λ′ εἰ ἔστι τις μαθήσεως τρόπος.
καὶ ὁ τρόπος τῆς διδασκαλίας παρέλκει.
τρόπος ἄρα τῆς μαθήσεως ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον· τὸ δὲ φαινόμενον ᾑ ἡ φαίνεται, πᾶσίν ἐστι ληπτόν· τὸ δὲ
1 2 184 κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τι ἐναργείᾳ διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ διδάσκεταί τι.
τι, ἤτοι φύσει σημαίνει τι ἢ θέσει. καὶ φύσει μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούοντας συνιέναι, οἶον Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων.
αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλὰ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦτα ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀνανεούμενοι μαθήσεως καὶ μὴ εἰδότες, καθ’ ὧν εἰσιν αἱ λέξεις τεταγμέναι, οὐδενὸς ἀντίληψιν ἕξουσιν.
γὰρ ὁ διδάσκων κατάληψιν τῶν θεωρημάτων τῆς διδασκαμένης τέχνης ἐμποιεῖν ὀφείλει τῷ μανθάνοντι, ἵνα οὕτως ἐκεῖνος τὸ σύστημα τούτων καταλαβὼν τεχνίτης γένηται. οὐδὲν δέ ἐστι κατάληψις, ὧς ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν § 264)· οὐκοῦν οὐδὲ ὁ τρόπος τῆς
ὑφεστάναι δύναται. εἰ δὲ μήτε τὸ διδασκόμενον ἔστι μήτε ὁ διδάσκων καὶ ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μαθήσεως, οὔτε μάθησις ἔστιν οὔτε διδασκαλία.
περὶ βίον εἶναι τέχνης. οἶον γοῦν τὸ μὲν διδασκόμενον πρᾶγμα, τουτέστι τὴν φρόνησιν, ἀνυπόστατον ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν § 240)· ἀνυπόστατος δέ
καὶ ὁ διδάσκων καὶ ὁ μανθάνων. ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον διδάξει τὴν περὶ τὸν βίον τέχνην ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἤ ὁ φρόνιμος τὸν ἄφρονα· οὐδεὶς δὲ τούτων οὐδένα διδάσκει· οὐκ ἄρα διδάσκεται
ἡ περὶ τὸν βίον εἶναι λεγομένη τέχνη.
αὐτὸν τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων, οὐ γνώσεται δὲ ταῦτα. εἰ γὰρ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς, ἔσται καὶ ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων θεωρητική.
ἡ ἀφροσύνη θεωρητικὴ καθέστηκεν , ἐπεὶ ὁ ἄφρων ἔσται φρόνιμος. ὁ ἄρα ἄφρων οὐκ ἀντιλαμβάνεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἤ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον. μὴ ἀντιλαμβανόμενος δὲ οὐκ ἂν διδάσκοιτο ὐπ’ αὐτοῦ, ἄλλως τε καὶ ἐπεὶ μήτε ἐναργείᾳ μήτε διὰ λόγου
δύναται διδάσκεσθαι, καθὰ προειρήκαμεν. πλὴν ἀλλ’ εἰ μήτε διὰ μαθήσεως καὶ διδασκαλίας ἐγγίνεταί τινι ἡ περὶ τὸν βίον λεγομένη τέχνη μήτε φύσει, ἀνεύρετός ἐστιν ἡ παρὰ τοῖς φιλοσόφοις θρυλουμένη τέχνη περὶ τὸν βίον.
τινι τὴν ὀνειροπολουμένην τέχνην περὶ τὸν βίον, βλαβερὰ καὶ ταραχῆς αἰτία φανήσεται μᾶλλον τοῖς ἔχουσιν αὐτὴν ἢ ὠφέλιμος.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.