ιδ′ περὶ τῶν δέκα τρόπων.
δεύτερος ὁ παρὰ τὴν τῶν ἀνθρώπων διαφοράν, τρίτος ὁ παρὰ τἀς διαφόρους τῶν αἰσθητηρίων κατασκευάς, τέταρτος ὁ παρὰ τἀς περιστάσεις, πέμπτος ὁ παρὰ τἀς θέσεις καὶ τὰ διαστήματα καὶ τούς τόπους, ἕκτος ὁ παρὰ τἀς ἐπιμιξίας,
τῶν ὑποκειμένων, ὄγδοος ὁ ἀπὸ τοῦ πρός τι, ἔννατος ὁ παρὰ τὰς συνεχεῖς ἢ σπανίους ἐγκυρήσεις, δέκατος ὁ παρὰ τἀς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τἀς μυθικὰς
πίστεις καὶ τἀς δογματικὰς ὑπολήψεις.
οἱ πρῶτοι τέσσαρες τὸ γὰρ κρῖνον ἢ ζῷόν ἐστιν ἢ ἄνθρωπος ἢ αἴσθησις ἢ ἔν τινι περιστάσει), εἰς δὲ τὸν ἀπὸ τοῦ κρινομένου <ἀνάγονται> ὁ ἕβδομος καὶ ὁ δέκατος, εἰς δὲ τὸν ἐξ ἀμφοῖν σύνθετον ὁ πέμπτος καὶ ὁ ἕκτος καὶ ὁ ὄγδοος καἰ ὁ ἔννατος.
ὡς εἶναι γενικώτατον μὲν τὸν πρός τι, εἰδικοὺς δὲ τούς τρεῖς, ὑποβεβηκότας δὲ τούς δέκα. ταῦτα μὲν περὶ τῆς ποσότητος αὐτῶν κατὰ τὸ πιθανὸν λέγομεν· περὶ δὲ τῆς δυνάμεως τάδε.
γίνεται ὡς τὰ ἐν ταῖς καμίνοις φαινόμενα χωΰωια, τὰ δ’ ἐξ ὕδατος φθειρομένου ὡς κώνωπες , τὰ δ’ ἐξ οἴνου τρεπομένου ὡς σκνῖπες, τὰ δ’ ἐκ γῆς <ὡς . . . . >,τὰ δ’ ἐξ ἰλύος ὡς βάτραχοι, τὰ δ’ ἐκ βορβόρου ὡς σκώληκες, τὰ δ’ ἐξ ὄνων ὡς κάνθαροι τὰ δ’ ἐκ λαχάνων ὡς κάμπαι, τὰ δ’ ἐκ καρπῶν
ὡς οἱ ἐκ τῶν ἐρινεῶν ψῆνες, τὰ δ’ ἐκ ζῴων νῶν ὡς μέλισσαι ταύρων καὶ σφῆκες ἱππὼν·
δὲ σαρκοτοκεῖται ὡς ἄρκτοι.
ἐκεῖθεν φερομένας.
οἱ γοῦν ἰκτεριῶντες ὠχρά φασιν εἶναι τὰ ἡμῖν φαινόμενα λευκὰ, καὶ οἱ ὑπόσφαγμα ἔχοντες αἱμωπά. ἐπεὶ οὖν καὶ τῶν ζῴων τὰ μὲν ὠχρούς ἔχει τοὺς ὀφθαλμοὺς τὰ δ’ ὑφαίμους τὰ δὲ λευκανθίζοντας τὰ δ’ ἄλλην χροιὰν ἔχοντας, εἰκός, οἶμαι, διάφορον αὐτοῖς τὴν τῶν χρωμάτων
ἀντίληψιν γίγνεσθαι.
καὶ φῶς λεπτομερές τε καὶ εὐκίνητον ἀπ’ αὐτῶν ἀποστέλλει, ὡς καὶ νυκτὸς ὁρᾶν, δεόντως ἂν νομίζοιμεν ὅτι μὴ ὅμοια ἡμῖν τε κἀκείνοις τὰ ἐκτὸς ὑποπίπτει.
τοὺς παρόντας διὰ τὴν βραχεῖαν τοῦ μιχθέντος παρασποπάν. πολὺ δήπου εὐλογώτερόν ἐστι, χυμῶν διαφόρων ἀνακεκραμένων τῇ ὁράσει τῶν <καὶ;>
τὰ σχήματα καὶ τὰ μεγέθη τῶν ὁρατῶν. εἰκὸς οὖν ὅτι ὅσα τῶν ζῴων λοξὴν ἔχει τὴν κόρην καὶ προμήκη, καθάπερ αἶγες αἴλουροι καὶ τὰ ἐοικότα, διάφορα φαντάζεται τὰ ὑποκείμενα εἶναι, καὶ οὐχ οἵα τὰ περιφερῆ τὴν κόρην ἔχοντα ζῷα εἶναι αὐτὰ ὑπολαμβάνει.
τὴν διάφορον κατασκευὴν ὁτὲ μὲν μικρότατα δείκνυσι τὰ ἐκτὸς ὑποκείμενα ὧς τὰ κοῖλα, ὁτὲ δ’ ἐπιμήκη καὶ στενά ὡς τὰ κυρτά· τινὰ δὲ τὴν μὲν κεφαλὴν κάτω δείκνυσι τοῦ κατοπτριζομένου , τοὺς δὲ πόδας ἄνω.
περὶ τὴν ὄψιν ἀγγείων τὰ μὲν ἐξόφθαλμα κομιδῇ προπέπτωκεν ὑπὸ κυρτότητος, τὰ δὲ κοιλότερά ἐστι, τὰ δ’ ἐν ὑπτίῳ πλάτει βέβηκεν, εἰκὸς καὶ διὰ τοῦτο ἀλλοιοῦσθαι τὰς φαντασίας, τασίας, καὶ μήτε ἴσα τοῖς μεγέθεσι μήτε ὅμοια ταῖς μορφαῖς
ὁρᾶν τὰ αὐτὰ κύνας ἰχθύας λέοντας ἀνθρώπους ἀλλ’ οἵαν ἑκάστου ποιεῖ τύπωσιν ἡ δεχομένη τὸ φαινόμενον ὄψις.
ἠκανθωμένα καὶ τὰ ἐπτερωμένα ἢ λελεπιδωμένα; πῶς δὲ ὁμοίως ἀντιλαμβάνεσθαι κατὰ τὴν ἀκοὴν τά τε στενώτατον ἔχοντα τὸν πόρον τὸν ἀκουστικὸν καὶ τὰ εὐρυτάτῳ τούτῳ κεχρημένα, ἢ τὰ τετριχωμένα τὰ ὦτα καὶ 6 τὰ ψιλὰ ταῦτα ἔχοντα; ὅπου γε καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα κατὰ τὴν ἀκοὴν παραβύσαντες τὰ ὧτα, ἄλλως
δὲ ἢν ἀπλῶς αὐτοῖς χρώμεθα.
τοῖς ἄλλοις δοκοῦντα εἶναι καὶ ὥσπερ πλήττεσθαι ὑπ’ αὐτῶν νομίζοντες, ἐπεὶ καὶ τῶν ζῴων τὰ μὲν πλαδαρά τέ ἐστι φύσει καὶ φλεγματώδη, τὰ δὲ πολύαιμα σφόδρα, τὰ δ’ ἐπικρατοῦσαν καὶ πλεονάζουσαν ἔχοντα τὴν ξανθὴν χολὴν ἢ τὴν μέλαιναν, εὔλογον καὶ διὰ τοῦτο διάφορα ἑκάστοις
αὐτῶν φαίνεσθαι τὰ ὀσφρητά.
