γὰρ ἡ διαφωνία γέγονεν, καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται), ἀλλ’ ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ, τό τε ὑφ’ οὐ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, ἕκαστον τούτων ἐπελθόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν·
οὕτω γὰρ ἐμμέθοδος ἄμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ’ οὗ· δοκεῖ γάρ πως συναπορεῖσθαι τούτω καὶ τὰ λοιπά.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.