[155]
Ὄλβιος ὅστις τῆς ἱστορίας
ἔσχε μάθησιν,
μήτε πολιτῶν ἐπὶ πημοσύνην
μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν,
ἀλλ’ ἀθανάτου καθορῶν φύσεως
κόσμον ἀγήρω, πῇ τε συνέστη
καὶ † ὅπῃ καὶ ὅπως.
τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν
ἔργων μελέτημα προσίζει.
2
εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησι· νοῦς δὲ χώρα ἰδεῶν, νοῦς δὲ ὁ θεός. τὸν
οὖν ἀοράτου θεοῦ θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζῶντα εἴρηκεν
3
καὶ ἐν τῷ Σοφιστῇ δὲ τὸν Ἐλεάτην ξένον διαλεκτικὸν ὄντα ὁ Σωκράτης θεὸν ὠνόμασεν, οἵους τοὺς θεοὺς
ξείνοισιν ἐοικότας ἀλλοδαποῖσιν
4
ἐπιφοιτῶντας τοῖς ἄστεσιν
. ὅταν γὰρ ψυχὴ γενέσεως
ὑπεξαναβᾶσα καθ’ ἑαυτήν τε ᾖ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ
κορυφαῖος, οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ
τε ἔσται, θεωρητικὸς ὤν, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι
οἶος πεπνυμένος, τοὶ δ’ ὡς σκιαὶ ἀίσσουσιν·
5
νεκροὶ γὰρ τοὺς ἑαυτῶν θάπτουσι νεκρούς. ὅθεν Ἱερεμίας λέγει·
πληρώσω αὐτὴν νεκρῶν γηγενῶν, οὓς ἔπαισεν ἡ ὀργή μου.