τὴν διάφορον ἐπικράτειαν τῶν ἐν ἡμῖν χυμῶν εἶναι λεγομέων· μένων· ἐπεὶ οὖν καὶ τὰ ζῷα διάφορον τὸ γευστικὸν αἰσθητήριον ἔχει καὶ διαφόροις χυμοῖς πλεονάζον, διαφόρους ἂν
καὶ κατὰ τὴν γεῦσιν φαντασίας τῶν ὑποκειμένων λαμβάνοι.
αὐτὴν μερῶν διάφορον ἐπιδεικνυμένη δύναμιν, καὶ ὥσπερ τὸ ὕδωρ ‘ὲν καὶ μονοειδὲς ἀναδιδόμενον εἰς τὰ δένδρα ὅπου μὲν γίνεται φλοιὸς ὅπου δὲ κλάδος ὅπου δὲ καρπὸς καὶ ἤδη σῦκον καὶ ῥοιὰ καὶ τῶν ἄλλων ἕκαστον,
αὐλῷ ὅπου μὲν γίνεται ὀξὺ ὅπου δὲ βαρύ, καὶ ἡ αὐτὴ ἐπέρεισις τῆς χειρὸς ἐπὶ τῆς λύρας ὅπου μὲν βαρὺν φθόγγον ποιεῖ ὅπουδὲὀξύν,οὕτωςεἰκὸςκαὶ τὰ ἐκτὸς ὑποκείμενα 7 14 φόρα θεωρεῖσθαι παρὰ τὴν διάφορον κατασκευὴν τῶν
τὰς φαντασίας ὑπομενόντων ζῴων.
καταρραινόμενον· καὶ τὸ θαλάττιον ὕδωρ ἀνθρώποις μὲν ἀηδές ἐστι πινόμενον καὶ φαρμακῶδες, ἰχθύσι δὲ ἥδιστον καὶ πότιμον.
σπερμοφάγα τὰ δὲ σαρκοφάγα τὰ γαλακτοφάγα, καὶ τὰ μὲν σεσηπυίᾳ χαίρει τροφῇ τὰ δὲ νεαρᾷ, καὶ τὰ μὲν ὠμῇ τὰ δὲ μαγειρικῶς ἐσκευασμένῃ. καὶ κοινῶς τὰ ἄλλοις ἡδέα ἄλλοις ἐστὶν ἀηδῆ καὶ φευκτά καὶ θανάσιμα.
δὴ χαίρουσι καὶ σαλαμάνδρας ἐσθίουσαι, ὡσπεροῦν ἔλαφοι τὰ ἰοβόλα ζῷα καὶ αἱ χελιδόνες κανθαρίδας. οἴ τε μύρμηκες καὶ οἱ σκνῖπες ἀνθρώποις μὲν ἀηδίας καὶ στρόφους ἐμποιοῦσι καταπινόμενοι· ἡ δὲ ἄρκτος ἢν ἀρρωστίᾳ τινὶ περιπέσῃ, τούτους καταλιχμωμένη ῥώννυται.
θιγόντος αὐτῆς μόνον φηγοῦ κλάδου καροῦται, καὶ νυκτερὶς πλατάνου φύλλου. φεύγει δὲ κριὸν μὲν ἐλέφας, λέων δὲ ἀλεκτρυόνα, καὶ θραγμὸν κυάμων ἐρεικομένων τὰ θαλάττια κήτη, καὶ τίγρις ψόφον τυμπάνου. καὶ ἄλλα δὲ
πλείω τούτων ἔνεστι λέγειν· ἀλλ’ ἴνα μὴ μᾶλλον τοῦ δέοντος ἐνδιατρίβειν δοκῶμεν, εἰ τὰ αὐτὰ τοῖς μέν ἐστιν ἀηδῆ τοῖς δὲ ἡδέα, τὸ δὲ ἡδὺ καὶ ἀηδὲς ἐν φαντασίᾳ κεῖται, διάφοροι γίνονται τοῖς ζῴοις ἀπὸ τῶν ὑποκειμένων φαντασίαι.
τὴν τῶν ζῴων ἐξαλλαγήν, ὁποῖον μὲν ἡμῖν θεωρεῖται τὸ ὑποκείμενον ἕξομεν λέγειν, ὁποῖον δὲ ἔστι πρὸς τὴν 8 σιν ἐφέξομεν. οὐδὲ γὰρ ἐπικρίνειν αὐτοὶ δυνησόμεθα τὰς φαντασίας τάς τε ἡμετέρας καὶ τἀς τῶν ἄλλων ζῴων, μέρος ρος καὶ αὐτοὶ τῆς διαφωνίας ὄντες καὶ διὰ τοῦτο τοῦ ἐπικρινοῦντος κρινοῦντος δεησόμενοι μᾶλλον ἢ αὐτοὶ κρίνειν δυνάμενοι.
φαινομένη, οὐδὲ μετὰ πεποιθήσεως αὐτὴν προοισόμεθα· εἰ δὲ φαινομένη ἡμῖν, ἐπειδὴ περὶ τῶν φαινομένων τοῖς ζώοις ζητεῖται καὶ ἡ ἀπόδειξις ἡμῖν φαίνεται ζῴοις οὖσι, καὶ αὐτὴ ζητηθήσεται εἰ ἔστιν ἀληθὴς καθό ἐστι φαινομένη.
ἐπιχειρεῖν, ἐπεὶ ἔσται τὸ αὐτὸ πιστὸν καὶ ἄπιστον, ὅπερ ἀμήχανον, πιστὸν μὲν ἡ βούλεται ἀποδεικνύειν, ἄπιστον δὲ ᾗ ἀποδείκνυται. οὐχ ἕξομεν ἄρα ἀπόδειξιν δι’ ἧς προκρινοῦμεν τὰς ἑαυτῶν φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις καλουμένοις ζῴοις γινομένων. εἰ οὖν διάφοροι γίνονται αἱ
φαντασίαι παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ἃς ἐπικρῖναι ἀμήχανόν ἐστιν, ἐπέχειν ἀνάγκη περὶ τῶν ἐκτὸς ὑποκειμένων.
ζῷα τοῖς ἀνθρώποις κατὰ φαντασίαν· καὶ γὰρ καταπαίζειν τῶν δογματικῶν τετυφωμένων καὶ περιαυτολογούντων οὐκ ἀποδοκιμάζομεν μετὰ τοὺς πρακτικοὺς τῶν λόγων. οἱ μὲν οὖν ἡμέτεροι τὸ πλῆθος τῶν ἀλόγων ζῴων ἀπλῶς εἰώθασι
συγκρίνειν τῷ ἀνθρώπῳ·
θηρία διὰ ταύτης ἀνιχνεύων καὶ τοῖς ὀφθαλμοῖς θᾶττον ἡμῶν ταῦτα ὁρῶν καὶ τῇ ἀκοῇ αἰσθανόμενος ὀξέως.
νῦν δογματικούς, τοὺς ἀπὸ τῆς Στοᾶς, ἐν 10 τούτοις ἔοικε σαλεύειν, τῇ αἱρέσει τῶν οἰκείων καὶ φυγῇ τῶν ἀλλοτρίων, τῇ γνώσει τῶν εἰς τοῦτο συντεινουσῶν τεχνῶν, τῇ ἀντιλήψει τῶν κατὰ τὴν οἰκείαν φύσιν ἀρετῶν <καὶ> τῶν περὶ τὰ πάθη.
ἕ αἴρεσιν ποιεῖται ποιεῖται τῶν οἰκείων καὶ φυγὴν τῶν βλαβερῶν, τὰ μὲν τρόφιμα διώκων, μάστιγος δὲ ἀναταθείσης ὑποχωρῶν. ἀλλὰ καὶ τέχνην ἔχει ποριστικὴν τῶν οἰκείων, τὴν θηρευτικήν.
