ὣς οὐ κύντερον ἦν καὶ ῥίγιον ἄλλο γυναικός,
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός.
ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν,
μήτι τοι δρυτόμος περιγίνεται ἠὲ βίηφι.
ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα·
ἄλλα μὲν ἐν μελίῃσιν ἀποφθίνει, ἄλλα δὲ φύει·
ὣς δὲ καὶ ἀνθρώπων γενεὴν καὶ φῦλον ἑλίσσει,
φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη
τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη·
ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἣ δ’ ἀπολήγει.
οὐχ ὁσίη κταμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι,
οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ’ ἀνδράσιν,
φοβερὸν ἀνθρώποις τόδ’ αὖ,
κταμένοις ἐπ’ αἰζηοῖσι ν καυχᾶσθαι μέγα.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.