ἄρρυθμον καὶ κατὰ τὴν σύνταξιν εὐτελές, δῆλον· εἰ δέ που καὶ τὸ τοιοῦτο χρήσιμον, ὥσπερ ἐν τραχύτητί τε καὶ σφοδρότητι, ἑτέρου λόγου. Ἀλλὰ περὶ κάλλους τε λεκτέον καὶ τῆς ἐπιμελείας.
240 πάντων τῶν ποιούντων τὰς ἰδέας αὐτοῦ πάσας, οἷον ἐννοιῶν, μεθόδων, λέξεων καὶ τῶν λοιπῶν, εὐάρμοστον καὶ σύμμετρον μετά τινος ἐμφαινομένης διʼ ὅλου τοῦ λόγου ποιότητος ἤθους μιᾶς πρεπούσης τῇ ἰδέᾳ, καθάπερ ἐν σώματι χρῶμα. λέγω δὲ ταὐτόν, εἴτε κατὰ μίαν
αὐτῶν ἑκάστην ἐργάζεσθαί τις προαιροῖτο εἴτε καὶ πάσας μιγνύς, ὡς πεφύκασι μίγνυσθαι, τὸν ποικίλον τε καὶ Δημοσθενικὸν καὶ ὡς ὄντως πολιτικὸν μετιὼν λόγον, εἴτε καὶ τινὰς αὐτῶν τισὶ συναρμόττειν. ἐπειδὴ γὰρ καθόλου τὸ κάλλος ἐστὶ συμμετρία μελῶν καὶ μερῶν
241 μετʼ εὐχροίας, διʼ ὧν δὴ λόγος τις γίνεται, εἴτε 242 ἰδεῶν ὅλων μιγνυμένων εἰς ταὐτὸν εἴτε καὶ τῶν συμιπληρούντων ἑκάστην ἰδέαν — ταῦτα γὰρ οἷον μέλη καὶ μέρη ἐστὶν αὐτοῦ —, δεῖ δήπουθεν, εἰ μέλλοι καλὸς
ἔσεσθαι, ἄν τε ποικίλος ἄν τε μονοειδὴς ᾖ, συμμετρίαν ἔχειν τούτων, ὅ ἐστιν εὐαρμοστίαν, καί τινα ἐπανθεῖν αὐτῷ οἷον εὔχροιαν, τὴν ἐμφαινομένην διόλου μίαν τοῦ ἤθους ποιότητα, ἣν δὴ καὶ φύσει τινὲς χρῶμα λόγου ὀνομάζουσι. καὶ τοῦτό ἐστι τὸ κάλλος, ὅ μοι δοκεῖ καὶ
ὁ Πλάτων εἰπεῖν φάσκων δεῖν ἔχειν τὸν λόγον κεφαλήν τε καὶ ἄκρα καὶ μέσα πρέποντα ἀλλήλοις τε καὶ τῷ ὅλῳ σώματι, ἀλλὰ μὴ χύδην ἕκαστα βεβλῆσθαι, εἰ καὶ καλὰ εἴη καθʼ ἑαυτά· οὐ γὰρ δύνασθαί ποτε οὕτω γενέσθαι 243 καλὸν λόγον. καὶ τοῦτο αἰτιᾶταί γε τοῦ Δυσίου
Ἐρωτικοῦ, ὡς ταῖς ἐννοίαις οὐκ εὐαρμόστως αὐτοῦ χρησαμένου οὐδὲ τῇ τάξει, οὐ μὴν τὰς ἐννοίας γε αὐτὰς αἰτιᾶται οὐδὲ τὴν λέξιν· ἐπεὶ ταῖς γʼ ἐννοίαις καὶ αὐτὸς χρῆται ταῖς αὐταῖς, τὴν δʼ αὖ λέξιν καὶ πάνυ ἐπαινεῖ, σφόδρα εὖ φάσκων τοῖς τε ὁνόμιασι καὶ τοῖς
