ΙϚ´ XVI (Duebn. XXII vulg. 6)
1ἀλλʼ ἐοικότι τυράννῳ μᾶλλον ἢ δικαστῇ·
βάσανος, φέρειν δῶμεν τήμερον τὴν ἀπολογίαν τῷ ἑτέρῳ τῶν λόγων, καὶ τῶν ἀνδρῶν τῷ θεωρητικῷ ἀτεχνῶς, ὥσπερ ἐπὶ δικαστῶν καθισταμένῳ καὶ ἀποτειναμένῳ πρὸς τὴν γραφήν· καὶ ἡ μὲν γραφὴ τοιάδε τὶς ἔστω, ἢ ὅτι ἐγγυτάτω.
ἀπαντῶν, μήτε εἰς δικαστήρια, μήτε ἄλλοθι Κλαζομενίοις, ἀλλὰ αὐτῷ ἡ μὲν γῆ μηλόβοτος, ἡ δὲ ἑστία ἄοικος, διατελεῖ δὲ καθʼ αὐτὸν τὴν θαυμαστὴν σοφίαν, ἄνω καὶ κάτω στρέφων καὶ διερευνώμενος.’
Ἀναξαγόρας ᾧδὲ πως·
ἔν τʼ αὖ τοῖς πρὸς ἕκαστον ‖ ὑμῶν συμβολαιοῖς 6 ἀλυπότατον ἐμαυτὸν παρέχειν οἶμαι καὶ μέτριον, τῶν τε νόμων τῶν κειμένων, καὶ τῆς πολιτείας, ὑφʼ ἦς κοσμούμεθα, οὐκ ἔστιν ὅτου ἐλάττω ἔχω λόγον.
ἡμέραν ἐμαυτοῦ διαιτήμασι καὶ τῷ τοῦ βίου σχήματι, γνώμῃ ἔτι ἁμαρτάνω, τοῦ μὲν ἔχειν αἰτίαν, ὡς ἀδικῶ δημοσίᾳ τὴν πόλιν, ἀφεῖσθαι με, τυχεῖν δὲ εἰς τὰ ἐμαυτοῦ ἰδίᾳ διδασκάλων, ἀλλʼ οὐ κατηγόρων.
εἰ καὶ μέλλω γέλωτα ὀφλισκάνειν τὸ ἐπιθύμημα 8 τοὐμὸν ῥηθέν.
τῷ σχόντι· εἰ δὲ μή, εἰς τοὐναντίον κατασμικρύνοντα καὶ καταβάλλοντα, καὶ μηδὲ τὸ λαθεῖν τοῖς ἔχουσιν, μοχθηρονοοῦσιν, παρεχόμενα.
ἐξήλεγξαν.
φροντιστέον εἶναί μοι μᾶλλον, ἀλλʼ οὐ μὴ λάθω προσιὼν παρὰ δύναμιν τοῖς κοινοῖς πταίων περὶ αὐτὰ καὶ σφαλλόμενος· οὐδὲ γὰρ εἰ ἐν χορῷ ξυνᾴδειν ὑφʼ ὑμῶν ἐταττόμην, ἠδίκουν ἄν, πρὶν ἔχειν φωνῆς ἐμμελῶς, οὐκ ἐθέλων ἐγκαταμίγνυσθαι τῷ χορῷ.
δημώδεις κοινωνίαι, ἀλλʼ ἀληθείας ἔρως, καὶ ἡ τῶν ὄντων θέα, καὶ ἡ περὶ ταῦτα φιλοτιμία.
τὰ ἄριστα καὶ τὰ δικαιότατα βουλεύομαι ταύτῃ ἰών, νῦν ἐρῶ.
