ΚΕ΄ XXV (Duebn XXXI vulg. 15)
1βαρβάρων ἀνὴρ σοφὸς σοφίαν οὐ πολυρρήμονα οὐδὲ λάλον· ἀλλʼ ἦν αὐτῆς τὸ κεφάλαιον βίος ἀκριβής, καὶ γνώμη ὑγιής, καὶ λόγος βραχύς, εὔστοχος, ἐοικὼς οὐ πελταστῇ μισθοφόρῳ, ἀπροοράτως θέοντι, ἀλλʼ ὁπλίτῃ βάδην ἰόντι καὶ κινουμένῳ ἀσφαλῶς.
δὲ πολλοῖς· καὶ τὸν μὲν τούτων δρόμον καὶ τὴν πτοίαν τοῦ παντὸς ἐδέησεν ὁ Ἀνάχαρσις ἐπαινέσαι.
ἐξεῦρεν, εἰπεῖν οὐκ ἔχω· εὗρε δʼ οὖν ἐν Χηναῖς, σμικρῷ καὶ ἀσθενεῖ πολίσματι, ἄνδρα ἀγαθόν· ὄνομα ἦν αὐτῷ Μύσων.
αὐτὸν ὁ Χηνεύς Μύσων· ‘Διὰ ταῦτά τοι, ὦ Ἀνάχαρσι, καὶ σοφοὶ δοκοῦμεν, οὐκ οἶδα ὅπως, τοῖς ἀνθρώποις εἶναι· εἰ δὲ ἐγὼ σοφὸς ταῦτα ἐπιτηδεύων, ποῖ ποτε οἰχήσεται φερόμενον τὸ μὴ σοφόν;’ Ἠγάσθη μάλα τοῦ Ἕλληνος ξένου ὁ Ἀνάχαρσις τὴν ἀφθονίαν τῶν ἔργων
καὶ τὴν φειδὼ τῶν λόγων.
γὰρ ἐν ταῖς τῶν μελῶν ἁρμονίαις τὸ παραλειφθέν, κἂν σμικρὸν ᾖ, διαλύει τὸν κόσμον τοῦ μέλους, οὕτω κἀν τῇ τοῦ βίου ἁρμονίᾳ, εἴπερ μὴ ἐκμελὴς ἡμῖν ἔσται μηδὲ εἰκῇ διαπεραινόμενος, ὁμολογίαν εἶναι δεῖ ἔργου καὶ λόγου·
εὐγλωττίᾳ σεμνύνοιτο; πολλοῦ μοι δοκεῖ δεῖν.
τὸ δὲ ἡμῖν τερπνὸν ἀσύμβολον ἐκείναις εἰς σωτηρίαν.
ἀσθενέστερον ἐλέγξαι τὸ τοῦ λέοντος ἦθος βρυχηθμοῦ λέοντος καὶ αἰετῶν κλαγγῆς, ἆρα οὐκ ἄξιον ἐκθηρᾶσθαι τῇ ἀκοῇ, πότερον ἀηδὼν τὸ φθεγγόμενον, γλῶττα δειλὴ καὶ ᾠδὴ ἐφήμερος, ἢ αἰετός, ἢ τι ἄλλο ζῷον ἄρρεν
οὐ διὰ ἀμυδρῶν οὐδὲ ἀσθενῶν συμβόλων, τοῖς μὲν ὀφθαλμοῖς παραχωρητέον τὴν χρωμάτων τε καὶ σχημάτων καὶ τῆς ἐν τούτοις ἡδονῆς καὶ ἀηδίας ὁμιλίαν,
λόγου γλῶττα εὔστοχος, ἢ ὀνομάτων δρόμος, ἢ ῥήματα Ἀττικά, ἢ περίοδοι | εὐκαμπεῖς, ἢ ἁρμονία ὑγρά· τὰ 16 δʼ ἐστὶν πάντα, κατὰ τὸν ἐν Διονύσου ποιητήν, 17 ἐπιφυλλίδες, καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης.
18 19 20 21 22 23
τὴν θάλατταν, οὐδʼ Ἐπικούρῳ τὸν θεόν· οὐ γὰρ διʼ ἀγγέλων ἡ ἱστορία ἔρχεται, ἀλλʼ ἐπιστήμης πρὸς ταῦτα δεῖ· μέχρι δὲ ἀπιστεῖ τὸ εἰδέναι, ἀνάγκη πλανᾶσθαι καὶ τὰς κρίσεις. Καὶ γὰρ τῶν ἐκ γῆς φυομένων παντοδαπὸς
ὁ μὲν ἄνθος ἐπαινεῖ φυτῷ, ὁ δὲ μέγεθος, ἢ σκιάν, ὁ δὲ χρόαν· τῷ δὲ γεωργῷ ὁ καρπὸς τὸν ἔπαινον μετὰ τῆς χρείας ἔχει.
ἀνέχομαι τῶν ἐπαίνων, πρὶν ἄν μοι καὶ τὴν χρείαν τῶν ἐπαινουμένων φράσῃ.
ἄρα ἐφήμερος μὲν ἡ γένεσις, ἄσπερμος δὲ ὁ καρπός, καὶ οὐ τρόφιμος, οὐδὲ ἀνακιρνάμενος τῇ ψυχῇ, (Β 754) ἀλλά τέ μιν καθύπερθεν ἐπιρρεῖ, ἠΰτ᾿ ἔλαιον;
τὴν αἰτίαν, καὶ τὸν ἐπαινέτην ἐλεῶ, καὶ τὸν | ἔπαινον 28 μέμφομαι.
τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν. Ὁρᾷς τοῦ ἐπαίνου τὴν μοχθηρίαν, ἀντικαταλλασσομένου γύναιον μανὲν καὶ τὴν ἀπʼ αὐτοῦ ἡδονήν, Ἑλφητί,
τοιοῦτος, ἐπειδάν τις ἐντυχὼν ἀκολάστῳ λόγῳ, τὸ μὲν ἀπατηλὸν αὐτοῦ μὴ γνωρίσῃ, τὸ δὲ ἡδὺ στέρξῃ, κατὰ βραχὺ ὑποφερόμενος ταῖς καθʼ ἡμέραν ἡδοναῖς ἀψοὥσπερ 30 31 τῶν πλεόντων οἱ πνευμάτων μὲν ἐξ οὐρίας πρὸς τὸν ἀληθῆ δρόμον οὐ τυχόντες, ῥεύματι δὲ γαληνῷ διʼ ἀκυμάντου τῆς θαλάττης εἰς ἠϊόνας ἐρήμους ἢ ῥαχίας δυσχερεῖς ἐκπεπτωκότες· μετὰ τοῦτο
προσηνέχθη λαθὼν ἀμαθίᾳ, καὶ μετὰ τοῦτο φιληδονίας πάσης ἠϊόνος ἐρημοτέροις χωρίοις, καὶ πάσης ῥαχίας δυσχερεστέροις, ἀγαπῶν τὴν πλάνην καὶ χαίρων τῇ ψυχαγωγίᾳ· ὥσπερ οἱ πυρέττοντες, ἐμπιπλάμενοι ποτοῦ καὶ σιτίων παρὰ τοὺς τῆς τέχνης νόμους·
γὰρ κακὸν κακῷ, νόσῳ πόνους, αἱροῦνται ἡδόμενοι νοσεῖν μᾶλλον, ἢ πονοῦντες ὑγιασθῆναι. Καί τις ἤδη ἰατρὸς εὐμήχανος ἀνεκέρασεν βραχεῖαν ἡδονὴν τῷ ἀλγεινῷ τῆς ἰάσεως·
ἀλλʼ ὀψοποιῶν τὸ ἔργον.
ἐπὶ ψυχὴν ἔρχεται, ὑφʼ ἡδονῆς παραπεμπόμενα.
35 τὸν τῷ φιλοσόφῳ λόγῳ συνανιστάμενον ῥήτορα ἀληθῆ, οὐκ ἀργόν, οὐδὲ ἐκλελυμένον, οὐδʼ ἐπίχριστον κατὰ τὴν τέχνην, οὐδὲ ἐν δικαστηρίῳ μόνον
σύμβουλον φρόνιμον, ἐν δὲ δικαστηρίοις ἀγωνιστὴν δίκαιον, ἐν δὲ πανηγύρεσιν ἀγωνιστὴν σώφρονα, ἐν δὲ παιδείᾳ διδάσκαλον ἐπιστήμονα·
μοιχοῦ λέγοντα μοιχὸν ὄντα, οὐδὲ κατὰ ὑβριστοῦ ὑβριστὴν ὄντα· ἀλλʼ ἀπηλλαγμένον τῶν παθῶν τούτων, ἵνα γένηται κατήγορος ἀδικημάτων ἀληθής. Τοιτων,
δυναμένων ἄγειν πειθοῖ καὶ βίᾳ ἐκπληκτικῇ τὸ πλησιάζον πᾶν.
οὐ προσθήσει δὲ τὴν αἰσχύνην· τοιαύτης δέομαι ἡδονῆς, ἣν οὐκ ἀπαξιώσει ἡ ἀρετὴ ὀπαδὸν αὐτῇ γίνεσθαι.
οὐ καλὸς μόνον, ἀλλὰ καὶ ἥδιστον θεαμάτων. καὶ θάλαττα πλεομένη, καὶ λήϊα καρποτρόφα, καὶ ὄρη δενδροτρόφα, καὶ λειμῶνες ἀνθοῦντες, καὶ νάματα ῥέοντα.
οὐ τολμῶ παραπεμψάμενος τὴν ἀρετὴν τοῦ θεοῦ ἡδονὴν αὐτῶ ἐπιφημίσαι.
τὸν Ἡρακλέα ἔγωγε ἡγοῦμαι ἄγευστον καὶ ἀμέτοχον ἡδονῆς διαβιῶναι· οὐ πείθομαι παντάπασι τῷ Προδίκῳ· ἀλλʼ εἰσὶν γὰρ καὶ ἀνδρὸς ἡδοναὶ παραμυθούμεναι τοὺς διʼ ἀρετῆς πόνους, οὐ διὰ σαρκῶν, οὐδέ γε διʼ αἰσθήσεων ἐπίρρυτοι, ἀλλ᾿ αὐτοφυεῖς τινες καὶ
ἔνδοθεν διανιστάμεναι, ἐθιζομένης τῆς ψυχῆς χαίρειν τοῖς καλοῖς καὶ ἔργοις καὶ ἐπιτηδεύμασιν καὶ λόγοις.
Dialexeis. Maximus of Tyre. ed. Hermann Hobein. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.