ἔσται μὲν οὖν] ὡς ἐνεστώς, οὐκ ἔσται δὲ ἐπεὶ μὴ ἔστιν αὐτοῦ τὰ μέρη. οὐκοῦν οὐδὲ μεριστός ἐστιν. εἰ δὲ μήτε ἀμέριστός ἐστιν ὁ ἐνεστὼς μήτε μεριστός, οὐδὲ ἔστιν. μὴ ὄντος δὲ τοῦ ἐνεστῶτος μηδὲ τοῦ παρῳχημένου μηδὲ τοῦ μέλλοντος, οὐδέ ἐστί τι χρόνος· τὸ γὰρ ἐξ ἀνυπάρκτων
συνεστὼς ἀνύπαρκτόν ἐστιν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.