ὅτε τοῖσι θεοῖσ[ι] θύετε, πρώτιστα ἀποκρίνετε τοῖς ἱερεῦσιν
τὸ νομιζόμενον, κἄπειθ᾿ ὑμῖν, εἶτ᾿ (αἰσχύνη τὸ κατειπεῖν)
εὖ τὼ μηρὼ περιλέψαντες [κομιδῇ] μέχρι βουβώνων κρέα πάντα
καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν
ὥσπερ ῥίνῃ ῥινήσαντες νέμεθ᾿ ὥσπερ [καὶ] τοῖς κυσὶν ἡμῖν,
εἶτ᾿ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς.
αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην
καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε. καὶ παραγαγὼν τὸν Διόνυσον ἐν Σεμέλῃ διαστελλόμενον πεποίηκεν· 5
πρῶτον μὲν ὅταν ἐμοί τι θύωσί ν τινες,
θύουσιν αἷμα, κύστιν, ἧπαρ, καρδίαν,
ὑμέν᾿ ἐπιπόλαιον· οὐδ᾿ ἐγὼ γὰρ ἐσθίω
γλυκεῖαν οὐδὲ μηρίαν.
τὴν ὀσφὺν ἄκραν
καὶ τὴν χολὴν ὀστέα τὰ ἄβρωτα (φησί) τοῖς θεοῖς
ἐπιθέντες αὐτοὶ τὰ ἄλλα ἀναλίσκουσιν.
ἐκ τοῦ δ᾿ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾿ ἀνθρώπων
καίουσ᾿ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει
ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν. τὰ γὰρ κρέα
ἥδιστα ἔχουσιν, καὶ οὐδὲν ἀφ᾿ ὑὸς γίγνεται
πλὴν ὕστριχες καὶ πηλὸς ἡμῖν καὶ βοή.
τίς ὧδε μῶρος,
καὶ λίαν ἀνειμένως
εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς
ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης,
ἃ καὶ κυσὶ ν πεινῶσιν οὐχὶ βρώσιμα,
χαίρειν ἅπαντα ς καὶ γέρας λαχεῖν τόδε
χάριν τε τούτων τοῖσ ι δρῶσιν ἐκτίνειν,
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.