ῥήμασι τὸν λόγον ἀποτετορνεῦσθαι καὶ οὐκ ἀγεννῶς εἰρῆσθαι τὸ ἐπιὸν τῷ ῥήτορι. ἀλλὰ περὶ μὲν Δυσίου καὶ τοῦ Δυσίου λόγου εἴτʼ οὖν παντὸς εἴτε καὶ αὐτοῦ μόνου τοῦ Ἐρωτικοῦ τὰ νῦν ἀναβεβλήσθω, ἐπὶ δὲ τὸ προτεθὲν ἐπανιτέον. κάλλος γὰρ λόγου κυρίως μὲν ὃ προείρηται
εἶναι λέγοιτʼ ἄν· ἐπεὶ δʼ ἔστι τινὰ ἃ δὴ σαφῶς ἐκπρέπει 244 κείμενος ἔξωθεν κομμωτικός, ᾧ μόνῳ καὶ τὸ τοῦ κάλλους τινὲς τοῦ ἐν λόγῳ ἀπέδοσαν ὄνομα, περὶ οὗ καὶ Ἰσοκράτης φησίν, ὅτι τοὺς ἀκούοντας ἐπισημαίνεσθαι 245 καὶ θορυβεῖν ποιεῖ (περὶ παρισώσεων καὶ τοιούτων τινῶν λέγων ταῦτʼ εἴρηκεν ἐν Παναθηναϊκῷ), φαίνεται
δὲ οὐκ ὀλίγῳ καὶ τούτῳ χρησάμενος ὁ Δημοσθένης, καὶ ἀναγκαῖον ὂν οὐδενὸς ἧττον τῶν τε προειρημένων ἱδεῶν τοῦ λόγου καὶ τῶν ῥηθήσεσθαι μελλουσῶν — 246 ἐπειδὴ ταῦτα οὕτως ἔχει, δεῖ δὴ καὶ περὶ τούτου τοῦ κάλλους εἰπεῖν. — Εἰδέναι οὖν χρὴ πρῶτον, ὅτι τὸ
τοιοῦτον κάλλος περὶ τὴν λέξιν μόνην ἐστὶ καὶ τὰ ἑπόμενα τῇ λέξει, σχήματα λέγω καὶ κῶλα συνθήκας τε καὶ ἀναπαύσεις καὶ τὸ ἐκ τούτων γινόμενον τοὺς ῥυθμούς· ἔννοιαι δὲ αὐταὶ καθʼ ἑαυτὰς ἢ μέθοδοί τινες τοῦ τοιούτου κάλλους οὔκ εἰσι, πλὴν εἴ τις λέγοι τὴν
δριμύτητα, περὶ ἧς ὀλίγον ὕστερον ἐροῦμεν, ὅτε περὶ ἀφελείας τε καὶ γλυκύτητος λέγομεν. Ἀλλὰ πρῶτόν γε περὶ τῶν λέξεων· περὶ γὰρ τῶν ὁμολογουμένων πρῶτον λεκτέον.
τραχεῖαι καὶ τροπικαὶ ἐναργεῖς μὲν εἶεν ἂν καὶ ἴσως καὶ ἄλλο τι, ὥσπερ καὶ τὸ «ἐμὲ γοῦν, ὦ Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς ἑαυτὸν ἐλάνθανε» καὶ τὸ 247 ῾ ἐκνενευρισμένοιʼ καὶ ὅσαι τοιαῦται, καλαὶ δὲ ὡς ἐν τοιούτῳ κάλλει οὔκ εἰσι. ταῦτά τοι καὶ ὁ Ἰσοκράτης μάλιστα κάλλους πεφροντικὼς ἥκιστα ἐχρήσατο ταῖς τροπικαῖς. πλεῖον δὲ τὸ τῆς ἐπιμελείας καὶ τοῦ κάλλους
ἔχουσιν αἱ μικραὶ τῶν λέξεων καὶ διʼ ὀλίγων συγκείμεναι 248 συλλαβῶν, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ».