μὲν οἰκείους γε καὶ εὖ ποιοῦντας σαίνων καὶ φρουρῶν τούς δὲ ἀνοικείους καὶ ἀδικοῦντας ἀμυνόμενος οὐκ ἔξω ἂν εἴη τῆς δικαιοσύνης.
τοὺς πολλούς ἀνθρώπους οἱ σοφοί. καὶ ἄλειμον δὲ ὄντα ὁρῶμεν ἐν ταῖς ἀμύναις καὶ συνετόν, ὧς λαὶ Ὅμηρος ἐμαρτύρησεν, ποιήσας τὸν Ὀδυσσέα πᾶσι μὲν τοῖς οἰκείοις
ἀνθρώποις ἀγνῶτα ὄντα ὑπὸ μόνου δὲ τοῦ Ἀργοῦ σθέντα, μήτε ὑπὸ τῆς ἀλλοιώσεως τῆς κατὰ τὸ σῶμα τἀνδρὸς ἀπατηθέντος τοῦ κυνός, μήτε ἐκστάντος τῆς καταληπτικῆς φαντασίας, ἣν μᾶλλον τῶν ἀνθρώπων ἔχων ἐφάνη.
πέμπτῳ διὰ πλειόνων ἀναποδείκτῳ, ὅταν ἐπὶ τρίοδον ἐλθὼν καὶ τἀς δύο ὁδούς ἰχνεύσας δι’ ὧν οὐ διῆλθε τὸ θηρίον, τὴν τρίτην μηδ’ ἰχνεύσας εὐθέως ὁρμήσῃ δι’ αὐτῆς. δυνάμει γὰρ τοῦτο αὐτὸν λογίζεσθαί φησιν ὁ ἀρχαῖος ‘τῇδε ἢ τῇδε ἢ τῇδε διῆλθε
τὸ θηρίον· οὔτε δὲ τῇδε οὔτε τῇδε·
τὰ δὲ καθαρὰ ῥᾳδίως θεραπεύεται, πρᾴως ἀποψᾷ τὸν γινόμενον ἰχῶρα.
βλύζων τὸ ἀνοίκειον ὑγιάζεται.
τελειότης τοῦ ἐνδιαθέτου λόγου, τέλειος ἂν εἴη κατὰ τοῦτο ὁ κύων· ὅθεν μοι δοκοῦσί τινες τῶν κατὰ φιλοσοφίαν ἑαυτοὺς σεμνῦναι τῇ τοῦ ζῴου τούτου προσηγορίᾳ.
τοῦτον γὰρ καὶ τῶν δογματικῶν ἔνιοι παρῃτήσαντο ὧς ἀντιπράττοντα τῇ τῆς ἀρετῆς ἀναλήψει, διὸ καὶ παρὰ τὸν τῆς μαθήσεως χρόνον ἤσκησαν σιωπήν· καὶ ἄλλως, εἰ καθ’ ὑπόθεσιν εἴη ἄνθρωπος ἐνεός, οὐδεὶς φήσει αὐτὸν εἶναι ἄλο-
γον. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, μάλιστα μὲν ὁρῶμεν 15 18 τὰ ζῷα, περὶ ὧν ὁ λόγος, καὶ ἀνθρωπίνας προφερόμενα φωνάς, ὧς κίττας καὶ ἄλλα τινά.
ζῴων, ὅλως οὐκ ἔστιν ἀπεικὸς διαλέγεσθαι μὲν ταῦτα, ἡμᾶς δὲ μὴ συνιέναι· καὶ γὰρ τῆς τῶν βαρβάρων φωνῆς ἀκούοντες οὐ συνίεμεν ἀλλὰ μονοειδῆ ταύτην εἶναι δοκοῦμεν.
ὠρύωνται, καὶ ἄλλην ὅταν τύπτωνται, καὶ διάφορον ἐπὰν σαίνωσιν. καὶ ὅλως εἰ τις εἰς τοῦτο ἀτενίσειεν, εὖροι ἂν πολλὴν παραλλαγὴν τῆς φωνῆς παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις ζῴοις ἐν ταῖς διαφόροις περιστάσεσιν, ὥστε διὰ
ταῦτα εἰκότως λέγοιτ’ ἂν καὶ τοῦ προφορικοῦ μετέχειν γου τὰ καλούμενα ἄλογα ζῷα.
λόγον ταῦτα ἀποδεικνύειν δυνατόν ἐστιν. οἶον γοῦν τίς οὐκ ἂν εἴποι τοὺς ὄρνιθας ἀγχινοίᾳ τε διαφέρειν καὶ τῷ προφορικῷ κεχρῆσθαι λόγῳ; οἴ γε οὐ μόνον τὰ παρόντα ἀλλὰ καὶ τὰ ἐσόμενα ἐπίστανται καὶ ταῦτα τοῖς συνιέναι δυναμένοις προδηλοῦσιν, ἄλλως τε σημαίνοντες καὶ τῇ
φωνῇ προαγορεύοντες.
τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων. ἀλλ’ εἰ μή ἐστιν ἀπιστότερα τά ἄλογα ζῷα ἡμῶν πρὸς τὴν κρίσιν τῶν φαντασιῶν, καὶ διάφοροι γίνονται φαντασίαι παρὰ τὴν τῶν ζῴων παραλλαγήν, ὁποῖον μὲν ἕκαστον τῶν
ὑποκειμένων ἐμοὶ φαίνεται δυνήσομαι λέγειν, ὁποῖον δὲ ἔστι τῇ φύσει διὰ τὰ προειρημένα ἐπέχειν ἀναγκασθήσομαι.
Σκύθου Ἰνδοῦ σώματος, τὴν δὲ παραλλαγὴν ποιεῖ, καθάπερ φασίν, ἡ διάφορος τῶν χυμῶν ἐπικράτεια. παρὰ δὲ τὴν διάφορον τῶν χυμῶν ἐπικράτειαν διάφοροι γίνονται καὶ αἱ φαντασίαι, καθάπερ καὶ ἐν τῷ πρώτῳ λόγῳ (ξ 52) παρεστήσαμεν. ταῦτά τοι καὶ ἐν τῇ αἱρέσει καὶ φυγῇ τῶν ἐκτὸς διαφορὰ πολλὴ κατ’ αὐτούς ἐστιν· ἄλλοις γὰρ χαίρουσιν Ἰνδοὶ καὶ ἄλλοις οἱ καθ’ ἡμᾶς, τὸ δὲ διαφόροις χαίρειν τοῦ παρηλλαγμένας ἀπὸ τῶν ὑποκειμένων φαντασίας, λαμβάνειν ἐστὶ μηνυτικόν.
ὑπὸ Λεσβίου οἰναρίου εἰς χολέραν περιτρέπεσθαι. ἦν δέ, φασίν, γραῦς Ἀττικὴ τριάκοντα ὁλκὰς κωνείου ἀκινδύνως προσφερομένη, Λῦσις δὲ καὶ μηκωνείου τέσσαρας ὁλκὰς ἀλύπως ἐλάμβανεν.
σκιᾷ δὲ ἐθάλπετο, Ἀθηναγόρας δὲ ὁ Ἀργεῖος ὑπό σκορπίων καὶ φαλαγγίων ἀλύπως ἐπλήσσετο, οἱ δὲ καλούμενοι Ψθλλαεῖς οὐδ’ ὑπὸ ὄφεων ἤ ἀσπίδων δακνόμενοι βλάπτονται,
17 18 20 ἄνω κάτω] τῶν κροκοδείλων. ἀλλά καὶ Αἰθιόπων οἱ ἀντι- πέραν τῆς Μερόης παρὰ τὸν ’Αστάπουν ποταμὸν οἰκοῦντες σκορπίους καὶ ὄφεις καὶ τὰ παραπλήσια ἀκινδύνως ἐσθίουσιν.
