πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ.
ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο.
ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ.
ἑβδόμη ἦν ἱερή.
ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα.
ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος.
ἑβδομάτῃ δ’ ἠοῖ καί οἱ τετύκοντο ἅπαντα.
ἑβδόμη εἰν ἀγαθοῖς ι καὶ ἑβδόμη ἐστὶ γενέθλη.
ἑβδόμη ἐν πρώτοισι ν καὶ ἑβδόμη ἐστὶ τελείη.
ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι
ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.