ἔστω πυραμὶς ἔχουσα ἑκάστην τῶν ἐν τῇ βάσει πλευρῶν ἀνὰ ποδῶν ι, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιε· εὑρεῖν αὐτῆς τὴν κάθετον καὶ τὸ στερεόν. ποιῶ οὕτως· λαμβάνω τὸ U+2220ʹ τῆς πλευρᾶς τοῦ ἐν τῇ βάσει ὀκταγώνου, τουτέστιν τῶν τὸ U+2220ʹ · γίνονται ε. ταῦτα
ἐφʼ ἑαυτά· γίνονται κε. ταῦτα ποίει δίς· γίνονται ν· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ζ ιδʹ. τούτοις προστιθῶ τὸ U+2220ʹ τῆς τοῦ ὀκταγώνου πλευρᾶς τοὺς ε πόδας· ὁμοῦ γίνονται πόδες ιβ ιδʹ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται πόδες ρμϛ μετὰ διαφόρου.
Stereometrica. Hero of Alexandria. ed. Johan Ludvig Heiberg. United States. 2018.
Funding provided by Harvard Library.