αἵπερ καὶ πλεονάζουσι παρὰ τῷ Ἰσοκράτει· εἰσὶ δὲ καὶ παρὰ τῷ ῥήτορι, οὐ μὴν τοσαῦταί γε οὐδὲ τοιαῦται, μάλιστα δʼ ἐκεῖναι παρʼ αὐτῷ σπάνιαι, ὅσαι τὸ καθʼ αὑτὰς ἀκριβὲς ἔχουσιν, οἷόν ἐστι καὶ τὸ «τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὐτοῦ λαβεῖν,
τοῦτο κἀγὼ πειράσομαι ποιεῖν»· τοιαύτην γὰρ παρίσωσιν καὶ οὕτως ἐπιτετηδευμένην οὐδεμίαν εὑρεῖν 249 ἑτέραν ἔχομεν παρά γε τῷ ῥήτορι. ἀλλὰ τὴν μὲν αἰτίαν, διʼ ἣν ἐνταῦθα ἐπετήδευσεν οὕτω κεκοσμημένον προσκόρως τὸν λόγον εὐθύς ἐν προκαταρκτικοῖς παρασχέσθαι,
θεωροῦντες τὸν λόγον αὐτὸν τὸν Κατʼ Ἀνδροτίωνος εἰρήκαμεν· ὅτι δʼ οὖν σπανίως χρῆται τῷ τοιούτῳ, φανερόν, οὐ μὴν ταῖς γε παρισώσεσιν αὐταῖς σπανίως, ἀλλὰ χρῆται μὲν αὐταῖς μετρίως, μετὰ μέντοι τινὸς παραμυθίας· ἤτοι γὰρ διακόπτων αὐτὰς ἐξ ἐπεμβολῆς
τινος καταμίγνυσι τῷ λόγῳ ἢ ἐναλλάττων τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος παρισούσας τὰ κῶλα ἢ ταῖς κατὰ κῶλον ἅπαν παρισώσεσιν, οὐχὶ ταῖς κατὰ τὸ 250 τέλος συλλαβαῖς ἴσαις χρώμενος, ὥσπερ ἐχρήσατο ἴσαις ταῖς γε κατὰ τὸ τέλος συλλαβαῖς ἐν τῷ «ἅμα τῇ τε 251 πόλει βοηθεῖν ᾤετο δεῖν» καὶ οἷα μυρία τις ἂν λάβοι παρʼ Ἰσοκράτους. οὔκουν ὁ Δημοσθένης οὕτως, ἀλλὰ κατʼ ἐκείνους τοὺς τρεῖς τρόπους, ἢ διακόπτων ὡς ἐλέγομεν
ἢ ἐναλλάττων τὰς παρισούσας συλλαβὰς ἢ κατὰ κῶλον παρισῶν ἅπαν. διακόπτει μὲν οὖν τὰς παρισώσεις κατὰ ἐπεμβολὰς οὕτως «τὸ μὲν γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἄν τις ἀμελείας θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι»,
καὶ ἡ ἐπεμιβολὴ «τπεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι», εἶθʼ οὕτως ἀπέδωκε τὸ ἴσον κῶλον τῷ ἐξ ἀρχῆς «τῆς παρʼ ἐκείνων εὐνοίας εὐεργέτημʼ ἂν ἔγωγε θείην». διακόπτει μὲν οὖν οὕτως κατʼ ἐπεμβολήν. ἐναλλάττει δὲ
τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος ποιούσας τὰς παρισώσεις οὕτως, οἷον «τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ πρῶτον κλέμμα μὲν ψιλίππου, δωροδόκημα δὲ τῶν ἀδίκων τούτων τοιοῦτον ἐγένετο»· εἰ γὰρ ἐκείνως εἶπε τὸ μὲν τοίνυν Φιλίππου μὲν ἐν τῇ πρεσβείᾳ κλέμμα,
τουτωνὶ δὲ δωροδόκημαʼ, σαφὴς ἂν ἡ πρὸς κάλλος ἐγένετο ἐπιβουλὴ τοῦ λόγου· διὰ τοῦτο οὖν ἐνήλλαξεν. 252 ὅμοιον τούτῳ κἀκεῖνο τὸ «καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότα ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ 253 καὶ μηδὲν ὧν προσετάξατε ὑμεῖς πεποιηκότα καὶ ἀνηλωκότα 254 τοὺς χρόνους »· τὰ γὰρ παρισοῦντα εἰ κατὰ τὸ τέλος ἔθηκεν, ἐκπρεπῶς μὲν ἂν ἐκεκαλλώπιστο αὐτῷ ὁ λόγος, πόρρω δὲ ἂν ἦν τοῦ πιθανοῦ, οἷον εἰ
