2
Δεῖ τοίνυν »θυσίας προσφέρειν τῷ θεῷ μὴ πολυτελεῖς, ἀλλὰ θεοφιλεῖς«. καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ τὸ ἐκ πολλῶν γλωσσῶν τε καὶ φωνῶν κατὰ τὴν εὐχὴν συγκείμενον, μᾶλλον δὲ τὸ ἐκ διαφόρων ἐθνῶν τε καὶ φύσεων τῇ κατὰ τὰς διαθήκας δόσει σκευαζόμενον »εἰς τὴν ἑνότητα
τῆς πίστεως« καὶ κατὰ τοὺς αἴνους συναγόμενον, καθαρῷ μὲν τῷ νῷ, δικαίᾳ δὲ καὶ ὀρθῇ τῇ πολιτείᾳ, ἐξ ὁσίων ἔργων εὐχῆς τε δικαίας·
3
ἐπεὶ
τίς ὧδε μῶρος,
κατὰ τὴν ποιητικὴν χάριν,
καὶ λίαν ἀνειμένως
εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς
ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης,
ἃ καὶ κυσὶ
ν πεινῶσιν οὐχὶ βρώσιμα,
χαίρειν ἅπαντα
ς καὶ γέρας λαχεῖν τόδε
χάριν τε τούτων τοῖσ
ι δρῶσιν ἐκτίνειν,
κἂν πειραταὶ κἂν λῃσταὶ κἂν τύραννοι τύχωσιν;
4
φαμὲν δ᾿ ἡμεῖς ἁγιάζειν τὸ πῦρ οὐ τὰ κρέα, ἀλλὰ τὰς ἁμαρτωλοὺς ψυχάς, πῦρ οὐ τὸ παμφάγον καὶ βάναυσον, ἀλλὰ τὸ φρόνιμον λέγοντες, τὸ »διικνούμενον διὰ ψυχῆς« τῆς διερχομένης τὸ πῦρ.