οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις, ἀκμὴν ἐν ταραχαῖς ὄντα καὶ βοηθείας δεόμενον, εἶτα καὶ κακοδαιμονέστερος τῶν φαύλων λεγομένων εὑρίσκεται. εἰ μὲν γὰρ ὁρμᾷ ἐπί τι, πάντως ταράσσεται, εἰ δὲ περικρατεῖ τῷ λόγῳ, συνέχει ἐν ἑαυτῷ τὸ κακόν, καὶ διὰ τοῦτο μᾶλλον ταράσσεται τοῦ
φαύλου ἐκείνου μηκέτι τοῦτο πάσχοντος·
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.