θεῷ δὲ δυνατὸν ἐκ μελαίνας
νυκτὸς ἀμίαντον ὄρσαι φάος,
κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν
ἁμέρας σέλας
ἐκ Διὸς ἀρχώμεσθα
τὸν οὐδέποτ’, ἄνδρες, ἐῶμεν
ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες·
τοῦ γὰρ καὶ γένος ἐσμέν,
ὁ δ’ ἤπιος ἀνθρώποισιν
δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργα ἀγείρει·
αὐτὰρ τάδε σήματ’ ἀν οὐρανῷ ἐστήριξεν,
ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν
ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν Ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύηται·
καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται·
χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ.
ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν
ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.