δ′ περὶ αἰτίου.
ἐπιστῆσαι πειραθέντες τῇ τοῦ αἰτίου ἐπινοίᾳ. ὅσον μὲν οὖν ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν οὐδ’ ἂν ἐννοῆσαί τις τὸ αἴτιον δύναιτο, εἴγε πρὸς τῷ διαφώνους καὶ ἀλλοκότους ἐννοίας τοῦ αἰτίου <ἀποδίδοσθαι> ἔτι καὶ ὑπόστασιν αὐτοῦ πεποιήκασιν ἀνεύρετον διὰ τὴν περὶ αὐτὸ
διαφωνίαν.
οἱ μὲν προσηγοριῶν αἴτιον εἶναι τὸ αἴτιον φάσκοντες, οἶον τῆς χύσεως, οἱ δὲ κατηγορημάτων, οἶον τοῦ χεῖσθαι. διό, καθάπερ εἶπον, κοινότερον ἂν εἴη τὸ αἴτιον τοῦτο δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα.
συνεκτικὰ εἶναι, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά, καὶ συνεκτικὰ μὲν ὑπάρχειν ὡν παρόντων πάρεστι τὸ ἀποτέλεσμα καὶ αἰρομένων αἴρεται καὶ μειουμένων μειοῦται (οὕτω γὰρ τὴν περίθεσιν τῆς στραγγάλης αἴτιον εἶναί φασι τοῦ πνιγμοῦ), συναίτιον δὲ ὃ τὴν 2 ἲσην εἰσφέρεται δύναμιν ἑτέρῳ συναιτίῳ πρὸς τὸ
εἶναι τὸ ἀποτέλεσμα οὓτω <γὰρ> ἕκαστον 3 ἑλκόντων τὸ ἄροτρον βοῶν αἴτιον εἶναί φασι τῆς ὁλκῆς τοῦ ἀρότρου), συνεργὸν δὲ ὃ βραχεῖαν εἰσφέρεται δύναμιν καὶ πρὸς τὸ μετὰ ῥᾳστώνης ὑπάρχειν τὸ ἀποτέλεσμα, οἶον ὅταν δυοῖν βάρος
τι βασταζόντων μόλις τρίτος τις προσελθὼν συγκουφίσῃ τοῦτο.
παρῃτήσαντο, ἐπειδὴ τὸ αἴτιον πρός τι ὑπάρχον καὶ πρὸς 4 123 τὸ ἀποτέλεσμα ὂν οὐ δύναται προηγεῖσθαι αὐτοῦ ὧς αἴτιον. ἐν δὲ τῇ περὶ αὐτῶν διαπορήσει τοιάδε λέγομεν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.