βίβλοις· ὧν πολλῶν καὶ παραπλησίων ἀλλήλοις ὄντων ὀλίγα ἐκθήσομαι παραδείγματος χάριν. οἷον γοῦν ὁ αἱρεσιάρχης αὐτῶν Ζήνων (Frgm. Stoic. I 250 Arn.) ἐν ταῖς διατριβαῖς φησι περὶ παίδων ἀγωγῆς ἄλλα τε ὅμοια καὶ τάδε ‘διαμηρίζειν μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ
παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ διαφέρει ἐν παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλὰ ταὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν'.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.