κα′ περὶ κοινῶν συμβεβηκότων.
Θέωνι τὸ ὁρᾶν, ἐὰν καθ’ ὑπόθεσιν φθαρῇ μὲν Δίων, Θέων δὲ περιῇ καὶ ὁρᾷ, ἤτοι τὴν ὅρασιν τοῦ ἐφθαρμένου Δίωνος ἄφθαρτον μένειν ἐροῦσιν, ὅπερ ἀπεμφαίνει, <ἢ> αὐτὴν ὅρασιν ἐφθάρθαι τε καὶ μὴ ἐφθάρθαι λέξουσιν, ὅπερ ἄτοπον· οὐκ ἄρα ἡ Θλεωνος ὅρασις ἡ αὐτή ἐστι τῇ
Δίωνος, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου. καὶ γὰρ εἰ ταὐτὸν συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ἀναπνεῖν, οὐκ ένδέχεται τὴν ἐν Θέωνι ἀναπνοὴν εἶναι, τὴν ἐν Δίωνι δὲ μὴ εἷναι· ἐνδέχεται δὲ τοῦ μὲν φθαρέντος τοῦ δὲ περιόντος· οὐκ ἄρα ἡ αὐτή ἐστιν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.