οὕτως εἶπε ῾ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ τὸν δῆμον ἀκοῦσαί μου τἀληθῆ κεκωλυκότα καὶ τοὺς χρόνους κατανηλωκότα καὶ μηδὲν ὧν προσετάξατε πεποιηκόταʼ· ἔφυγεν οὖν τὸ τοιοῦτον. πολλὰ δʼ ἔστιν αὐτοῦ παραδείγματα, εἴ τις ἐθέλοι ζητεῖν· ἐπεὶ καὶ τὸ «ταῦτα
γράψαντος ἐμοῦ τότε καὶ τὸ τῇ πόλει συμφέρον, οὐ τὸ Φιλίππῳ ζητοῦντος» τοιοῦτόν ἐστιν. ἀλλʼ οὗτος μὲν ἔφυγε τὴν τοιαύτην παρίσωσιν ἅτε τὴν τελείαν περὶ λόγους ἐπιστήμην ἔχων, ὁ δʼ Ἰσοκράτης οὐκ ἂν ἔφυγεν, ἀλλὰ καὶ μὴ οὖσαν φύσει παρίσωσιν ἐβιάσατο ἂν γενέσθαι
διὰ τὸ μέλειν αὐτῷ κάλλους μᾶλλον καὶ ἐπιμελείας ἢ πιθανότητος καὶ ἀληθείας. ταῖς μέντοι καθʼ ὅλον κῶλον παρισώσεσι καὶ πάνυ χρῆται ὁ Δημοσθένης τὰ γὰρ τοιαῦτα τοῦ κάλλους οὐκ ἀπηλλαγμένα τὸ γοργὸν οὐδὲν ἧττον ἔχει καὶ ἀληθές, οἷον «τὸ λαβεῖν
οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ; τρισὶ γὰρ κώλοις καὶ διʼ ὅλων ἴσοις κομμάτιον ἓν ἐπήγαγε τὸ «τπαρανόμων γράφῃ» καὶ πεποίηκε κάλλος δαιμόνιον ὁμοῦ τῷ γοργῷ καὶ σφοδρῷ κατὰ τὴν ἀποστροφήν. πολλαῖς
καὶ τοιαύταις Ἰσοκράτης κέχρηται παρισώσεσι, πλὴν 255 256 οὐ κατʼ ἀποστροφήν· σχεδὸν γὰρ οὐδʼ ὅλως ἔστι παρʼ αὐτῷ τὸ σχῆμα τοῦτο. γίνονται δὲ αἱ παρισώσεις καὶ κατʼ ἀρχὰς καὶ κατὰ τέλος· καὶ κατʼ ἀρχὰς μὲν οἷον «προσήκει προθύμως», καὶ ὁ Πλάτων « Παυσανίου δὲ 257 παυσαμιένου, διδάσκουσι γάρ με ἴσα λέγειν οἱ σοφοί»·
κατὰ τέλος δὲ ὅπως αἱ παρισώσεις γίνονται, δέδεικται ἔμπροσθεν, οἷον «τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν» καὶ τὰ ἑξῆς.
Δασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον, μέχρι τούτου Τμόλαος, ἕως ἀπώλεσε Θήβας»· ἐπαναφέρει γὰρ ἐπὶ ταὐτὸ μέρος τοῦ λόγου. διαφέρει δὲ παρισώσεως τῆς κατʼ ἀρχὰς τὸ σχῆμα τοῦτο, ᾖ ἐκεῖ μὲν συλλαβή ἐστιν ἡ αὐτὴ ἐπʼ ἀμφοῖν τοῖν κώλοιν,
εἰ δὲ καὶ πλείους, ἀλλʼ οὐ λόγου τι μέρος ὁλόκληρον, ἐνταυθοῖ δὲ ὅλη τις λέξις· καὶ ὃ μὲν ἂν ἐπαναφορά, καὶ παρίσωσίς ἐστιν ἡ κατʼ ἀρχάς, ὃ δʼ ἂν παρίσωσις ᾖ κατʼ ἀρχάς, οὐκέτι καὶ ἐπαναφορά. οὐδὲν δὲ θαυμαστόν, εἴ τι καὶ λαμπρὸν ἢ ἀκμαῖον ἔχει
τὸ προειρημένον παράδειγμα· συγγένεια γὰρ λαμπρότητι πρὸς κάλλος ἐν ἅπαντι σχεδὸν πράγματι, διὰ δὲ τοῦτο καὶ πρὸς ἀκμήν· τὰ γὰρ ἀκμαῖά τε καὶ ὡραῖα — καὶ σώματα καὶ ὅ τι βούλει — πάντως καὶ λαμπρὰ καὶ καλά, 258 οὐ μὴν τὸ ἀνάπαλιν· καλὸν γὰρ δύναταί τι καὶ μὴ
259 ἀκμαῖον εἶναι μηδὲ λαμπρόν. αἱ μέντοι ἐπαναφοραὶ εἰ κατὰ κόμμια γίνοιντο, γοργὸν ποιοῦσι τὸν λόγον, ἀλλʼ οὐ καλόν, οἷον «προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ»· ἐνταῦθα δὲ καὶ ἡ ταχεῖα τοῦ μερισμοῦ
ἀπόδοσις τὸ γοργὸν ἐποίησεν.
