κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον.
ἐκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδἐ ἀμείβων.
ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον·
οἵων ἐξ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε.
ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες,
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον,
μηδ’ ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου·
φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι.
ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους
τὸν φύντα θρηνεῖν εἰς ὅς̓ ἔρχεται κακά·
τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ κατθανεῖν δὲ τὸ ζῆν;
οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν
ὄλβιος ὅστις ἰδὼν ἐκεῖνα κοινὰ εἶς̓ ὑπὸ χθόνα·
οἶδε μὲν βίου τελευτάν,
οἶδεν δὲ διόσδοτον ἀρχάν.
τὸ μὴ γενέσθαι κρεῖττον ἢ φῦναι βροτούς.
ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσι
τίκτω· τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω,
στένω ματαίως, εἰσορῶσα μὲν κακούς,
χρηστοὺς δ’ ἀπολλῦς̓· ἢν δὲ καὶ σεσωσμένους,
τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ.
τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν
ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους;
ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖν,
παῖδας φυτεύειν οὔποτ’ ἀνθρώπους ἐχρῆν
πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν.
ὢ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι,
ἄνθρωπος ἐγένου καὶ δυστυχὲς βίου
ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο
τρέφειν ὅδ’ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοὰς·
μή τοι νυν τὰ θνητὰ θνητὸς ὤν ἀγνωμόνει.
θνητῶν δὲ ὄλβιος οὐδεὶς
οὐδὲ εὐδαίμων·
οὔπω γὰρ ἔφυ τις ἄλυπος.
φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι.
ὅσαι δὲ μορφαί, τέρμα δ’ οὐκ εἴποι τις ἄν.
τῶν γὰρ ἐν βροτοῖς
οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων,
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.