τι τὸ ποιητικὸν κακοῦ οὐκ ἂν εἴη φύσει ἀγαθόν· ἡ δέ ἡδονὴ κακῶν ἐστι ποιητική· πάσῃ γὰρ ἡδονῇ παραπέπηγεν ἀλγηδών, ἥ ἐστι κατ’ αὐτοὺς (Epicurea p. 276, 23 Us.) φύσει κακόν. οἷον γοῦν ἥδεται ὁ μέθυσος ἐμφορούμενος οἴνου καὶ ὁ γαστρίμαργος τροφῆς, καὶ ὁ λάγνος ἀφροδισίοις
ἀμέτρως χρώμενος· ἀλλὰ ταῦτα καὶ πενίας καὶ νόσων ἐστὶ ποιητικά, ἅπερ ἀλγεινά ἐστι καὶ κακά, ὡς φασίν. οὐκ ἄρα φύσει ἀγαθόν ἐστιν ἡ ἡδονή.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.