[16] ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι λέγομεν, οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλ’ ἢ μόνῳ τῷ νῷ, ὁ δὲ λόγος τοῦ θεοῦ
ἐγώ φησιν
εἰμὶ ἡ ἀλήθεια· νῷ ἄρα
θεωρητὸς ὁ λόγος.
2
τοὺς δὲ ἀληθινούς, ἔφη, φιλοσόφους τίνας λέγεις; τοὺς τῆς ἀληθείας,
3
ἦν δ’ ἐγώ, φιλοθεάμονας. ἐν δὲ τῷ Φαίδρῳ περὶ ἀληθείας ὡς ἰδέας λέγων ὁ Πλάτων δηλώσει
. ἡ δὲ ἰδέα ἐννόημα τοῦ θεοῦ,
4
ὅπερ οἱ βάρβαροι λόγον εἰρήκασι τοῦ θεοῦ· ἔχει δὲ τὰ τῆς λέξεως ὧδε·
τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα· ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς
5
οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή. προελθὼν δὲ ὁ λόγος δημιουργίας αἴτιος, ἔπειτα καὶ ἑαυτὸν γεννᾷ, ὅταν ὁ λόγος
6
σὰρξ γένηται, ἵνα καὶ θεαθῇ. ὁ τοίνυν δίκαιος ζητήσει εὕρεσιν ἀγαπητικήν, εἰς ἣν σπεύδων εὐτυχεῖ·
τῷ κρούοντι, γάρ φησιν,
ἀνοιγήσεται·
7
αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· οἱ γὰρ ἁρπάζοντες τὴν βασιλείαν
βιασταὶ οὐ τοῖς ἐριστικοῖς λόγοις, ἐνδελεχείᾳ δὲ ὀρθοῦ βίου ἀδιαλείπτοις τε εὐχαῖς ἐκβιάζεσθαι εἴρηνται, τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ἀπηλειφότες κηλῖδας.
8
τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι.
τῷ δ’ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει.
οὖ γὰρ ἐν μέσοισι κεῖται
δῶρα δυσμάχητα Μοισᾶν
τὠπιτυχόντι φέρειν.