τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι.
τῷ δ’ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει.
οὖ γὰρ ἐν μέσοισι κεῖται
δῶρα δυσμάχητα Μοισᾶν
τὠπιτυχόντι φέρειν.
μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι,
μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα δόξαν.
οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν οὔτε δικαίων
οὔτε καλῶν, ὀλίγοις δὲ παρ’ ἀνδράσι τοῦτό κεν εὕροις.
αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ.
ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν·
ὡς δὲ παρ’ ἡμετέρης κέλεται πιστώματα Μούσης,
γνῶθι διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.