μερῶν. εἰ δὲ μήτε κατὰ ὁλότητα μήτε κατὰ μέρη γινο- μένην ἁφὴν καταλαμβάνομεν, ἀκατάληπτος ἔσται ἡ ἁφή. διὰ δὲ τοῦτο καὶ ἡ ἀντιτυπία. ὅθεν καὶ τὸ σῶμα· εἰ γὰρ οὐδέν ἐστι τοῦτο παρὰ τἀς τρεῖς διαστάσεις καὶ τὴν ἀντιτυπίαν, ἐδείξαμεν δὲ ἀκατάληπτον τούτων ἕκαστον,
καὶ τὸ σῶμα ἔσται ἀκατάληπτον.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.