γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν εἴη ἐγκρατής· οὐ γάρ κρατήσει οὗ οὐκ ἔχει. καὶ ὡς οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδίσια καὶ τὸν κακοστομαχοῦντα πρὸς ἐδεσμάτων ἀπόλαυσιν οὐδ’ ὅλως γὰρ ἐπιζήτησις αὐτοῖς γίνεται τῶν τοιούτων, ἴνα καὶ ἐγκρατῶς κατεξαναστῶσι
τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ πάθος οὗ ἔσται ἐγκρατής.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.