εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ’ ἐπίβαινε
ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα
ἀθάνατον.
εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν
Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης,
καὶ σφαίρης κίνημ’ ἀμφὶ χθόνα θ’ ὡς περιτέλλει
κυκλοτερὲς ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα,
πνεύματα δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.