περὶ βίον εἶναι τέχνης. οἶον γοῦν τὸ μὲν διδασκόμενον πρᾶγμα, τουτέστι τὴν φρόνησιν, ἀνυπόστατον ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν § 240)· ἀνυπόστατος δέ
καὶ ὁ διδάσκων καὶ ὁ μανθάνων. ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον διδάξει τὴν περὶ τὸν βίον τέχνην ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἤ ὁ φρόνιμος τὸν ἄφρονα· οὐδεὶς δὲ τούτων οὐδένα διδάσκει· οὐκ ἄρα διδάσκεται
ἡ περὶ τὸν βίον εἶναι λεγομένη τέχνη.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.