καὶ Ῥουφῖνος δὲ ὁ ἐν Χαλκίδι πίνων ἑλλέβορον οὔτε ἤμει οὔτε ὅλως ἐκαθαίρετο, ἀλλ’ ὥς τι τῶν συνήθων προσεφέρετο καὶ ἔπεσσεν.
Ἄνδρων δὲ ὁ Ἀργεῖος οὕτως ἄδιψος ἦν ὡς καὶ διὰ τῆς ἀνύδρου Λιβύης ὁδεύειν αὐτὸν μὴ ἐπιζητοῦντα ποτόν. Τιβέριος δὲ ὁ Καῖσαρ ἐν σκότῳ ἑώρα. Ἀριστοτέλης δὲ ἱστορεῖ (Meteor. p.373b4) Θάσιόν τινα ᾧ ἐδόκει ἀνθρώπου εἴδωλον προηγεῖσθαι αὐτοῦ διὰ παντός.
ἀλλαγῆς οὔσης ἐν τοῖς ἀνθρώποις κατὰ τὰ σώματα, ἵνα ὀλίγα ἀπὸ πολλῶν τῶν παρὰ τοῖς δογματικοῖς κειμένων ἀρκεσθῶμεν εἰπόντες, εἰκός ἐστι καὶ κατ’ αὐτὴν τὴν ψυχὴν διαφέρειν ἀλλήλων τοὺς ἀνθρώπους· τύπος γάρ τίς ἐστι τὸ σῶμα τῆς ψυχῆς, ὧς καὶ ἡ φυσιογνωμονικὴ σοφία δείκνυσιν. τὸ
δὲ μέγιστον δεῖγμα τῆς κατὰ τὴν διάνοιαν τῶν ἀνθρώπων πολλῆς καὶ ἀπείρου διαφορᾶς ἡ διαφωνία τῶν παρὰ τοῖς δογματικοῖς λεγομένων περί τε τῶν ἄλλων καὶ περὶ τοῦ τίνα μὲν αἱρεῖσθαι προσήκει τίνα δὲ ἐκκλίνειν.
Πίνδαρός φησιν (fr. 242 Boeckh, 221 Schroed.)
ἀλλὰ καὶ ἡ τραγῳδία μεστὴ τῶν τοιούτων ἐστί· λέγει γοῦν (Eurip. Phoen. 499)
ἐπεὶ οὖν ἡ αἵρεσις καὶ ἡ φυγὴ ἐν ἡδονῇ
εἰ δὲ τὰ <αὐτὰ> διαφόρως κινεῖ παρὰ τὴν διαφορὰν τῶν ἀνθρώπων, θρώπων, εἰσάγοιτ’ ἂν εἰκότως καὶ κατὰ τοῦτο ἡ ἐποχή, ὅ τι μὲν ἕκαστον φαίνεται τῶν ὑποκειμένων ὧς πρὸς ἑκάστην διαφορὰν ’ίσως λέγειν ἡμῶν δυναμένων, τί δὲ ἔστι κατὰ δύναμιν] ὡς πρὸς τὴν φύσιν οὐχ οἰῶν τε ὄντων ἀπο-
φήνασθαι.
ἀναλόγως, καὶ οὕτως ἀνεπικρίτως στασιάζοντες αὖθις ἡμᾶς εἰς τὴν ἐποχὴν περιστήσουσιν.
ἔθνεσιν, ἃ ἡμεῖς οὐκ ἴσμεν, τὰ μὲν παρ’ ἡμῖν σπάνια 22 21 τοῖς πλείοσι προσεῖναι τὰ δὲ ἡμῶν τοῖς πολλοῖς συμβαί- νοντα σπάνια ὑπάρχειν, ὧς τοὺς πολλούς μὲν ὑπὸ φαλαγ- γίων δακνομένους μὴ ἀλγεῖν, τινὰς δὲ σπανίως ἀλγεῖν, καὶ
ἐπὶ τῶν ἄλλων τῶν ἔμπροσθεν (ξ 81 sqq.) εἰρημένων ἰδιοσυγκρισιῶν τὸ ἀνάλογον. ἀναγκαῖον οὖν καὶ διὰ τὴν τῶν ἀνθρώπων διαφορὰν εἰσάγεσθαι τὴν ἐποχήν.
αὐτοὺς προκρίνοντες οὕτω κρίνωσι τὰ φαινόμενα, πρὶν ἄρξασθαι τῆς κρίσεως τὸ ζητούμενον συναρπάζουσιν, ἑαυτοῖς τὴν κρίσιν ἐπιτρέποντες),
τρίτον τῇ τάξει τρόπον προχειριζόμεθα. τοῦτονδ᾿ ἐλέγομεν τὸν ἀπὸ τῆς διαφορᾶς τῶν αἰσθήσεων. ὅτι δὲ διαφέρονται αἱ αἰσθήσεις πρὸς ἀλλήλας, πρόδηλον.
τινων, τοῖς δ’ ὀφθαλμοῖς ἀηδές· ἀδύνατον οὖν ἐστιν εἰπεῖν πότερον ἡδύ ἐστιν εἰλικρινῶς ἢ ἀηδές. καὶ ἐπὶ τοῦ μύρου ὁμοίως· τὴν μὲν γὰρ ὄσφρησιν εὐφραίνει, τὴν δὲ γεῦσιν ἀηδίζει.
εἰπεῖν, πότερον ἄλυπόν ἐστιν εἰλικρινῶς τοῖς σώμασιν ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἢ λυπηρόν. τό τε ὄμβριον ὕδωρ ὀφθαλμοῖς μέν ἐστιν ὠφέλιμον, ἀρτηρίαν δὲ καὶ πνεύμονα τραχύνει, καθάπερ καὶ τὸ ἔλαιον, καίτοι τὴν ἐπιφάνειαν παρηγοροῦν. καὶ ἡ θαλαττία νάρκη τοῖς μὲν ἄκροις
τεθεῖσα ναρκᾶν ποιεῖ, τῷ δ’ ἄλλῳ σώματι ἀλύπως παραξξ 23 24 22 τίθεται. διόπερ ὁποῖον μὲν ἔστι πρὸς τὴν φύσιν ἕκαστον τούτων οὐχ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται ἑκάστοτε δυνατὸν εἰπεῖν.
ἡμῖν αἰσθητῶν ποικίλον ὑποπίπτειν δοκεῖ, οἷον τὸ μῆλον λεῖον εὐῶδες γλυκὺ ξανθόν. ἄδηλον οὖν πότερόν ποτε ταύτας μόνας ὄντως ἔχει τἀς ποιότητας, ἢ μονόποιον μέν ἐστιν, παρὰ δὲ τὴν διάφορον κατασκευὴν τῶν αἰσθητηρίων
διάφορον φαίνεται, ἢ καὶ πλείονας μὲν τῶν φαινομένων ἔχει ποιότητας, ἡμῖν δ’ οὐχ ὑποπίπτουσί τινες αὐτῶν.
μάτα ἀναδιδομένης τροφῆς καὶ τοῦ ὕδατος τοῦ εἰς τὰ δένδρα ἀναδιδομένου καὶ τοῦ πνεύματος τοῦ ἐν] αὐλοῖς καὶ σύριγξι καὶ τοῖς παραπλησίοις ὀργάνοις <ἐμπνεομένον>· δύναται γὰρ καὶ τὸ μῆλον μονοειδὲς μὲν εἶναι, διάφορον δὲ θεωρεῖσθαι παρὰ τὴν διαφορὰν τῶν αἰσθητηρίων περὶ ἃ γίνεται
αὐτοῦ ἡ ἀντίληψις.
