[140] Δεδειγμένου τοίνυν σαφῶς, ὡς οἶμαι, ὅπως κλέπτας εἰρῆσθαι πρὸς τοῦ κυρίου τοὺς Ἕλληνας ἐξακουστέον, ἑκὼν παραλείπω τὰ
2
τῶν φιλοσόφων δόγματα. εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες, ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρ’ Ἕλλησιν ἐνδεικνύμενοι
3
σοφίαν. ἧς θεωρίας οὐδὲν ἧττον αὖθις ἐφαψόμεθα κατὰ τὸ ἀναγκαῖον, ὁπηνίκα ἂν τὰς περὶ ἀρχῶν δόξας τὰς παρ’ Ἕλλησι
4
φερομένας ἀναλεγώμεθα. πλὴν καὶ τοῦτο ἡμῖν ἐκ τῶν εἰρημένων ἡμῖν ἡσυχῇ παρίσταται σκοπεῖν, ὃν τρόπον ταῖς Ἑλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις.
5
ὄλβιος,
ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα,
ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον,
δειλὸς δ’ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.
γνῶσιν καὶ ἀγνωσίαν ὅρους εὐδαιμονίας κακοδαιμονίας τε θείως ἐδήλωσεν.
6
χρὴ γὰρ εὖ μάλα πολλῶν ἴστορας φιλοσόφους ἄνδρας εἶναι καθ’ Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη
πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν.