τὸ μὴ γενέσθαι κρεῖττον ἢ φῦναι βροτούς.
ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσι
τίκτω· τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω,
στένω ματαίως, εἰσορῶσα μὲν κακούς,
χρηστοὺς δ’ ἀπολλῦς̓· ἢν δὲ καὶ σεσωσμένους,
τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ.
τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν
ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους;
ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖν,
παῖδας φυτεύειν οὔποτ’ ἀνθρώπους ἐχρῆν
πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν.
ὢ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι,
ἄνθρωπος ἐγένου καὶ δυστυχὲς βίου
ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο
τρέφειν ὅδ’ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοὰς·
μή τοι νυν τὰ θνητὰ θνητὸς ὤν ἀγνωμόνει.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.