οἷον «ἂν μὲν γὰρ ὅσα ἄν τις λάβῃ καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν· ἂν δʼ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν» καὶ πάλιν «πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν·
ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν, ὃ οὐκ ἔδει· πάρεστιν Αἰσχίνης» καὶ πάλιν «πρὸς μὲν τὸ τὰ τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν πράττεσθαι πολλῷ προέχει, πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτο ἄσμενος πρὸς Ὀλυνθίους, ἐναντίως ἔχει». σπάνιον
δὲ καὶ τοῦτο παρὰ τῷ ῥήτορι τὸ σχῆμα. καὶ αὐτὸ μέντοι, εἰ κατὰ κόμμα γένοιτο, γοργὸν ποιεῖ τὸν λόγον, ἀλλʼ οὐ καλλωπίζει, οἷον «ταξιάρχους παρʼ ὑμῶν, ἱππάρχους παῤ ὑμῶν». εἰ δʼ ἔχει τι καὶ ἐναργείας κἀνταῦθα κἀν τῇ ἐπαναφορᾷ, ἑτέρου λόγου.
ὅταν τις μίαν λέξιν μερίσας τὰς τελευταίας αὐτῆς συλλαβὰς ἀρχὴν τοῦ ἐπιφερομένου ποιήσηται κώλου, ὡς ὁ Θουκυδίδης ‘Σαμία μία ναῦς’ καὶ «αὐτίκα βοὴ ἦν», καὶ παρὰ τῷ ποιητῇ «Πρόθοος θοὸς ἡγεμόνευε». τὸ οὖν
καὶ τὸ κλιμακωτὸν καλούμενον σχῆμα, ὃ δὴ σπάνιον παρὰ τῷ ῥήτορι, μᾶλλον δὲ οὐδὲ σπάνιον, ἀλλʼ ἅπαξ ἢ δὶς εἰρημένον· ἔστι δὲ οὐδὲν ἄλλο ἢ πλεονάζουσα 264 ἀναστροφή, οἷον «οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ
ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δέ». εἰ δʼ αἱ ταχεῖαι τῶν μερισμῶν ἀποδόσεις καὶ αἱ βραχυκωλίαι πεποιήκασιν εἶναι καὶ γοργὸν τὸν λόγον ἢ εἰ διὰ τὰς πολλὰς ἀναιρέσεις γέγονέ πως καὶ εὐειδής, ἑτέρου λόγου. καίτοι 265 αιρέσεις γε αἱ αὐταί. ἀλλʼ εἰ καὶ μὴ ἦν ἴδιον, πολλάκις ἐμαρτυράμην, ὡς τῶν χαλεπωτάτων ἐστὶν εὑρεῖν ὁτιοῦν παρὰ τῷ ῥήτορι τοιοῦτον, οἷον ἐπὶ πολὺ μιᾶς ἰδέας εἶναι· ποικιλώτατος γὰρ ὁ ἀνὴρ ἁπάντων καὶ
σχεδὸν ἐν ἅπαντι μέρει τῶν ἐκείνου πάντʼ ἂν εὕροις, οὕτω τῇ κράσει καὶ τῇ μίξει τῶν ἰδεῶν κάλλιστα κέχρηται· διήκουσι γὰρ διʼ ἀλλήλων σχεδὸν ἅπασαι παρά γε τούτῳ καὶ καθάπερ ἐκ συμφθάρσεως ἕν τι λόγου πεποιήκασιν εἶδος, τὸ κάλλιστον δὴ τοῦτο καὶ πολιτικὸν
ὡς ἀληθῶς καὶ Δημοσθενικόν. περὶ δὲ πολιτικοῦ λόγου, πληρώσαντες τὸν περὶ ἰδεῶν γενικῶν λόγον, ἀκριβέστερον λέξομεν.
