πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν,
χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν
Μοῖραι ποτὶ κλίμακα σεμνὰν
ἆγον Ὀλύμπου λιπαρὰν καθ’ ὁδόν,
σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν·
ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὥρας.
ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ,
μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν
σκολιὰς ἀπάτας, ὧν ἀτηρὰ
γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν,
οὐδὲν γνώμης μετέχουσα.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.