2
Ἢ γὰρ οὐχ ἡ τῶν ὁλοκαυτωμάτων κνῖσα καὶ τοῖς θηρίοις φευκτέα; εἰ δὲ τῷ ὄντι ἡ κνῖσα γέρας ἐστὶ θεῶν τῶν παρ᾿ Ἕλλησιν, οὐκ ἂν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες, οἳ τῆς ἴσης εὐδαιμονίας ἀξιοῦνται, καὶ τὸν ἰπνὸν αὐτὸν προσκυνοῦντες προσεχέστερον γινόμενον τῇ
3
κνίσῃ τῇ πολυτιμήτῳ. καί που Ἡσίοδος
κατά τινα μερισμὸν κρεῶν ἀπατηθέντα φησὶ πρὸς τοῦ Προμηθέως τὸν Δία λαβεῖν »ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ« κεκαλυμμένα »ἀργέτι δημῷ«·
ἐκ τοῦ δ᾿ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾿ ἀνθρώπων
καίουσ᾿ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
4
ἀλλ᾿ οὐκ ἂν οὐδαμῶς φασι κατὰ τὴν ἐκ τῆς ἐνδείας ἐπιθυμίαν κακούμενον τρέφεσθαι τὸν θεόν. ὅμοιον οὖν αὐτὸν φυτῷ ποιήσουσιν ἀνορέκτως τρεφόμενον καὶ τοῖς φωλεύουσι θηρίοις.
5
φασὶ γοῦν ταῦτα εἴτε ὑπὸ τῆς κατὰ τὸν ἀέρα παχύτητος εἴτ᾿ αὖ καὶ ἐξ αὐτῆς τῆς τοῦ οἰκείου σώματος ἀναθυμιάσεως τρεφόμενα ἀβλαβῶς αὔξειν.
6
καίτοι εἰ ἀνενδεῶς τρέφεται αὐτοῖς τὸ θεῖον, τίς ἔτι χρεία τροφῆς τῷ ἀνενδεεῖ;
7
εἰ δὲ τιμώμενον χαίρει, φύσει ἀνενδεὲς ὑπάρχον, οὐκ ἀπεικότως ἡμεῖς δι᾿ εὐχῆς τιμῶμεν τὸν θεόν, καὶ ταύτην τὴν θυσίαν ἀρίστην καὶ ἁγιωτάτην μετὰ δικαιοσύνης ἀναπέμπομεν, τῷ δικαιοτάτῳ λόγῳ γεραίροντες, δι᾿ οὗ παραλαμβάνομεν τὴν γνῶσιν, διὰ τούτου δοξάζοντες ὃν μεμαθήκαμεν.
8
ἔστι γοῦν τὸ παρ᾿ ἡμῖν θυσιαστήριον
ἐνταῦθα τὸ ἐπίγειον [τὸ] ἄθροισμα τῶν ταῖς εὐχαῖς ἀνακειμένων, μίαν ὥσπερ ἔχον φωνὴν τὴν κοινὴν καὶ μίαν γνώμην.