ἐδείκνυμεν.
τὸ δὲ κατὰ παρένθεσιν ἐξ ἐπεμβολῆς γίνεται, 267 οἷον «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι». τί δὲ ἐργάζεται ἡ ἐπεμβολή, εἰρήκαμεν ἐν 268 τῷ περὶ περιβολῆς, ὅτι, βραχεῖα μὲν εἴπερ εἴη, γοργότητα, μακροτέρα δὲ εἰ γένοιτο, περιβολήν, εἰ δὲ πλεονάσειε, μεστότητα.
ἓν ἄλλο» ἀντὶ τοῦ ‘εἰ καὶ διὰ μηδὲν ἄλλο’ καὶ πάλιν «Θετταλοὶ δὲ οὐδένα πώποτε ὅντινα οὔ».
οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης»· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι ‘δῆλόν ἐστιν’ ὃ δὲ «οὐκ ἄδηλον» ἔφη.
τοῦτο τὸ ψήφισμια τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» καὶ τὰ ἑξῆς. κατὰ μέντοι κόμμα εἰ γένοιτο, πλέον ἔχει τὸ γοργόν, οὐ μὴν οὐδʼ οὕτως ἀπήλλακται τοῦ κάλλους, οἷον «οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθε, ὑπὸ τούτων δέος
ἐστὶ μὴ παρακρουσθῆτε». Καὶ σχήματα μὲν καλλωπίζει τὸν λόγον τοσαῦτα.
καὶ τοῦ κάλλους μεμέληκε. ταυτὶ μὲν οὖν ὅπερ ἔφην ὄντως καλλωπίζει τὰ κῶλα. δοκεῖ δέ πως κἀκεῖνα τὰ κῶλα ἐπιμέλειαν ἔχειν καί τινα κόσμον ὑφειμένον μὲν καὶ οὐ μάλα τι κωμμωτικόν, ὃμως γοῦν κοσμεῖ τὰ ἐξ ἐπιπλοκῆς βραχείας, ὅταν διʼ ἀλλήλων ὥσπερ ἐξ ἐπεμβολῆς
λέγηται πεπλεγμένα, τῆς ὅλης διανοίας μὴ καθʼ ἕκαστον αὐτῶν πληρουμένης, διʼ ὅλων δὲ ὡς μιᾶς, οἷον «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ᾧ φιλοτιμίας ἕνεκα ἡ περὶ τῆς δωρεᾶς σπουδὴ γένοιτʼ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν
ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ παῤ ὑμῶν λαβεῖν τότε τὴν ἀτέλειαν» καὶ πάλιν «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθʼ, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς
ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· ὁρᾷς γάρ, ὅπως βραχέα ἐστὶν ἅπαντα πλὴν τῶν τελευταίων 272 ἐπʼ ἀμφοῖν τοῖν παραδειγμάτοιν τὰ κῶλα, καὶ ὡς αἱ ἐπεμβολαὶ οὐδʼ ἐπεμβολαὶ δοκοῦσί πως εἶναι καὶ ὥσπερ
ἐξ ἀκολουθίας τινὸς ἐπεμβεβλημέναι, ἀλλʼ οὐ κατακόρως 273 ἐκφερόμεναι· οὐ γὰρ ὅμοιον ἦν οὕτως εἰπεῖν «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι» ἢ ὡς ταῦτʼ ἔχει τὰ προειρημένα παραδείγματα. διόπερ ἐν ἐκείνῳ μὲν τὸ τῆς γοργότητος πλέον ἐστίν, εἰ καὶ ἐπιμελείας ἔχει τι, ἐνταῦθα δὲ ἀνάπαλιν τὸ τῆς
ἐπιμελείας πλέον, εἰ καὶ γοργότητος ἔχει τι. τοῦ δὲ τοιούτου κάλλους καὶ τῆς ἐπιμελείας ταύτης πολλὰ μὲν καὶ ἄλλα ἔστι Δημοσθενικὰ παραδείγματα ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, ὅ γε μὴν Περὶ τῆς ἀτελείας σχεδὸν 274 ἅπας ἐστὶ τοιοῦτος· πολὺ γὰρ ἐν τούτῳ τὸ ἐπιμελὲς
καὶ κεκοσμημένον· τὴν δὲ αἰτίαν, διʼ ἣν τοιοῦτος, αὐτὸν ἐξηγούμενοι τὸν λόγον εἰρήκαμεν.
