Quis Dis Salvetur. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
35
Ἐνεργοὶ οὗτοι πάντες [οἱ] στρατιῶται καὶ φύλακες βέβαιοι. οὐδεὶς ἀργός, οὐδεὶς ἀχρεῖος. ὃ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ. ὅ δὲ παραμυθήσασθαι κάμνοντα, ὃ δὲ δακρῦσαι καὶ στενάξαι συμπαθῶς ὑπὲρ σοῦ πρὸς τὸν κύριον τῶν ὅλων, ὅ δὲ διδάξαι τι τῶν πρὸς τὴν σωτηρίαν χρησίμων, ὃ δὲ νουθετῆσαι μετὰ παρρησίας, ὃ δὲ συμβουλεῦσαι μετ᾿ εὐνοίας, πάντες δὲ φιλεῖν ἀληθῶς, ἀδόλως, ἀφόβως. ἀνυποκρίτως, ἀκολακεύτως.
2
ἀπλάστως. ὦ γλυκεῖαι θεραπεῖαι φιλούντων, ὦ μακάριοι διακονίαι θαρρούντων, ὦ πίστις εἰλικρινὴς θεὸν μόνον δεδιότων, ὦ λόγων ἀλήθεια παρὰ τοῖς ψεύσασθαι μὴ δυναμένοις, ὦ κάλλος ἔργων παρὰ τοῖς θεῷ διακονεῖν πεπεισμένοις. πείθειν θεόν, ἀρέσκειν θεῷ· οὐ σαρκὸς τῆς σῆς ἅπτεσθαι δοκοῦσιν. ἀλλὰ τῆς ἑαυτοῦ ψυχῆς ἕκαστος, οὐκ ἀδελφῷ λαλεῖν, ἀλλὰ τῷ βασιλεῖ τῶν αἰώνων ἐν σοὶ κατοικοῦντι.
Current edition First1KGreek
Quis dives salvetur (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)
Editions (1)
τίς ὁ σωζόμενος πλούσιος Perseus (Clement of Alexandria. Butterworth, G.W., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1919.) — 35 focus
Ἐνεργοὶ
1
οὗτοι πάντες
οἱ
2
στρατιῶται καὶ φύλακες βέβαιοι, οὐδεὶς ἀργός, οὐδεὶς ἀχρεῖος. ὁ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ, ὁ δὲ παραμυθήσασθαι κάμνοντα, ὁ δὲ δακρῦσαι καὶ στενάξαι συμπαθῶς ὑπὲρ σοῦ πρὸς τὸν κύριον τῶν ὅλων, ὁ δὲ διδάξαι τι τῶν πρὸς τὴν σωτηρίαν χρησίμων, ὁ δὲ νουθετῆσαι μετὰ παρρησίας, ὁ δὲ συμβουλεῦσαι μετ’ εὐνοίας, πάντες δὲ φιλεῖν ἀληθῶς, ἀδόλως, ἀφόβως, ἀνυποκρίτως, ἀκολακεύτως, ἀπλάστως. ὦ γλυκεῖαι θεραπεῖαι φιλούντων, ὦ μακάριοι διακονίαι θαρρούντων, ὦ πίστις εἰλικρινὴς θεὸν μόνον δεδιότων, ὦ λόγων ἀλήθεια παρὰ τοῖς ψεύσασθαι μὴ δυναμένοις, ὦ κάλλος ἔργων παρὰ τοῖς θεῷ διακονεῖν πεπεισμένοις, πείθειν θεόν, ἀρέσκειν θεῷ· οὐ σαρκὸς τῆς σῆς ἅπτεσθαι δοκοῦσιν, ἀλλὰ τῆς ἑαυτοῦ ψυχῆς ἕκαστος, οὐκ ἀδελφῷ λαλεῖν, ἀλλὰ τῷ βασιλεῖ τῶν αἰώνων ἐν σοὶ κατοικοῦντι.