τοῦ σώματος ἀήρ. λέγεται οὖν ἐν τόπῳ κινεῖσθαι τὸ κινούμενον οὐκ ἐν τῷ πρὸς ἀκρίβειαν ἀλλ’ ἐν τῷ κατὰ πλάτος. πρὸς οὓς ἔνεστιν ὑποδιαιροῦντας τὸν ἐν πλάτει τόπον λέγειν, ὅτι τούτου ἐν ᾧ μὲν ἔστι κυρίως τὸ κινεῖσθαι λεγόμενον σῶμα, ὧς ἐν τῷ πρὸς ἀκρίβειαν αὐτοῦ
τόπῳ, ἐν ᾧ δὲ οὐκ ἒστιν, ὧς ἐν τοῖς λοιποῖς μέρεσι τοῦ κατὰ πλάτος τόπου· εἶτα συνάγοντας, ὅτι μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι δύναται μήτε ἐν ᾧ μὴ ἔστιν, ἐπιλογίζεσθαι, ὅτι μηδὲ ἐν τῷ κατὰ πλάτος καταχρηστικῶς λεγομένῳ τόπῳ κινεῖσθαί τι δύναται· συστατικὰ γάρ ἐστιν αὐτοῦ τό τε ἐν ᾧ ἔστι
πρὸς ἀκρίβειαν καὶ ἐν ᾧ πρὸς ἀκρίβειαν οὐκ ἔστιν, ὧν ἐν οὐθετέρῳ κινεῖσθαί τι δύνασθαι δέδεικται.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.