μὴ πόρρω μέτρου τινὸς οὔσης καὶ μέτρου γε τοῦ οἰκείου κατὰ τοὺς πόδας τῷ λόγῳ καὶ τῷ εἴδει τοῦ λόγου δηλονότι, ὃ ἂν ἐργαζώμεθα. ἄλλο μὲν γὰρ σεμνοῦ λόγου μέτρον οἰκεῖον, ὡς ἐν τῷ περὶ σεμνότητος ἐλέγομεν, ἄλλο δὲ ἄλλης ἰδέας, ὡς καθʼ ἑκάστην εἰρήκαμεν. εἴπερ
δέ τινος ἄλλου, ὁ περικαλλὴς λόγος τῆς συνθήκης δεῖται· κατὰ γὰρ ταύτην τὸ πλεῖστον αὐτοῦ ἐκφαίνεται, καὶ ἡ ἐπιμέλεια καὶ ὁ κόσμος ἐνταῦθα ἐκπρεπής. διόπερ 275 δεῖ μάλιστα, καλὸν ὅτε ποιοῖμεν λόγον, μέτρου πλησίον εἶναι τὸν ῥυθμόν, μὴ μέντοι μέτρον ἄντικρυς·
κακία γὰρ τοῦτό γε. διὰ πλειόνων δὲ μέλλων ἀκριβολογεῖσθαι 276 περὶ τούτων παραιτοῦμαι μηδένα δυσχερᾶναι τῇ λεπτολογίᾳ· τὸν γὰρ περὶ ῥυθμῶν τι λέξοντα καὶ ταῦτα τῶν κεκαλλωπισμένων ἀνάγκη πλείονι τῇ ἀκριβείᾳ τε καὶ λεπτότητι χρήσασθαι. Ἀλλʼ ὅθεν ἐξέβην,
ἐπανιτέον. γίνεται γάρ, ὡς ἐλέγομεν, τοιοῦτος ὁ ῥυθμὸς κατὰ τὴν συνθήκην, οἷος ἐγγὺς εἶναι τοῦ καὶ ἔμμετρόν πως τὸν λόγον φαίνεσθαι καὶ ἦχόν τινα τοιοῦτον ἀποτελεῖν, εἰ πρῶτον μέν, ὅπερ ἔφην, μὴ συγκρούοι τὰ φωνήεντα· ἔπειτα εἰ οἷ πόδες, ἐξ ὧν σύγκειται
ὁ ῥυθμός, οἰκείως ἔχοιεν πρὸς ἀλλήλους καὶ μὴ ἀναρμοστοῦντες τραχύτητα ποιοῖεν· τρίτον, ὃ καὶ μέγιστον, εἰ τὰ μέρη τοῦ λόγου, διʼ ὧν σύγκειται ὁ ῥυθμός, μὴ ἰσοσύλλαβα μηδὲ ἰσόχρονα μηδὲ ἰσότονα εἴη, ἀλλὰ τὰ μὲν ἐλαττόνων, τὰ δὲ πλειόνων καὶ συλλαβῶν καὶ 277 χρόνων, καὶ τὰ μὲν ὀξύτονα, τὰ δὲ μὴ τοιαῦτα, καὶ εἰ
διʼ ἀλλήλων ποικίλως συντιθοῖτο ταῦτα, ὥστε μεταξὺ τῶν μακρῶν λέξεων τὰς μικρὰς καὶ τῶν μικρῶν τὰς μεγάλας κεῖσθαι· αὕτη γὰρ μάλιστα ἐπιμελής τε καὶ κεκοσμημένου λόγου συνθήκη.
