γ′ περὶ θεοῦ.
σῶμά φασιν εἶναι τὸν θεόν, οἱ δὲ ἀσώματον, καὶ οἱ μὲν ἀνθρωποειδῆ, οἱ δὲ οὔ, καὶ οἱ μὲν ἐν τόπῳ, οἱ δὲ οὔ, καὶ τῶν ἐν τόπῳ οἱ μὲν ἐντὸς κόσμου, οἱ δὲ ἐκτός, πῶς δυνησόμεθα ἔννοιαν θεοῦ λαμβάνειν μήτε οὐσίαν ἔχοντες αὐτοῦ ὁμολογουμένην μήτε εἶδος μήτε τόπον ἐν ᾧ εἴη; πρότερον γὰρ
ἐκεῖνοι ὁμολογησάτωσάν τε καὶ συμφωνησάτωσαν, ὅτι τοιόσδε ἐστὶν ὁ θεός, εἶτα ἡμῖν αὐτὸν ὑποτυπωσάμενοι οὓτως
ἂκοπ'θτωσαν ἡμᾶς ἔννοιαν θεοῦ λαμβάνειν. ἐς ὅσον δὲ ἀνεπικρίτως διαφωνοῦσιν, τί νοήσομεν ἡμεῖς ὁμολογουμένως παρ’ αὐτῶν οὐκ ἔχομεν.
δέ ἐστιν εὔηθες· ὥσπερ <γὰρ> ὁ μὴ εἰδὼς τὸν οὐδὲ τὰ συμβεβηκότα αὐτῷ ὧς Δίωνι δύναται νοεῖν, οὕτως ἐπεὶ οὐκ ἴσμεν τὴν οὐσίαν τοῦ θεοῦ, οὐδὲ τὰ συμβεβηκότα αὐτῷ μαθεῖν τε καὶ ἐννοῆσαι δυνησόμεθα.
τὸ ἐνεργοῦν κατὰ ἀρετὴν καὶ προνοούμενον τῶν ὑφ’ ἑαυτὸ τεταγμένων, ἢ τὸ ἀνενέργητον καὶ μήτε αὐτὸ πράγματα ἔχον μήτε ἑτέρῳ παρέχον· καὶ γὰρ καὶ περὶ τούτου διαφωνήσαντες ἀνεπικρίτως ἀνεννόητον ἡμῖν πεποιήκασι τὸ μακάριον, διὰ δὲ τοῦτο καὶ τὸν θεόν.
ἐστι καὶ ποδαπὸς καὶ ποῦ· ἡ ἀνεπίκριτος δὲ διαφωνία πεποίηκεν αὐτὸν ἄδηλον ἡμῖν εἶναι δοκεῖν καὶ ἀποδείξεως δεόμενον.
ὅτι ἔστι θεός, ἐπεὶ τὸ ἀποδεικνυόμενον πρὸς τῷ ἀποδεικνύντι νοεῖται, διὸ καὶ συγκαταλαμβάνεται αὐτῷ, καθὼς καὶ παρεστήσαμεν, πρόδηλον ἔσται καὶ τὸ εἶναι θεόν, συγκαταλαμβανόμενον τῷ ἀποδεικνύντι αὐτὸ προδήλῳ ὄντι. οὔκ ἐστι δὲ πρόδηλον, ὧς ὑπεμνήσαμεν· οὐδὲ
ἀποδείκνυται ἄρα διὰ προδήλου. ἀλλ’ οὐδὲ δι’ ἀδήλου.
ἄδηλον ἔσται ἀλλὰ πρόδηλον [τὸ εἶναι θεόν]. οὐκ ἄρα ἀποδεικτικὸν αὐτοῦ ἄδηλον διὰ προδήλου ἀποδείκνυται. ἀλλ’ οὐδὲ δι’ ἀδήλου· εἰς ἂπειρον γὰρ ἐκπεσεῖται ὁ τοῦτο λέγων, αἰτούντων ἡμῶν ἀεὶ ἀπόδειξιν τοῦ φερομένου
ἀδήλου πρὸς ἀπόδειξιν τοῦ προεκκειμένου. οὐκ ἄρα ἐξ ἑτέρου δύναται ἀποδείκνυσθαι τὸ εἶναι θεόν.
αὐτὸν τῶν ἐν κόσμω φησὶν ἤ οὐ προνοεῖν, καὶ εἰ μὲν προνοεῖν, ἤτοι πάντων ἤ τινων. (Epic. fr. 374 Us.) ἀλλ’ εἰ μὲν πάντων προυνόει, οὐκ ἦν ἂν οὔτε κακόν τι οὔτε κακία ἐν τῷ κόσμῳ· κακίας δὲ πάντα μεστὰ εἶναι λέγουσιν· οὐκ ἄρα πάντων προνοεῖν λεχθήπροσέπιπτεν 5 121 σεται ὁ θεός.
καὶ δύναται πάντων προνοεῖν, ἢ βούλεται μέν, οὐ δύναται δέ, ἢ δύναται μέν, οὐ βούλεται δέ, ἢ οὔτε βούλεται οὔτε δύναται. ἀλλ’ εἰ μὲν καὶ ἠβούλετο καὶ ἠδύνατο, πάντων ἂν προυνόει· οὐ προνοεῖ δὲ πάντων διὰ τὰ προειρημένα· οὐκ ἄρα
καὶ βούλεται καὶ δύναται πάντων προνοεῖν. εἰ δὲ βούλεται μέν, οὐ δύναται δέ, ἀσθενέστερός ἐστι τῆς αἰτίας δι’ ἣν οὐ δύναται προνοεῖν ὧν οὐ προνοεῖ·
εἰ δὲ οὔτε βούλεται οὔτε δύναται, καὶ βάσκανός ἐστι καὶ ἀσθενής, ὅπερ λέγειν περὶ θεοῦ ἀσεβούντων ἐστίν. ἄρα προνοεῖ τῶν ἐν κόσμῳ ὁ θεός. εἰ δὲ οὐδενὸς πρόνοιαν ποιεῖται οὐδὲ ἔστιν αὐτοῦ ἔργον οὐδὲ ἀποτέλεσμα, οὐχ ἕξει τις εἰπεῖν, πόθεν καταλαμβάνεται
ὅτι ἔστι θεός, εἴγε μήτε ἐξ ἑαυτοῦ φαίνεται μήτε δι’ ἀποτελεσμάτων τινῶν καταλαμβάνεται. καὶ διὰ ταῦτα ἄρα ἀκατάληπτόν ἐστιν εἰ ἔστι θεός.
λέγοντες εἶναι θεόν· πάντων μὲν γὰρ αὐτὸν προνοεῖν λέγοντες κακῶν αἴτιον τὸν θεὸν εἷναι φήσουσιν, τινῶν δὲ ἢ καὶ μηδενὸς προνοεῖν αὐτὸν λέγοντες ἤτοι βάσκανον τὸν θεὸν ἢ ἀσθενῆ λέγειν ἀναγκασθήσονται, ταῦτα δέ ἐστιν
ἀσεβούντων προδήλως.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.