μήτε ἀκουστόν, ἀλλὰ μόνα ἐκείνα τὰ τρία γένη τῶν ποιοτήτων ὑπάρχειν ὧν ἀντιλαμβάνεσθαι δύναται.
ὑποπιπτούσας ἑτέροις αἰσθητηρίοις, ὧν ἡμεῖς οὐ μετεσχήκαμεν, διὸ οὐδὲ ἀντιλαμβανόμεθα τῶν κατ’ αὐτὰς αἰσθητῶν.
25 23
επικρίτου παρὰ τοῖς δογματικοῖς οὔσης περὶ τῆς ὑπάρξεως τῆς κατ’ αὐτήν; ὁ γὰρ ἐπικρίνων αὐτὸ τοῦτο εἰ ἔστι φύσις, εἰ μὲν ἰδιώτης εἴη, ἄπιστος ἔσται κατ’ αὐτούς, φιλόσοφος δὲ ὢν μέρος ἔσται τῆς διαφωνίας καὶ κρινόμενος αὐτὸς ἀλλ’ οὐ κριτής.
μόνας ὑποκεῖσθαι παρὰ τῷ μήλῳ τὰς ποιότητας ὣν ἀντιλαμβάνεσθαι δοκοῦμεν, καὶ πλείους τούτων, ἢ πάλιν μηδὲ τἀς ἡμῖν ὑποπιπτούσας, ἄδηλον ἡμῖν ἔσται ὁποῖόν ἐστι τὸ μῆλον. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν
λόγος. τῶν τῶν αἰσθήσεων μέντοι μὴ καταλαμβανουσῶν τὰ ἐκτός, οὐδὲ ἡ διάνοια ταῦτα δύναται κατ’ καταλαμβάνειν, <σφαλλουσῶν αὐτὴν τῶν ὁδηγῶν> ὥστε καὶ διὰ τοῦτον τὸν λόγον ἡ περὶ τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ συνάγεσθαι δόξει.
θεωρεῖσθαι δ’ αὐτόν φαμεν ἐν τῷ κατὰ φύσιν ἢ παρὰ φύσιν <ἔχειν> ἐν τῷ ἐγρηγορέναι ἢ καθεύδειν, παρὰ τὰς ἡλικίας, παρὰ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν, παρὰ τὸ μισεῖν ἤ φιλεῖν, παρὰ τὸ ἐνδεεῖς εἶναι ἢ κεκορεσμένους, παρὰ τὸ μεθύειν ἢ νήφειν, παρὰ τἀς προδιαθέσεις, παρὰ τὸ θαρρεῖν ἢ δεδιέναι, ἢ]
παρὰ τὸ λυπεῖσθαι ἢ χαίρειν.
καὶ τὸ αὐτὸ ὕδωρ φλεγμαίνουσι μὲν τόποις ἐπιχυθὲν ζεστὸν εἶναι δοκεῖ, ἡμῖν δὲ χλιαρόν. καὶ τὸ αὐτὸ ἱμάτιον τοῖς μὲν ὑπόσφαγμα ἔχουσι φαίνεται κιρρόν, ἐμοὶ δὲ οὔ. καὶ τὸ αὐτὸ μέλι ἐμοὶ μὲν φαίνεται γλυκύ, τοῖς δὲ ἰκτερικοῖς πικρόν.
ἀνοικείους φαντασίας ἐκ τῶν ὑποκειμένων ποιεῖ τοῖς παρὰ φύσιν ἔχουσιν, λεκτέον ὅτι ἐπεὶ καὶ οἱ ὑγιαίνοντες χυμοὺς ἔχουσιν ἀνακεκραμένους, δύνανται οὗτοι τὰ ἐκτὸς ὑποκείμενα, τοιαῦτα ὄντα τῇ φύσει ὁποῖα φαίνεται τοῖς παρὰ φύσιν ἔχειν λεγομένοις, ἑτεροῖα φαίνεσθαι ποιεῖν τοῖς
ὑγιαίνουσιν.
φύσιν μὲν τὴν τῶν ὑγιαινόντων ἔχουσι, παρὰ φύσιν δὲ τὴν τῶν νοσούντων, οὕτω καὶ οἱ νοσοῦντες παρὰ φύσιν μὲν ἔχουσι τὴν τῶν ὑγιαινόντων, κατὰ φύσιν δὲ τὴν τῶν νοσούντων, ὥστε κἀκείνοις πρός τι κατὰ φύσιν ἔχουσι πιστευτέον.
πρὸς γὰρ τὸ καθ’ ὕπνους ἢ πρὸς ἐγρήγορσιν. εἰκότως οὖν καθ’ ὕπνους ὁρῶμεν ταῦτα ἅ ἐστιν ἀνύπαρκτα ἐν τῷ ἐγρη- γορέναι, οὐ[κ ἐν τῷ] καθάπαξ ἀνύπαρκτα ὄντα· ἔστι γὰρ καθ’ ὕπνους, ὥσπερ τὰ ὕπαρ ἔστιν κἂν μὴ ᾖ καθ’ ὕπνους.
γέρουσι ψυχρὸς εἶναι δοκεῖ τοῖς δὲ ἀκμάζουσιν εὔκρατος, 28 καὶ τὸ αὐτὸ χρῶμα τοῖς μὲν πρεσβυτέροις ἀμαυρὸν φαί- νεται τοῖς δὲ ἀκμάζουσι κατακορές, καὶ φωνὴ ὁμοίως ἡ αὐτὴ τοῖς μὲν ἀμαυρὰ δοκεῖ τυγχάνειν τοῖς δ’ ἐξάκουστος.
καὶ παρὰ τἀς αἱρέσεις δὲ καὶ φυγὰς ἀνομοίως κινοῦνται οἱ ταῖς ἡλικίαις διαφέροντες· παισὶ μὲν γάρ, εἰ τύχοι, σφαῖραι καὶ τροχοὶ διὰ σπουδῆς εἰσιν, οἱ ἀκμάζοντες δὲ ἄλλα αἱροῦνται, καὶ ἄλλα οἱ γέροντες. ἐξ ὧν συνάγεται ὅτι διάφοροι γίνονται φαντασίαι ὑπὸ τῶν αὐτῶν ὑποκειμένων
καὶ παρὰ τὰς διαφόρους ἡλικίας.
ἥδιστα προσφέρονται. ὅθεν καὶ ὁ Μένανδρος (fr. 518 Kock cf. Nauck Mel. gr. VI 120 Cobet N. L. p. 85.) ἔφη
πολλοὶ <δὲ> καὶ ἐρωμένας αἰσχρὰς ἔχοντες ὡραιοτάτας αὐτὰς εἷναι δοκοῦσιν.
ὅτι ἅπερ νήφοντες αἰσχρὰ εἶναι δοκοῦμεν, ταῦτα ἡμῖν μεθύουσιν οὐκ αἰσχρὰ φαίνεται.
παραστὰς τοὺς μὲν ἔξωθεν εἰσιόντας θερμαίνει, ψύχει δὲ τοὺς ἐξιόντας, εἰ ἐν αὐτῇ διατρίβοιεν.
ἡδέα.
