ε′ περὶ τοῦ ὑφ’ οὗ.
ἀνεπινόητος εἶναι. ἀκούομεν γοῦν τοῦ παρὰ Πλάτωνι Σωκράτους (Phaedr. p. 230 a) διαρρήδην ὁμολογοῦντος μὴ εἰδέναι, πότερον ἄνθρωπός ἐστιν ἢ ἕτερόν τι. παριστάναι τε βουλόμενοι τὴν ἔννοιαν αὐτοῦ πρῶτον μὲν διαφωνοῦσιν, εἶτα καὶ ἀσύνετα λέγουσιν.
(B 165 Diels) φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάντες ἴσμεν. ὅσον δ’ ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρωπον, ἐπεὶ καὶ κύνα ἴσμεν, καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν· διὸ οὐκ ἔσονται ἄνθρωποι. μᾶλλον δέ, ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ, οὐδεὶς 1 2 61 ἔσται ἄνθρωπος· εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γινώσκεσθαι
τὸν ἄνθρωπον, οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες ἄνθρωποι, ἔσται κατ’ αὐτὸν ἄνθρωπος.
(B 125 Diels) τὰ ἄτομα καὶ τὸ κενόν, ἅπερ φησὶν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ πᾶσι τοῖς συγκρίμασιν ὑπάρχειν, ὥστε ὅσον μὲν ἐπὶ τούτοις οὐκ ἐπινοήσομεν τὴν τοῦ ἀνθρώπου ἰδιότητα, ἐπειδὴ κοινὰ πάντων
ἐστίν. ἀλλ’ οὐδὲ ἄλλο τι ὑπόκειται παρὰ ταῦτα· οὐκ ἄρα ἕξομεν δι’ οὗ τὸν ἄνθρωπον διακρῖναί τε ἀπὸ τῶν ἄλλων ζῴων καὶ εἰλικρινῶς νοῆσαι δυνησόμεθα.
ἄνθρωπος δείξει ἐμφανίζεται, ὁ μὴ δεικνύμενος οὐκ ἔστιν ἄνθρωπος, καὶ εἰ μὲν γυναῖκα δείκνυσί τις, ὁ ἀνὴρ οὐκ ἔσται ἄνθρωπος, εἰ δὲ ἄνδρα, ἡ γυνὴ ἄνθρωπος οὐκ ἔσται. τὰ δὲ αὐτὰ ἐπιχειρήσομεν καὶ ἀπὸ τῆς διαφορᾶς τῶν περιστάσεων ἃς ἴσμεν ἐκ τοῦ τετάρτου τρόπου τῆς ἐποχῆς (1100—117).
οὐ γνωσόμεθα, τί ποτε λέγουσιν.
θνητόν ἐστιν. εἰ δὲ δυνάμει, οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ 3 62 τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνειληφώς· καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ ’ ravrrj ccqcc ἀσύστατος Ttecprjvev tj iTtlvoia rov ἀνθρώπου.
τὸν ἄνθρωπον εἶναι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, οὐδὲ ἀξιοῖ διαβεβαιωτικῶς τοῦτο ἐκτίθεσθαι· εἰ γὰρ καὶ ὁ ἄνθρωπος ἕν τί ἐστι τῶν κατ' αὐτὸν γινομένων μέν, ὄντως δὲ οὐδέποιε ὄντων, ἀδύνατον δὲ περὶ τῶν μηδέποτε ὄντων διαβεβαιωτικῶς
ἀποφαίνεσθαι κατ’ αὐτόν, οὐδὲ ὁ Πλάτων’ ἀξιώσει τὸν ὅρον ἐκτίθεσθαι δοκεῖν ὡς διαβεβαιούμενος, ἀλλ' ὥσπερ εἴωθεν κατὰ τὸ πιθανὸν λέγων.
δύναται ὁ ἄνθρωπος, ἀκατάληπτος εὑρεθήσεται. συνέστηκε μὲν γὰρ ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ τὸ σῶμα καταλαμβάνεται τάχα οὔτε ἡ ψυχή· οὐδὲ ὁ ἄνθρωπος ἄρα.
ὅταν οὖν χρῶμα ἤ τι παραπλήσιον ἡμῖν ὑποπίπτῃ τὰ συμβεβηκότα τῷ σώματι εἰκὸς ἡμῖν ὑποπίπτειν, ἀλλ’ οὐκ αὐτὸ τὸ σῶμα. τό γέ τοι σῶμα τριχῇ διαστατὸν εἷναι λέγουσιν· ὀφείλομεν οὖν τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος καταλαμβάνειν, ἴνα τὸ σῶμα καταλάβωμεν. εἰ γὰρ
τοῦτο ἡμῖν ὑπέπιπτεν, ἐγινώσκομεν ἂν καὶ τὰ ὑπάργυρα χρυσία. οὐδὲ τὸ σῶμα ἄρα.