καὶ μὴ οἱ πολέμιοι, μηδὲ πῦρ, μηδὲ ἄλλή τις συμφορά, ἀλλʼ ὅ γε χρόνος λαβὼν οἰχήσεται)· τὸ δὲ σῶζον τὰς πόλεις ἡ ἁρμονία, καὶ ὁ τῆς πολιτείας κόσμος· 12 13 14 φημὶ κἀγώ. Ταῦτα δὲ ὑπὸ τῆς εὐνομίας γίγνεται, τὴν δὲ εὐνομίαν ἡ τῶν χρωμένων ἀρετὴ φυλάττει, τὴν δὲ ἀρετὴν διδόασιν οἱ λόγοι, τοὺς δὲ λόγους ἡ ἄσκησις, τὴν δὲ ἄσκησιν ἡ ἀλήθεια, τὴν δὲ ἀλήθειαν 15 ἡ περὶ αὐτὴν σχολή.
ἄλλο ὄργανον, ᾧ κτητὸν ἀρετή, πλὴν ἀληθὴς λόγος, ὑφʼ οὗ παροξύνεται ἡ ψυχὴ καὶ ζωπυρεῖται, καὶ οὐκ εἰδυῖα μὲν μανθάνει, μαθοῦσα δὲ φυλάττει ἃ ἔμαθεν, φυλάττουσα δὲ χρῆται, χρωμένη δὲ οὐ σφάλλεται.
καὶ τέχνη βίου, καὶ ῥώμη λόγου, καὶ παρασκευὴ ψυχῆς,
Ἀλήθειάν γε καὶ ὑγιῆ λόγον, καὶ ἀρετήν, καὶ γνῶσιν νόμου καὶ δίκης, οὐκ ἔστιν ἑτέρως λαβεῖν, ἢ περὶ αὐτὰ πραγματευόμενον, οὐ μᾶλλον ἢ τὰ σκυτοτομικὰ μὴ 17 18 19 περὶ αὐτὰ ἄγοντας σχολήν, ἢ τὰ χαλκευτικὰ μὴ πρὸς τῷ βουνῳ καὶ τῷ πυρὶ διημερεύοντας, ἢ τὰ κυβερνητικὰ μὴ θαλαττουργοῦντας καὶ ναυτιλλομένους·
αὐτῶν, καὶ μηλόβοτον ἐῶντες τὴν ψυχὴν καὶ ἄγονον, ἦμεν ἂν γραφῆς καὶ εἰσαγγελίας.
αὐτόπτας δὲ καὶ θεατὰς γενομένους τῶν αὐτῶν ἐμοί· εἰ μέν τι χρηστὸν περιγίγνεται, δόξετε, διδαχθέντες ἔργῳ, ἀφεῖναι τῆς γραφῆς· εἰ δὲ μή, τότε ὑμεῖς μὲ ψηφιεῖσθαι τὰ ὑμῖν δοκοῦντα· ἡμεῖς δὲ καὶ ὣς περὶ 20 αὐτῶν καλῶς βουλευσόμεθα.’
μὴ κυάμῳ λαχόντος, ἀλλʼ ᾗπερ δεῖ χειροτονίᾳ δικαστοῦ μόνῃ, αὐτῷ τῷ εἰδέναι, πρὸς τοῦτον οὐχ ὡς ἀδικῶν, 21 22 οὐδʼ ὡς φεύγων γραφήν, ἀπολογιεῖται, εἴτε Ἀναξαγόρας ἐν Κλαζομεναῖς, εἴτε ἐν Ἐφέσῳ Ἡράκλειτος, εἴτε ἐν Σάμῳ Πυθαγόρας, εἴτε ἐν Ἀβδήροις Δημόκριτος, εἴτε ἐν Κολοφῶνι Ξενοφάνης,, εἴτε ἐν Ἐλαίᾳ Παρμενίδης, εἴτε ἐν Ἀπολλωνίᾳ Διογένης, εἴτέ τις |
ἄλλος τῶν δαιμονίων ἐκείνων ἀνδρῶν·
πόλεως·
τῷ βουλευτικῷ·
εἰκόντων κατὰ τὸν τοῦ θεοῦ νόμον τῷ δυναμένῳ καὶ πεφυκότι ἐξηγεῖσθαι·
μέν τις καὶ πρακτική, κατὰ τὴν Λακωνικήν, ἢ Κρητικήν, ἢ Μαντινικήν, ἢ Πελληνικήν, ἢ Θετταλικὴν πολιτείαν ἱσταμένη, φιλότιμος δὲ ἄγαν καὶ φιλόνεικος, καὶ δύσερίς, καὶ πολυπράγμων, καὶ ἰτητική, καὶ θαρσαλέα.
