χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει
ὅμοιον σαυτῷ σάρκινον καθεστάναι.
οὐκ οἶσθα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται
ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ δὲ γνόφος·
καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής,
ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. 3
ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι,
καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα.
τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος
βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα,
ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου.
πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.