Quis Dis Salvetur. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
34
Τοῦτο τὸ σχῆμα τὸ βλεπόμενον ἐξαπατᾷ τὸν θάνατον καὶ τὸν διάβολον· ὁ γὰρ ἐντὸς πλοῦτος καὶ τὸ κάλλος αὐτοῖς ἀθέατός ἐστι· καὶ μαίνονται περὶ τὸ σαρκίον, οὗ καταφρονοῦσιν ὡς ἀσθενοῦς. τῶν ἔνδον ὄντες τυφλοὶ κτημάτων, οὐκ ἐπιστάμενοι πηλίκον τινὰ »θησαυρὸν ἐν ὀστρακίνῳ σκεύει« βαστάζομεν, δυνάμει θεοῦ πατρὸς καὶ αἵματι θεοῦ παιδὸς καὶ δρόσῳ πνεύματος ἁγίου περιτετειχισμένον. ἀλλὰ σύ γε μὴ ἐξαπατηθῇς.
2
ὁ γεγευμένος ἀληθείας καὶ κατηξιωμένος τῆς μεγάλης λυτρώσεως, ἀλλὰ τὸ ἐναντίον τοῖς ἄλλοις ἀνθρώποις σεαυτῷ κατάλεξον στρατὸν ἄοπλον, ἀπόλεμον, ἀναίμακτον, ἀόργητον, ἀμίαντον, γέροντας θεοσεβεῖς. ὀρφανοὺς θεοφιλεῖς, χήρας πραότητι ὡπλισμένας.
3
ἄνδρας ἀγάπῃ κεκοσμημένους. τοιούτους κτῆσαι τῷ σῷ πλούτῳ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ δορυφόρους, ὧν στρατηγεῖ θεός. δι᾿ οὓς καὶ ναῦς βαπτιζομένη κουφίζεται, μόναις ἁγίων εὐχαῖς κυβερνωμένη. καὶ νόσος ἀκμάζουσα δαμάζεται, χειρῶν ἐπιβολαῖς διωκομένη. καὶ προσβολὴ λῃστῶν ἀφοπλίζεται, εὐχαῖς εὐσεβέσι σκυλευομένη, καὶ δαιμόνων βία θραύεται προστάγμασι συντόνοις ἐλεγχομένη.
Current edition First1KGreek
Quis dives salvetur (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)
Editions (1)
τίς ὁ σωζόμενος πλούσιος Perseus (Clement of Alexandria. Butterworth, G.W., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1919.) — 34 focus
Τοῦτο τὸ σχῆμα τὸ βλεπόμενον ἐξαπατᾷ τὸν θάνατον καὶ τὸν διάβολον· ὁ γὰρ ἐντὸς πλοῦτος καὶ τὸ κάλλος αὐτοῖς ἀθέατός ἐστι· καὶ μαίνονται περὶ τὸ σαρκίον, οὗ καταφρονοῦσιν ὡς ἀσθενοῦς, τῶν ἔνδον ὄντες τυφλοὶ κτημάτων, οὐκ ἐπιστάμενοι πηλίκον τινὰ
θησαυρὸν ἐν ὀστρακίνῳ σκεύει βαστάζομεν, δυνάμει θεοῦ πατρὸς καὶ αἵματι θεοῦ παιδὸς καὶ δρόσῳ πνεύματος ἁγίου περιτετειχισμένον. ἀλλὰ σύ γε μὴ ἐξαπατηθῇς, ὁ γεγευμένος ἀληθείας καὶ κατηξιωμένος τῆς μεγάλης λυτρώσεως, ἀλλὰ τὸ ἐναντίον τοῖς ἄλλοις ἀνθρώποις σεαυτῷ κατάλεξον στρατὸν ἄοπλον, ἀπόλεμον, ἀναίμακτον, ἀόργητον, ἀμίαντον, γέροντας θεοσεβεῖς, ὀρφανοὺς θεοφιλεῖς, χήρας πραότητι ὡπλισμένας, ἄνδρας ἀγάπῃ κεκοσμημένους. τοιούτους κτῆσαι τῷ σῷ πλούτῳ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ δορυφόρους, ὧν στρατηγεῖ θεός, δι’ οὓς καὶ ναῦς βαπτιζομένη κουφίζεται μόναις ἁγίων εὐχαῖς κυβερνωμένη, καὶ νόσος ἀκμάζουσα δαμάζεται χειρῶν ἐπιβολαῖς διωκομένη, καὶ προσβολὴ λῃστῶν ἀφοπλίζεται εὐχαῖς εὐσεβέσι σκυλευομένη, καὶ δαιμόνων βία θραύεται προστάγμασι συντόνοις ἐλεγχομένη.