δὲ ἔστιν οὐκέτι, ἐπεὶ καὶ ἀνεπίκριτός ἐστιν ἡ ἄνωμαλία. ὁ γὰρ ἐπικρίνων ταύτην ἤτοι ἔν τισι τῶν προειρημένων διαθέσεων ἐστιν ἢ ἐν οὐδεμιᾷ τὸ παράπαν ἐστὶ διαθέσει. τὸ μὲν οὖν λέγειν ὅτι ἐν οὐδεμιᾷ διαθέσει τὸ σύνολόν ἐστιν, οἷον οὔτε ὑγιαίνει οὔτε νοσεῖ, οὔτε κινεῖται οὔτε
ἠρεμεῖ, οὔτε ἔν τινι ἡλικίᾳ ἐστίν, ἀπήλλακται δὲ καὶ τῶν ἄλλων διαθέσεων, τελέως ἀπεμφαίνει. εἰ δὲ ἔν τινι διαθέσει ὢν κρινεῖ τὰς φαντασίας, μέρος ἔσται τῆς διαφωνίας,
ἐγρηγορὼς δύναται συγκρίνειν τἀς τῶν καθευδόντων φαντασιάς ταῖς τῶν ἐγρηγορότων, οὔτε ὁ ὑγιαίνων τὰς τῶν ωοσούντων ταῖς τῶν ὑγιαινόντων· τοῖς γὰρ παροῦσι καὶ κινοῦσιν ἡμᾶς κατὰ τὸ παρὸν συγκατατιθέμεθα μᾶλλον ἢ τοῖς μὴ
παροῦσιν.
ἄνευ τούτων (ἄπιστος γὰρ ἔσται), οὔτε σύν τούτοις. εἰ γὰρ κρινεῖ τὰς φαντασίας, πάντως κριτηρίῳ κρινεῖ.
ἢ μετὰ ἀποδείξεως. καὶ εἰ μὲν ἄνευ ἀποδείξεως, ἄπιστος ἔσται· εἰ δὲ μετὰ ἀποδείξεως, πάντως δεήσει καὶ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι, ἐπεὶ ἄπιστος ἔσται. ἀληθῆ 31 27 οὖν λέξει τὴν ἀπόδειξιν τὴν εἰς πίστωσιν τοῦ κριτηρίου
λαμβανομένην πότερον κεκρικὼς αὐτὴν ἢ μὴ κεκρικώς;
ἵν́α ἀληθὲς εἶναι δειχθῇ· καὶ οὔτε ἀπόδειξις ὑγιὴς εἶναι δύναται μὴ προϋπάρχοντος κριτηρίου ἀληθοῦς, οὔτε κριτήριον ἀληθὲς μὴ προπεπιστωμένης τῆς ἀποδείξεως.
ἑκάτερον γὰρ τὴν θατέρου πίστιν περιμένον ὁμοίως τῷ λοιπῷ ἐστιν ἄπιστον. εἰ οὖν μήτε ἄνευ ἀποδείξεως <καὶ< κριτηρίου μήτε σὺν τούτοις δύναταί τις προκρῖναι φαντασίαν φαντασίας, ἀνεπίκριτοι ἔσονται αἱ παρὰ τὰς διαφόρους διαθέσεις διάφοροι γινόμεναι φαντασίαι, ὥστε εἰσάγεται
ἡ περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ καὶ ὅσον ἐπὶ τούτῳ τῷ τρόπῳ.
Πέμπτος ἐστὶ λόγος ὁ παρά τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τούς τόπους· καὶ γὰρ παρὰ τούτων ἕκαστον τὰ αὐτὰ πράγματα διάφορα φαίνεται, οἷον ἡ αὐτὴ στοὰ ἀπὸ μὲν τῆς ἑτέρας ἀρχῆς ὁρωμένη μείουρος φαίνεται, ἀπὸ δὲ
τοῦ μέσου σύμμετρος πάντοθεν, καὶ τὸ αὐτὸ πλοῖον πόρρωθεν μὲν μικρὸν φαίνεται καὶ ἑστὼς, ἐγγύθεν δὲ μέγα καὶ κινούμενον, καὶ ὁ αὐτὸς πόργος πόρρωθεν μὲν φαίνεται στρογγύλος ἐγγύθεν δὲ τετράγωνος.
ἡλίῳ μὲν ἀμαυρὸν φαίνεται ἐν σκότῳ δὲ λαμπρόν, καὶ ἡ αὐτὴ κώπη ἔναλος μὲν κεκλασμένη ἔξαλος δὲ εὐθεῖα, καὶ τὸ ᾠὸν ἐν μὲν τῇ ὄρνιθι ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ λυγγούριον ἐν μὲν λυγγὶ ὑγρὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ 32 33 28 τὸ κοράλον ἐν θαλάττῃ μὲν ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ φωνὴ ἀλλοία μὲν φαίνεται ἐν σύριγγι γινομένη, ἀλλοία
δὲ ἐν αὐλῷ, ἀλλοία δὲ ἐν ἀέρι ἁπλῶς.
ἔν τινι θεωρεῖται καὶ ἀπό τινος διαστήματος καὶ κατά τινα θέσιν, ὧν ἕκαστον πολλὴν ποιεῖ παραλλαγὴν περὶ τἀς φαντασίας, σίας, ὧς ὑπεμνήσαμεν (ξ 118spp.), ἀναγκασθησόμεθα καὶ διὰ τούτου τοῦ τρόπου καταντᾶν εἰς ἐποχήν. καὶ γὰρ ὁ βουλόμενος τούτων τῶν φαντασιῶν προκρίνειν τινὰς ἀδυνάτοις
ἐπιχειρήσει.
ἄλλην, ἐπεὶ καὶ αὐτὴν ἀληθῆ εἶναι δεῖ, καὶ μέχρις ἀπείρου. ἀδύνατον δέ ἐστιν ἀπείρους ἀποδείξεις παραστῆσαι·
φαίνεται ἕκαστον κατὰ τήνδε τὴν θέσιν ἢ κατὰ τόδε τὸ διάστημα ἤ ἐν τῷδε εἰπεῖν ἴσως δυναμένων ἡμῶν, ὁποῖον δέ ἐστιν ὡς πρὸς τὴν φύσιν ἀδυνατούντων ἀποφαίνεσθαι διὰ τὰ προειρημένα.
συνάγομεν ὅτι, ἐπεὶ μηδὲν τῶν ὑποκειμένων καθ’ ἑαυτὸ 34 35 29 ἡμῖν ὑποπίπτει ἀλλὰ σύν τινι, ὁποῖον μέν ἐστι τὸ μῖγμα ἔκ τε τοῦ ἐκτὸς καὶ τοῦ ᾧ συνθεωρεῖται τάχα δυνατὸν εἰπεῖν, ὁποῖον δέ ἐστι τὸ ἐκτὸς ὑποκείμενον εἰλικρινῶς
οὐκ ἂν ἔχοιμεν λέγειν. ὅτι δὲ οὐδὲν τῶν ἐκτὸς καθ’ αὑτὸ ὑποπίπτει ἀλλὰ πάντως σύν τινι, καὶ ὅτι παρὰ τοῦτο ἀλλοῖον θεωρεῖται, πρόδηλον, οἶμαι.
ἔστι τῇ φύσει τὸ χρῶμα ἡμῶν, ἀλλ’ ὁποῖον σὺν ἑκάστῳ τούτων θεωρεῖται. καὶ ἡ αὐτὴ φωνὴ ἀλλοία μὲν φαίνεται σὺν λεπτῷ ἀέρι, ἀλλοία δὲ σὺν παχυμερεῖ, καὶ τὰ ἀρώματα ἐν βαλανείῳ καὶ ἡλίῳ πληκτικώτερα μᾶλλόν ἐστιν ἢ ἐν ἀέρι καταψύχρῳ, καὶ τὸ σῶμα ὑπὸ ὕδατος μὲν περιεχόμενον
κοῦφόν ἐστιν, ὑπὸ δὲ ἀέρος βαρύ.
