οὐκ ἔστι ν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος,
πένητα φεύγοντα φεύγει πᾶς τις ἐκποδὼν φίλος.
ὦ θύγατερ, αἰαῖ τύχας· συνοικεῖς ὦν νέῳ γ’ ἔσσα παλαιτέρα,
ὃ μὲν γὰρ ἄλλην δῆτα λαμβάνει νεάνιδα,
ἃ δ’ ἄλλον δ’ ἄλλῃ δῆτα μαστεύει τινά,
κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν·?
ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν,
ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά.
κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει,
ἐχθρῶν δ’ ἄδωρα δῶρα καὶ οὐκ ὀνήσιμα.
τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται.
τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.