ὑποχωρεῖ κινούμενον μεταβατικῶς ἢ φθείρεται μεταβάλλον, σῶμα ἔσται τὸ κενόν· σώματος γὰρ ἴδιά ἐστι ταῦτα τὰ πάθη. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν κενὸν καὶ πλῆρες, ἢ ὅτι σῶμά ἐστι τὸ κενόν. ἄτοπον ἄρα τὸ λέγειν οἷόν τε εἷναι τὸ κενὸν ὑπὸ σώματος κατασχεθῆναι καὶ γενέσθαι
τόπον.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.