Περὶ διηγήματος.
ποίησις δὲ καὶ διήγησις περὶ πλείονα, οἷον ποίησις ἡ Ἰλιὰς καὶ ποίησις ἡ Ὀδύσσεια, ποιήματα δὲ ἀσπιδοποιία, νεκυομαντεία, μνηστηροφονία. καὶ πάλιν διήγησις μὲν ἡ ίστορία Ἡροδότου, ἡ συγγραφὴ Θουκυδίδου, διήγημα δὲ τὸ κατὰ Ἀρίονα, τὸ κατὰ Ἀλκμαίωνα.
1
τὸν λόγον ἢ τὸν πλείω τηρεῖ τὴν πτῶσιν τὴν ὀνομαστικήν. ἀποφαντικὸν δὲ ἐγκεκλιμένον, οἷον ῾ Μήσειαν 4 τὴν Αἰήτου θυγατέρα λόγος ἐρασθεῖσαν Ἰάσονοςʼ καὶ τὰ ἑξῆς· ἐγκεκλιμένον δὲ λέγεται, διότι καὶ τὰς ἄλλας πτώσεις προσίεται. ἐλεγκτικὸν δέ ἐστι σχῆμα τόδε, οἷον
῾τί γὰρ οὐκ ἔδρασε Μήδεια δεινόν; οὐκ ἠράσθη μὲν Ἰάσονος, προὔδωκε δὲ τὸ χρυσόμαλλον δέρας, ἀπέκτεινε δὲ τὸν ἀδελφὸν Ἄψυρτον;ʼ καὶ τὰ ἑξῆς. ἀσύνδετον δὲ γίνεται ὧδε, οἷον ῾ Μήδεια ἡ Αἰήτου θυγάτηρ Ἰάσονος ἠράσθη, προὔδωκε τὸ χρυσόμαλλον δέρας, τὸν ἀδελφὸν
Ἄψυρτον ἐφόνευσε᾿ καὶ τὰ ἐξῆς. συγκριτικὸν δέ ἐστι τὸ τοιοῦτο ῾ Μήσεια ἡ Αἰήτου θυγάτηρ ἀντὶ μὲν τοῦ σωφρονεῖν ἠράσθη, ἀντὶ δὲ τοῦ φυλάττειν τὸ χρυσόμαλλον δέρας προὔδωκεν, ἀντὶ δὲ τοῦ σῴζειν τὸν ἀδελφὸν Ἄψυρτον ἐφόνευσενʼ. — Τὸ μὲν οὖν ὀρθὸν 5
ἱστορίαις πρέπει, σαφέστερον γάρ· τὸ δὲ ἐγκεκλιμένον 6 μᾶλλον ἀγῶσι. τὸ δὲ ἐλεγκτικὸν ἁρμόττει τοῖς ἐλέγχοις, τὸ δὲ ἀσύνδετον τοῖς ἐπιλόγοις· παθητικὸν γάρ.
Progymnasmata [Dub.]. Hermogenes. ed. Hugo Rabe. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.