τὴν Ἀττικήν, ἢ Συρακοσίαν, ἢ Μιλησίαν, ἤ τινα ἄλλην πλήθους ἰσχύν, πολύφωνόν τε καὶ ἀκόλαστον καὶ παντοδαπόν.
ἴδοις ἂν ἐν ἀνθρώπου ψυχῇ·
τοῦ ἀρίστου· θεωρίαν δὲ πράξει παραβαλλομένην, ἑκατέραν τυγχάνουσαν τοῦ καλοῦ, τὴν μὲν θεωρίαν κατὰ τὴν γνῶσιν, τὴν δὲ πρᾶξιν κατὰ τὴν ἀρετήν, ποτέραν προτιμητέον; Ἀποκρίνεται ὁ λόγος·
τὴν πρᾶξιν· εἰ δὲ κατὰ τὴν αἰτίαν τοῦ γενομένου καλῶς, προτιμητέον τὴν θεωρίαν. Ὥστε καὶ σπονδὰς ἑκατέρῳ σπεισάμενοι, νείμωμεν τὰς δυνάμεις καὶ τὸ σχῆμα τοῦ βίου τοῖς ἀνδράσιν ἢ κατὰ φύσιν, ἢ καθʼ ἡλικίαν, ἢ κατὰ τύχην.
ἑτέρου· ὁ μὲν ἐν πράξει ἐξασθενῶν, εὐχερὴς δέ τις ὢν κατὰ τὴν ψυχὴν πρὸς θεωρίαν· ὁ δὲ ἐν μὲν θεωρίᾳ καματηρὸς ὤν, πράττειν δὲ ἐρρωμένος.
στρατευέσθω, ἀρχέτω. Καὶ γὰρ οἱ Πλάτωνος ἐπὶ Σικελίαν δρόμοι καὶ πόνοι, καὶ περὶ Δίωνα σπουδή, κατὰ τὴν ἀκμὴν ἐγίγνοντο τῆς ἡλικίας·
ἀμφιλαφεῖ ἀληθείᾳ κατατιθέμενον τὸ τοῦ βίου τέλος.
προσηνεῖ·
τὰς ἐκβολάς, ἢ πυραμίδας ὑψηλάς, ἢ ὄρνεις ξένους, ἢ βοῦν, ἢ τράγον, μακαρίζομεν τῆς θέας· κἂν ἐπὶ τὸν Ἴστρον τὶς ἔλθῃ, κἂν τὸν Γάγγην ἴδῃ, κἄν τις αὐτόπτης γένηται Βαβυλῶνος κειμένης, ἢ τῶν ἐν Σάρδεσιν ποταμῶν, ἢ τῶν ἐν Ἰλίῳ τάφων, ἢ τῶν ἐν Ἑλλησπόντῳ 35 36 τόπων·
τὰ δὲ Ὀδυσσέως θεάματα ἢ Θρᾷκες ἦσαν, ἢ Κίκονες οἱ ἄγριοι, ἢ Κιμμέριοι οἱ ἀνήλιοι, ἢ Κύκλωπες οἱ ξενοκκτόνοι, ἢ γυνὴ φαρμακίς, ἢ τὰ ἐν Ἅιδου θεάματα, ἢ Σκύλλα, ἢ Χάρυβδις, ἢ Ἀλκινόου κῆπος, ἢ ἡ Εὐμαίου αὐλή· πάντα θνητά, πάντα ἐφήμερα, πάντα ἄπιστα.
πάντα δὲ ἀέρα ἀνιπταμένη, συνθέουσα ἡλίῳ, συμπεριφερομένη σελήνῃ, συνδεδεμένη τῷ τῶν ἄλλων ἄστρων χορῷ, καὶ μονονουχὶ τῷ Διὶ συνοικονομοῦσα τὰ ὄντα καὶ συντάττουσα.
Dialexeis. Maximus of Tyre. ed. Hermann Hobein. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.