μέρος ἔμψυχά ