τεκμαιρόμεσθα τοῖς παροῦσι τὰ ἀφανῆ,
τὰ ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται,
χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἄ νσχετος ἄτη,
Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ·
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθες ςι λέληθεν
ψυδρὸς ἐών, δόλιον δ’ ἐν φρεσὶν ἦτορ ἔχει,
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσι,
καὶ γνῶναι πάντων τοῦτ’ ἀνιαρότερον,
ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦν,
τεκμήρια ἀνθρώποισιν ὤπασας σαφῆ,
ἀνδρῶν δὲ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.