στάσεις. ὁ μὲν γὰρ βίος καί τινες τῶν φιλοσόφων εἶναι κίνησιν ὑπολαμβάνουσιν, μὴ εἶναι δὲ Παρμενίδης τε καὶ Μέλισσος καὶ ἄλλοι τινές, μὴ μᾶλλον δὲ εἷναι ἢ μὴ εἶναι ἔφασαν οἱ σκεπτικοί· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖν εἶναι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ
λόγῳ μὴ ὑπάρχειν. ἡμεῖς οὖν ἐκθέμενοι τὴν ἀντίρρησιν τῶν τε εἶναι κίνησιν ὑπολαμβανόντων καὶ τῶν μηδὲν εἷναι κίνησιν ἀποφαινομένων, ἐὰν τὴν διαφωνίαν εὑρίσκωμεν ἰσοσθενῆ, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κίνησιν λέγειν ἀναγκασθησόμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.