οὖν ἐπιφάνειάν τινα ἢ γραμμὴν εἶναι λέγοι τις, καὶ τῶν προειρημένων ἕκαστον ἤτοι κατὰ ἰδίαν ὑφεστάναι δύνασθαι λεχθήσεται ἢ μόνον περὶ τοῖς λεγομένοις σώμασι θεωρεῖσθαι. ἄλλα καθ’ ἑαυτὴν μὲν ὑπάρχουσαν ἤτοι γραμμὴν ἢ ἐπιφάνειαν ὀνειροπολεῖν ἴσως εὔηθες. εἰ δὲ περὶ τοῖς σώμασι
μασι θεωρεῖσθαι λέγοιτο μόνον καὶ μὴ καθ’ ἑαυτὸ ὑπεστάναι τούτων ἕκαστον, πρῶτον μὲν αὐτόθεν δοθήσεται τὸ μὴ ἐξ αὐτῶν γεγονέναι τὰ σώματα (ἐχρῆν γάρ, οἶμαι, ταῦτα πρότερον ὑπόστασιν καθ’ ἑαυτὰ ἐσχηκέναι, καὶ οὕτω συνελθόντα
πεποιηκέναι τὰ σώματα),
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.