ἐπειδὴ αἱ μὲν αἰσθήσεις κατὰ ἐπέρεισιν καὶ νύξιν ἀντιλαμβάνεσθαι δοκοῦσι τῶν αἰσθητῶν, οἷον ἡ ὅρασις, ἐάν τε κατὰ ἔντασιν γίνηται κώνου, ἐάν τε κατὰ εἰδώλων ἀποκρίσεις τε καὶ ἐπικρίσεις, ἐάν τε <κατ᾿> ἀκτίνων ἢ χρωμάτων
ἀποχύσεις, καὶ ἡ ἀκοὴ δέ, ἤν τε ὁ πεπληγμένος ἀήρ, ἤν τε τὰ μόρια τῆς φωνῆς φέρηται περὶ τὰ ὦτα καὶ πλήττῃ τὸ ἀκουστικὸν πνεῦμα ὥστε τὴν ἀντίληψιν τῆς φωνῆς ἀπεργάζεσθαι. ἀλλὰ καὶ αἱ ὀδμαὶ τῇ ῥινὶ καὶ οἱ χυμοὶ αὖ τῇ γλώττῃ προσπίπτουσιν, καὶ τὰ τὴν ἁφὴν κινοῦντα
ὁμοίως τῇ ἁφῇ.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.