ἰκτερικοὶ πάντα ὠχρὰ ὁρῶσιν, οἱ δ’ ὑπόσφαγμα ἔχοντες ὕφαιμα. καὶ ἐπεὶ ἡ φωνὴ ἡ αὐτὴ ἀλλοία μὲν φαίνεται ἐν ἀναπεπταμένοις τόποις, ἀλλοία δὲ ἐν στενοῖς καὶ ἑλικοειδέσι,
καὶ ἀλλοία μὲν ἐν καθαρῷ ἀέρι, ἀλλοία δὲ ἐν τεθολωμένῳ, εἰκός ἐστι μὴ ἀντιλαμβάνεσθαι ἡμᾶς εἰλικρινῶς τῆς φωνῆς· τὰ γὰρ ὦτα σκολιόπορά ἐστι καὶ στενόπορα καὶ ἀτμώδεσιν ἀποφορήσεσιν, αἳ δὴ ἀπὸ τῶν περὶ τὴν κεφαλὴν φέρεσεαι
λέγονται τόπων, τεθολωμένα.
ἐκτὸς ὑποκείμενά ἐστιν.
καρδίαν εἴτε περὶ ὁτιδήποτε οὖν μέρος τοῦ ζῴου τοῦτο τίθεσθαι βούλοιτό τις. καὶ κατὰ τοῦτον οὖν τὸν τρόπον ὁρῶμεν, ὅτι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων οὐδὲν εἰπεῖν ἔχοντες ἐπέχειν ἀναγκαζόμεθα.
καὶ σκευασίας τῶν ὑποκειμένων, σκευασίας λέγοντες κοινῶς τἀς συνθέσεις. ὅτι δὲ καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπέχειν ἀναγκαζόμεθα περὶ τῆς φύσεως τῶν πραγμάτῶν, δῆλον. οἷον γοῦν τὰ ξέσματα τοῦ κέρατος τῆς αἰγὸς φαίνεται μὲν λευκὰ ἁπλῶς καὶ ἄνευ συνθέσεως θεωρούμενα,
συντιθέμενα δὲ ἐν τῇ τοῦ κέρατος ὑπάρξει μέλανα θεωρεῖται. καὶ τοῦ ἀργύρου τὰ μέρη] τὰ ῥινήματα κατ’ ἰδίαν μὲν ὄντα μέλανα φαίνεται, σύν δὲ τῷ ὅλῳ ὡς λευκὰ ὑποπίπτει.
καὶ αἱ ἀπ’ ἀλλήλων ἐσκεδασμέναι ψάμμοι τραχεῖαι φαίνονται, ὧς σωρὸς δὲ συντεθεῖσαι ἁπαλῶς κινοῦσι τὴν αἴσθη- σιν. καὶ ὁ ἐλλέβορος λεπτὸς μὲν καὶ χνοώδης προδφερόμενος πνιγμὸν ἐπιφέρει, κριμνώδης δὲ ὢν οὐκέτι.
οἶνος σύμμετρος μὲν πινόμενος ῥώννυσιν ἡμᾶς, πλείων δὲ λαμβανόμενος παραλύει τὸ σῶμα. καὶ ἡ τροφὴ παραπλη- σίως παρὰ τὴν ποσότητα διάφορον ἐπιδείκνυται δύναμιν· πολλάκις γοῦν διὰ τὸ πολλὴ προσενεχθῆναι καθαίρει τὸ
σῶμα διά τε ἀπεψιῶν καὶ χολερικῶν παθῶν.
συγκείμενος, καὶ ὁποία μὲν ἡ ἀκαριαία Ταιμεκρομερῶν ναρεία λίθος ὁποία δὲ ἡ ἐκ πολλῶν μικρῶν συγκειμένη, καὶ ἐπὶ τῶν ψάμμων καὶ τοῦ ἐλλεβόρου καὶ τοῦ οἴνου καὶ τῆς τροφῆς τὸ πρός τι, τὴν μέντοι φύσιν τῶν πραγμάτων καθ’ ἑαυτὴν οὐκέτι διὰ τὴν παρὰ τὰς συνθέσεις τῶν φαντασιῶν
ἀνωμαλίαν.
ἐν αἷς ἡ μὲν πρὸς ἀκρίβειαν μῖξις τῶν ἁπλῶν φαρμάκων ὠφέλιμον ποιεῖ τὸ συντεθέν, ῥοπῆς δὲ βραχυ- τάτης ἐνίοτε παροραθείσης οὐ μόνον οὐκ ὠφέλιμον ἀλλὰ καὶ βλαβερώτατον καὶ δηλητήριον πολλάκις.
ὑποκειμένων ὕπαρξιν. διόπερ εἰκότως ἂν καὶ οὗτος ὁ τρό- πος εἰς ἐποχὴν ἡμᾶς περιάγοι μὴ δυναμένους εἰλικρινῶς ἀποφήνασθαι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων.
ἀπολύτως καὶ ὧς πρὸς τὴν φύσιν ἐφέξομεν. ἐκεῖνο δὲ χρὴ γινώσκειν ὅτι ἐνταῦθα, ὥσπερ καὶ ἐν ἄλλοις, τῷ ‘ἔστι’ καταχρώμεθα
χρώμεθα ἀντὶ τοῦ ‘φαίνεται’, δυνάμει τοῦτο λέγοντες ‘πρός τι πάντα φαίνεται.’ τοῦτο δὲ διχῶς λέγεται, ἅπαξ μὲν ὡς πρὸς τὸ κρῖνον τὸ γὰρ ἐκτὸς ὑποκείμενον καὶ κρινόμενον πρὸς τὸ κρῖνον φαίνεται), καθ’ ἕτερον δὲ τρόπον πρὸς τὰ
συνθεωρούμενα, ὧς τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν.
σύνθεσιν τήνδε καὶ τὴν ποσότητα καὶ τὴν θέσιν ἕκαστον φαίνεται.
τι ἐστίν λέγεται γὰρ πρὸς ἐκεῖνο οὗ διαφέρει), πρός τι ἐστὶ τὰ κατὰ διαφοράν.
ἄδηλα, ὧς αὐτοί φασιν, καὶ σημαίνοντα μὲν τὰ φαινόμενα, σημαινόμενα δὲ ὑπὸ τῶν φαινομένων τὰ ἄδηλα· ὄψις γὰρ κατ᾿ αὐτοὺς (Anaxag. B21 (??) Diels) τῶν ἀδήλων τὰ φαινόμενα. τὸ δὲ σημαῖνον καὶ τὸ σημαινόμενόν ἐστι πρός τι· πρός τι ἄρα ἐστὶ πάντα.
τὰ δὲ ἀνόμοια καὶ τὰ μὲν ἴσα τὰ δὲ ἄνισα· ταῦτα δέ ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. καὶ ὁ λέγων δὲ μὴ πάντα εἶναι πρός τι βεβαιοῖ τὸ πάντα εἶναι πρός τι· καὶ αὐτὸ γὰρ τὸ πάντα εἶναι πρός τι πρὸς ἡμᾶς εἶναι δείκνυσι, καὶ οὐ καθόλου, δι’ ὧν ἡμῖν ἐναντιοῦται.
παριστάντων ἡμῶν ὅτι πάντα ἐστὶ πρός τι, δῆλόν ἐστι λοίπόν, ὅτι ὁποῖον ἔστιν ἕκαστον τῶν ὑποκειμένων κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ εἰλικρινῶς λέγειν οὐ δυνησόμεθα, ἀλλ’
ὁποῖον φαίνεται ἐν τῷ πρός τι. <ᾡ> ἀκολουθεῖ τὸ περὶ τῆς φύσεως τῶν πραγμάτων δεῖν ἡμᾶς ἐπέχειν.