ἔχει τι τοῦ περικαλλοῦς, εἰ καὶ αὐτό πως βεβηκέναι δοκεῖ, «καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· 278 279 εἰς γὰρ βραχύτερόν τι μέρος τοῦ λόγου κατέληξε καὶ ἕνεκα μὲν τῆς ἐννοίας ἔστηκεν ὁ ῥυθμός — πεπλήρωται γάρ πως ἡ ἔννοια καὶ βέβηκε —, κατὰ δὲ τὴν λέξιν οὐχ ὡσαύτως καίτοι εἰς φωνῆεν τὸ ω καταλήγων, ὅπερ καὶ αὐτὸ σεμνοῦ ἦν ῥυθμοῦ. βεβηκὼς μὲν γὰρ τελέως
γίνεται ῥυθμός, εἰ ἅμα τῇ ἐννοίᾳ πληρουμένῃ καὶ εἰς μέρος λόγου τι μακρὸν καὶ εἰς μακρὰν τὴν τελευταίαν καταλήγοι συλλαβήν, οἷον «ὥστʼ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι»· οὐ βεβηκὼς δὲ ῥυθμὸς ἀλλʼ οἷον κρεμάμενος καὶ ἀνηρτημένος
ἐξ ἐναντίας τῶν προειρημένων, ὅτε τῆς ἐννοίας μὴ πεπληρωμένης πω, μεταξὺ δέ πως διαναπαυομένης ἡ κατάληξις εἰς βραχὺ μέρος γίνοιτο λόγου καὶ ἤτοι βραχεῖαν ἔχοι τὴν τελευταίαν ἢ πάντως βραχείᾳ παραληγομένην, οἷον «ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας
ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἔστίν, ἐάσω» καὶ πάλιν «ἔστι δʼ οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης καὶ πάλιν «κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ» καὶ πάλιν «δίκαιον μὲν οὐδὲν ἐρεῖ»· ταῦτα γὰρ πάντα ῥυθμοί τινές εἰσιν οὐ βεβηκότες ἀλλʼ ἀπηρτημένοι, ὡς
εἴρηται, καὶ χρήσιμοί γε οὗτοι τῷ κεκοσμημένῳ λόγῳ· 280 281 κατʼ αὐτὸ γὰρ τὸ μὴ βεβηκέναι καὶ εὐειδῆ ποιοῦσι 282 τοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν»· ἡ μὲν γὰρ ἔννοια βέβηκεν, ὁ ῥυθμὸς δὲ οὔ οὐδὲ γὰρ τοῦτο ὁ ῥήτωρ ἐβούλετο, ἐπεὶ τοῦ χάριν οὐκ εἶπεν ‘ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνειπεῖν᾿; ἐγὼ μὲν γὰρ ἡγοῦμαι,
ὅτι διὰ τὸ μὴ ὅμοιον ἂν γενέσθαι τὸν ἦχον, εἰς μακρὰς πάσας εἰ κατέληγεν, ὅ ἐστι τοῦ βεβηκότος ῥυθμοῦ. οὐ μὴν ἀλλʼ εἴτε βεβηκὼς εἴτε μὴ ὁ τοιοῦτος εἴη ῥυθμός, ἵνα μὴ πάντῃ τῷ Διονυσίῳ, ὃς δοκεῖ περὶ λέξεώς τι πεπραγματεῦσθαι, ἀντιλέγωμεν, δῆλον
ὡς τοῦ κάλλους ἐστὶν ἴδιος. ἔτι δὲ μειζόνως τὸ ἐκπρεπὲς τῆς τοιαύτης ἀναπαύσεως τοῦ ῥυθμοῦ φανερὸν γίνεται, εἰ μονοσύλλαβον εἴη τὸ τελευταῖον μέρος τοῦ λόγου, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ» καὶ «Θετταλοὲ δὲ οὐδένα πώποτε ὅντινα οὔ». τεκμήριον
δὲ ἐναργέστερον τούτου τὰ μέτρα καὶ τὰ ποιήματα· καὶ γὰρ τῶν ἐπῶν τὰ εἰς μονοσύλλαβόν τι μέρος λόγου ἱστάμενα εὐειδέστερά πως καὶ κρουστικώτερά εἰσιν, ἀλλʼ οὐ σεμνότερα, οἷον «ἔτι δʼ ἀμβροσίη νύξ» καὶ «κάρη τάμοι ἀλλότριος φώς καὶ «Ἀπόλλων Ἀρτέμιδι ξύν» καὶ
ὅσα τοιαῦτα. Ταῦτα περὶ τοῦ ἐπιθέτου κάλλους ἐν λόγῳ.
Περὶ ἰδεῶν λόγου. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.