οἷς τὰ τρήματά ἐστι διʼ ὧν ὁ τόνος διαβάλλεται, ἔτι τε τῶν ἐπικειμένων τοῖς πλαγίοις τοίχοις χοινικίδων, καὶ ἔτι τῶν ἐπιζυγίδων περὶ ἃς ὁ τόνος καθάπτεται, ἑκάστου τῶν προειρημένων δεῖ τά τε ὀνόματα καὶ τὰ σχήματα ἐκθέσθαι.
παραστάτης γίνεται τόνδε τὸν τρόπον· δεῖ λαβόντα σανίδα ἐξ εὐτόνου ξύλου ὀρθογώνιον ἀπεργάσασθαι (ἔστω δὲ ἐφʼ ἦς τὰ ΑΒΓ∠) καὶ ἐκ μὲν τῆς Γ∠ πλευρᾶς κατὰ τὸ|
Belopoeica. Hero of Alexandria. ed. E. W. Marsden. United States. 2018.
Funding provided by Harvard Library.