τρόπου, ὃν ἔννατον ἐλέγομεν εἶναι τῇ τάξει, τοιαῦτά τινα διέξιμεν. ὁ ἥλιος πολλῷ δήπου ἐκπληκτικώτερός ἐστιν ἀστέρος κομήτου· ἀλλ’ ἐπεὶ τὸν μὲν ἥλιον συνεχῶς ὁρῶμεν, τὸν δὲ κομήτην ἀστέρα σπανίως, ἐπὶ μὲν τῷ ἀστέρι ἐκπλησσόμεθα ὥστε καὶ διοσημείαν αὐτὸν εἶναι δοκεῖν,
ἐπὶ δὲ τῷ ἡλίῳ οὐδαμῶς. ἐὰν μέντοι γε ἐννοήσωμεν τὸν ἥλιον σπανίως μὲν φαινόμενον, σπανίως δὲ δυόμενον, καὶ πάντα μὲν ἀθρόως φωτίζοντα, πάντα δὲ ἐξαίφνης ἐπισκιά- ζεσθαι ποιοῦντα, πολλὴν ἔκπληξιν ἐν τῷ πράγματι θεωρήσομεν.
πρῶτον αὐτοῦ πειρωμένους καὶ τοὺς ἐν ἔθει τούτου γεγενημένους. πόσην δὲ ἔκπληξιν ἀνθρώπῳ φέρει θάλασσα πρῶτον ὀφθεῖσα. ἀλλὰ καὶ κάλλος σώματος ἀνθρωπίνου πρῶτον καὶ ἐξαίφνης θεωρούμενον συγκινεῖ μᾶλλον ἡμᾶς ἢ εἰ ἐν ἔθει τοῦ ὁρᾶσθαι γένοιτο. καὶ τὰ μὲν σπάνια
τίμια εἶναι δοκεῖ, τὰ δὲ σύντροφα ἡμῖν καὶ εὔπορα οὐσαμῶς.
ἔσεσθαι τοῦτον τίμιον ἢ κατάκλειστον οὕτως;
λέγειν, ψιλῶς δὲ ὁποῖον ἔστιν ἕκαστον τῶν ἐκτὸς ὑποκειμένων οὐκ ἐσμὲν δυνατοὶ φάσκειν. καὶ διὰ τοῦτον οὖν τὸν τρόπον περὶ αὐτῶν ἐπέχομεν.
μοιχεύειν, ἔθος δὲ ἡμῖν τὸ μὴ δημοσίᾳ γυναικὶ μίγνυσθαι.
δι’ ἀναλογισμοῦ ἤ τινος ἀποδείξεως κρατύνεσθαι δοκοῦσα, οἷον ὅτι ἄτομα ἔστι τῶν ὄντων στοιχεῖα ἢ ὁμοιομερῆ <ἢ> ἐλάχιστα ἤ τινα ἄλλα.
βρέφη, ἡμεῖς δ’ οὔ· καὶ Πέρσαι μὲν ἀνθοβαφεῖ ἐσθῆτι καὶ ποδήρει χρῆσθαι νομίζουσιν εὐπρεπὲς εἶναι, ἡμεῖς δὲ ἀπρεπές· καὶ οἱ μὲν Ἰνδοὶ ταῖς γυναιξὶ δημοσίᾳ μίγνυνται, οἱ δὲ πλεῖστοι τῶν ἄλλων αἰσχρὸν τοῦτο εἶναι ἡγοῦνται.
πατρῴας ἀποστὰς οὐσίας οὐκ ἀποδίδωσι τὰ τοῦ πατρὸς χρέα, παρὰ δὲ τοῖς Ῥοδίος πάντως ἀποδίδωσιν· καὶ ἐν μὲν Ταύροις τῆς Σκυθίας νόμος ἦν τοὺς ξένους τῇ Ἀρμὲμιδι καλλιερεῖσθαι, παρὰ δὲ ἡμῖν ἄνθρωπον ἀπείρηται πρὸς ἱερῷ φονεύεσθαι.
ἀγωγὴν ἀντιτιθῶμεν τῇ τοῦ Ἀριστίππου ἢ τὴν τῶν Λακώνων τῇ τῶν Ἰταλῶν. μυθικὴν δὲ πίστιν πίστει μυθικῇ, ὅταν ὅπου μὲν <λέγωμεν> τὸν Δία μυθεύεσθαι πατέρα ἀνδρῶν 45
τε θεῶν τε, ὅπου δὲ τὸν Ὠκεανόν, λέγοντες (Ξ 201)
ἄπειρα, καὶ τοὺς μὲν θνητὴν τὴν ψυχὴν, τοὺς δὲ ἀθάνατον, καὶ τοὺς μὲν προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ’ ἡμᾶς, τοὺς δὲ ἀπρονοήτως.
νόμῳ τοῦτο πράττειν, καὶ παρ’ ἡμῖν μὲν τὸ μοιχεύειν ἀπειρῆσθαι, παρὰ δὲ Μασσαγέταις <ἐν> ἀδιαφορίας ἔθει παραδεδόσθαι, ὡς Εὔδοξος ὁ Κνίδιος ἱστορεῖ ἐν τῷ πρώτῳ τῆς περιόδου (fr. 15 Brandes), καὶ παρ’ ἡμῖν μὲν ἀπηγορεῦσθαι μητράσι μίγνυσθαι, παρὰ δὲ τοῖς Πέρσαις ἔθος
εἶναι μάλιστα οὕτω γαμεῖν. καὶ παρ’ Αἰγυπτίοις δὲ τὰς ἀδελφὰς γαμοῦσιν, ὃ παρ’ ἡμῖν ἀπείρηται νόμῳ.
ἡμεῖς δὲ ὡς εἰώθαμεν.
τῶν ποιητῶν εἰσάγονται.
δὲ αἰσχρὸν τοῦτο ἡγώμεθα εἶναι.
ἀναιρῶσιν ἀλλήλους διὰ τὴν αὐτὴν αἰτίαν.
καὶ ταῦτα ποιῆσαι ἅπερ οὐδ’ ἂν μετρίως προῃρημένος ἐποίησεν ἄν τις, ἡ δὲ ἀγωγὴ τοῦ βίου τοῦ Ἡρακλέους ἦν γενναία.
λον εἶναι τὴν δόξαν δογματίζωσιν.
εἶναι λέγωσι τὸ μητράσιν ἢ ἀδελφαῖς μίγνυσθαι, ὁ δὲ νόμος ταῦτα κωλύῃ.
ὅτι Ζεὺς διὰ τὸ πένθος τὸ ἐπὶ Σαρπηδόνι αἱματοέσσας ωεκάδας κατέχευεν ἔραζε (Π 459), δόγμα μέντοι φιλοσόφων <ᾖ> ἀπαθὲς εἶναι τὸ θεῖον, καὶ ὅταν <. . . . . > τὸν τῶν ἱπποκενταύρων μῦθον ἀναιρῶσιν, ἀνυπαρξίας παράδειγμα τὸν ἱπποκένταυρον ἡμῖν φέροντες.
ἑκάστην τῶν προειρημένων ἀντιθέσεων λαμβάνειν παρα<εἶναι> 47 δείγματα· ὡς ἐν συντόμῳ δὲ λόγῳ ταῦτα ἀρκέσει. πλὴν τοσαύτης ἀνωμαλίας πραγμάτων καὶ διὰ τούτου τοῦ τρόπου δεικνυμένης, ὁποῖον μὲν ἔστι τὸ ὑποκείμενον κατὰ
τὴν φύσιν οὐκ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται πρὸς τήνδε τὴν ἀγωγὴν ἢ πρὸς τόνδε τὸν νόμον ἢ πρὸς τόδε
τὸ ἔθος καὶ τῶν ἄλλων ἕκαστον. καὶ διὰ τοῦτον οὖν περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων ἐπέχειν ἡμᾶς ἀνάγκη. οὕτω μὲν οὖν διὰ τῶν δέκα τρόπων κατ’ παταλήγομεν εἰς τὴν ἐποχήν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.