τῶν περὶ ψυχῆς διαλαβόντων, ἴνα τὴν πολλὴν καὶ ἀνήνυτον 4 5 63 μάχην παραλίπωμεν, οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον (fr.63 Müller), οἱ δὲ εἷναι, οἱ δὲ ἐπέσχον.
αὐτὴν εἰπάτωσαν. αἰσθήσει μὲν γὰρ οὐ δύνανται διὰ τὸ νοητὴν ὐπ’ αὐτῶν εἶναι λέγεσθαι· εἰ δὲ λέξουσιν ὅτι διανοίᾳ, ἐροῦμεν ὅτι, ἐπεὶ τῆς ψυχῆς τὸ ἀδηλότατόν ἐστιν ἡ διάνοια, ὧς δεικνύουσιν οἱ περὶ μὲν τῆς ὑπάρξεως τῆς ψυχῆς ὁμοφωνοῦντες, περὶ δὲ τῆς διανοίας διαφερόμενοι,
εἰ τῇ
ἡ περὶ τῆς ψυχῆς διαφωνία. οὐδενὶ ἄρα. εἰ δὲ τοῦτο, καὶ ἀκατάληπτός ἐστιν. ὅθεν οὐδὲ ὁ ἄνθρωπος καταλαμρανοιτ ἀν’.
μήποτε οὐκ <ἂν> ἐνδέχοιτο δεῖξαι, ὅτι ὐπ’ αὐτοῦ δεῖ τὰ πράγματα. ὁ γὰρ λέγων, ὅτι ὐπ’ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἤτοι ἄνευ ἀποδείξεως τοῦτο λέξει ἢ μετὰ ἀποδείξεως. οὔτε δὲ μετὰ ἀποδείξεως· δεῖ γὰρ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι καὶ κεκριμένην, διὰ δὲ τοῦτο καὶ
ὑπό τινος κεκριμένην. ἐπεὶ οὖν οὐκ ἔχομεν εἰπεῖν ὁμολογουμένως, ὑφ’ οὗ κριθῆναι δυνήσεται αὐτὴ ἡ ἀπόδειξις (ζητοῦμεν γὰρ τὸ κριτήριον τὸ ὑφ’ οὗ), οὐ δυνησόμεθα τὴν ἀπόδειξιν ἐπικρίνειν, διὰ δὲ τοῦτο οὐδὲ τὸ κριτήριον, περὶ οὗ ὁ λόγος, ἀποδεικνύναι.
γὰρ δὴ ἀκρίτως τοῦτο λέγοντες πιστευθήσονται. ἀλλ’ εἰ μὲν ὐπ’ ἀνθρώπου, τὸ ζητούμενον συναρπασθήσεται.
ὑπό τινος ὀφείλει κριθῆναι. ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτοῦ, μένει ἡ αὐτὴ ἀτοπία τὸ ζητούμενον γὰρ διὰ τοῦ ζητουμένου κριθήεται)· εἰ δὲ ὑπὸ ἀνθρώπου, ὁ διάλληλος εἰσάγεται τρόπος· εἰ δὲ ὑπό τινος παρὰ ταῦτα ἄλλου, πάλιν ἐκείνου τὸ κριτήριον ἀπαιτήσομεν τὸ ὑφ' οὗ, καὶ μέχρις ἀπείρου. καὶ
διὰ τοῦτο ἄρα οὐχ ἕξομεν λέγειν, ὧς ὑπὸ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα.
πων ἐστὶ διαφορά, πρότερον οἱ δογματικοὶ συμφωνησάτωσαν, ὅτι τῷδε τῷ ἀνθρώπῳ δεῖ προσέχειν, εἶθ’ οὕτω καὶ ἡμᾶς αὐτῷ συγκατατίθεσθαι κελευέτωσαν. εἰ δ’ (Plat.Phaedr. p. 264 d. Herodot. vit. Homeri 11)
— τοῦτο δὴ τὸ τοῦ λόγου — περὶ αὐτοῦ διαφωνήσουσιν, πῶς ἡμᾶς ἐπείγουσι προπετῶς τινι συγκατατίθεσθαι;
εἰπεῖν.
γεγονότων διὰ τὴν σύνεσιν αὐτοῦ πιστεύειν ἀξιούμεθα, οὕτω καὶ τῷ μετ’ αὐτὸν ἐσομένῳ συνετωτέρῳ τούτου μᾶλλον λον [τούτου] χρὴ πιστεύειν. καὶ ἐκείνου γενομένου πάλιν ἄλλον ἐλπίζειν χρὴ συνετώτερον αὐτοῦ γενήσεσθαι, κἀκείνου ἄλλον, καὶ μέχρις ἀπείρου.
