μέλλον, ὁ μέλλων καὶ ὁ παρῳχηὼς ἤτοι εἰσὶν ἢ οὐκ εἰσίν. ἀλλ’ εἰ οὐκ εἰσίν, μόνου τοῦ ἐνεστῶτος ὑπολειπομένου, ὅς ἐστιν ἀκαριαῖος, πεπερασμένος ἔσται ὁ χρόνος καὶ ἀκολουθήσουσιν αἱ ἀρχῆθεν ἀπορίαι· εἰ δὲ ὁ παρῳχηκὼς ἔστι
καὶ ὁ μέλλων ἔστιν, ἐνεστὼς ἔσται ἑκάτερος αὐτῶν. ἄτοπον δὲ τὸ λέγειν ἐνεστῶτα τὸν παρωχηκότα καὶ τὸν μέλλοντα χρόνον· οὐκοῦν οὐδὲ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἄπειρος μήτε πεπερασμένος, οὐδὲ ἔστιν ὅλως
χρόνος.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.