ὁρᾷς
τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα
καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς ἐν ἀγκάλαις;
τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ
ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα,
ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία
νύξ αἰολόχρως ἄκριτός τ’ ἄστρων
ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει.
Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ’ οὐρανός·
Ζεύς τοι τὰ πάντα χὥτι τῶνδε τοι ὑπέρτερον.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.