συμφωνήσουσιν ἀλλήλοις οὗτοι ἢ διάφωνα λέξουσιν. διόπερ, κἂν τῶν γεγονότων τε καὶ ὄντων συνετώτερος εἶναι ὁμολογηθῇ τις, ἐπεὶ οὐκ ἔχομεν εἰπεῖν διαβεβαιωτικῶς, ὅτι οὐδεὶς ἔσται τούτου ἀγχινούστερος (ἄδηλον γάρ), ἀεὶ τὴν τοῦ μετὰ ταῦτα ἐσομένου συνετωτέρου κρίσιν περιμένειν
καὶ μηδέποτε συγκατατίθεσθαι τῷ κρείττονι.
συνετοῦ συνετώτερος οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ἔσται, οὐδὲ ὣς πιστεύειν αὐτῷ προσήκει. ἐπεὶ γὰρ μάλιστα οἱ συνετοὶ φιλοῦσιν ἐν τῇ τῶν πραγμάτων κατασκευῇ τοῖς σαθροῖς παριστάμενοι πράγμασιν ὑγιῆ καἲ ἀληθῆ ταῦτα
δοκεῖν εἶναι ποιεῖν, ὅταν τι λέγῃ οὗτος ὁ ἀγχίνους, οὐκ εἰσόμεθα πότερόν ποτε, ὡς ἔχει τὸ πρᾶγμα φύσει, οὕτω λέγει, ἢ ψεῦδος αὐτὸ ὑπάρχον ὧς ἀληθὲς παρίστησι καὶ ἡμᾶς πείθει φρονεῖν ὡς περὶ ἀληθοῦς, ἅτε δὴ συνετώτερος τῶν ἀνθρώπων ἀπάντων ὑπάρχων καὶ διὰ τοῦτο ὑφ’
ἡμῶν ἐλέγχεσθαι μὴ δυνάμενος. οὐδὲ τούτῳ τοίνυν συγκαταθησόμεθα ὧς ἀληθῶς τὰ πράγματα κρίνοντι, διὰ τὸ οἷόν τε μὲν εἶναι αὐτὸν ἀληθῆ λέγειν, οἴεσθαι δ’ ὅτι δι’ ὑπερβολὴν ἀγχινοίας τὰ ψευδῆ τῶν πραγμάτων ὡς ἀληθῆ βουσυνετωτέρῳ 10 66
λόμενος παριστᾶν ἅ φησι λέγει. διὰ ταῦτα μὲν οὖν οὐδὲ τῷ τῶν ἁπάντων ἀγχινουστάτῳ δοκοῦντι ὑπάρχειν ἐν τῇ κρίσει τῶν πραγμάτων χρὴ πιστεύειν.
γὰρ σπάνιον ’ίσως ἐστὶ τὸ ἀληθές, καὶ διὰ τοῦτο ἐνδέχεται ἕνα τῶν πολλῶν φρονιμώτερον εἶναι. εἶτα καὶ παντὶ κριτηρίῳ πλείους ἀντιδοξοῦσι τῶν κατ’ αὐτὸ συμφωνούντων· οἱ γὰρ ὁποιονοῦν ἀπολιπόντες κριτήριον ἕτερον τοῦ συμφωνεῖσθαι δοκοῦντος παρά τισιν ἀντιδοξοῦσί τε αὐτῷ καὶ
κατὰ πολὺ πλείους εἰσὶ τῶν περὶ αὐτοῦ συμφωνούντων.
ἔχει διάθεσιν καὶ οὗτοι πάντες οἱ συμφωνοῦντες μίαν, ὅσον ἐπὶ ταῖς διαθέσεσιν αἷς προσέχομεν οὐδὲ κατὰ πλῆθος εὑρίσκεται διαφορά τις.
εἶναι, καθάπερ ἐν τῷ τετάρτῳ τρόπῳ τῆς σκέψεως (I 100 — 117) ὑπεμνήσαμεν, τὴν κατὰ πλῆθος τῶν κρίσεων, ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόντων καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τἀς κρίσεις
ἐπελθεῖν καὶ ἀποφήνασθαι, τί μὲν οἱ πλείους τῶν ἀνθρώπων ἁπάντων ἀποφαίνονται, τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων.
κατὰ συγχώρησιν δόντες. διόπερ ἐξ ἁπάντων τούτων ἀκατάληπτον εὑρίσκεται τὸ κριτήριον ὑφ' οὗ κριθήσεται τὰ πράγματα.
ἑξῆς προϊέναι τῷ λόγῳ, ὡς καὶ περὶ ἐκείνων ἱκανῶς εἰρημένων ἐν τούτοις· ἵνα δὲ μηδὲ τὴν εἰδικὴν ὡς πρὸς ἕκαστον ἀντίρρησιν φεύγειν δοκῶμεν, ὀλίγα καὶ περὶ αὐτῶν ἐξ ἐπιμέτρου λέξομεν. πρότερον δὲ περὶ τοῦ κριτηρίου τοῦ δι’ οὗ καλουμένου διαλεξόμεθα.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.