Περὶ χρείας.
πλεῖστον χρησίμου τινὸς ἕνεκα.
οἰκεῖνʼ· πρακτικαὶ δέ, ἐν αἷς πρᾶξις μόνον, οἶον 1 ῾Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν 2 ἐτύπτησεʼ. μικταὶ δὲ αἰ μῖξιν ἔχουσαι λόγου καὶ πράξεως, οἶον ῾ Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν ἐτύπτησε λέγων· τί γὰρ τοιαῦτα ἐπαίδευες;᾿
3 μέτρῳ· τὰ μὲν γὰρ ἀπομνημονεύματα καὶ διὰ μακροτέρων ἂν γένοιτο, τὴν δὲ χρείαν σύντομον εἶναι δεῖ. γνώμης δὲ διαφέρει τῷ τὴν μὲν ἐν ἀποφάνσει ψιλῇ 4 λέγεσθαι, τὴν δὲ χρείαν πολλάκις καὶ κατὰ ἐρώτησιν καὶ κατὰ ἀπόκρισιν· καὶ πάλιν τῷ τὴν μὲν χρείαν καὶ ἐν πράξεσιν εἶναι, τὴν δὲ γνώμην ἐν λόγοις μόνον· καὶ πάλιν τῷ τὴν μὲν χρείαν τὸ πεποιηκὸς πρόσωπον
ἔχειν ἢ εἰρηκός, τὴν δὲ γνώμην ἄνευ προσώπου λέγεαθαι.
τὸν δὲ καρπὸν γλυκύνʼ. ἔπαινος ῾ Ἰσκράτης σοφὸς ἦν᾿ , καὶ πλατυνεῖς ἡρέμα τὸ χωρίον. εἶθʼ ἡ χρεία ῾ εἶπε τόδε᾿, καὶ οὐ θήσεις αὐτὴν ψιλὴν ἀλλὰ πλατύνων τὴν ἑρμηνείαν. εἶτα ἡ αἰτία ῾ τὰ γὰρ μέγιστα τῶν πραγμάτων ἐκ πόνων φιλεῖ κατορθοῦσθαι, κατορθωθέντα δὲ
τὴν ἡδονὴν φέρει᾿. εἶτα κατὰ τὸ ἐναντίον ῾ τὰ μὲν γὰρ τυχόντα τῶν πραγμάτων οὐ δεῖται πόνων καὶ τὸ τέλος 6 ἀηδέστατον ἔχει, τὰ σπουδαῖα δὲ τοὐναντίον᾿. εἶτα ἐπ παραβολῆς ῾ ὥσπερ γὰρ τοὺς γεωργούς δεῖ πονήσαντας 7 περὶ τὴν γῆν κομίζεσθαι τοὺς καρπούς, οὕτω καὶ περὶ τοὺς λόγους᾿. εἶτα ἐκ παραδείγματος ῾Δημοσθένης 8 καθείρξας ἑαυτὸν ἐν οἰκήματι καὶ πολλὰ μοχθήσας
ὕστερον ἐκομίζετο τοὺς καρπούς, στεφάνους καὶ ἀναρρήσεις᾿. ἔστι δὲ καὶ ἐκ κρίσεως ἐπιχειρῆσαι, οἷον ῾Ἡσίοδος μὲν γὰρ ἔφη
Progymnasmata [Dub.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.