κείμενον τῷ κοίλῳ, οἷόν ἐστι τὸ ΘΚΛ, ὅπως τὴν τῆς ΕΖΗ ἐκκοπῆς ἀσθένειαν ἐν τῷ ξύλῳ ἀναπληρώσῃ ἡ ΘΚΛ κυρτότης. τὰ δὲ ΜΘ, ΛΝ ἀπευθῦναι παράλληλα ταῖς ∠Η, ΕΓ. δεῖ δὲ καὶ ἐκ τοῦ πλήθους τοῦ παραστάτου καταλεῖψαι ἐξ ἑκατέρων μέρους διτορμίαν, οἵα ἐστὶν ἡ Ξ, Ο καὶ ἡ Π, Ρ. τὰς δὲ κτηδόνας τοῦ ξύλου εἰς τὸ ὕψος τοῦ παραστάτου ζδεῖ ποιεῖν καὶ ἐξ ἑκατέρου μέρους κατὰ τὴν
ΜΘΚΛΝ γραμμὴν καὶ κατὰ τὴν ΓΕΖΗ∠ λεπίσι περιλαβεῖν καὶ ἥλοις συγκοινῶσαι ταύτας· περιτιθέναι δὲ καὶ περὶ τὰς διτορμίας κατά τε τὴν Μ∠ καὶ κατὰ τὴν ΓΝ κυκλικὰς λεπίδας καὶ ὁμοίως ἥλοις συγκοινῶσαι, ὅπως πάντοθεν ὁ παραστάτης |
Belopoeica. Hero of Alexandria. ed. E. W. Marsden. United States. 2018.
Funding provided by Harvard Library.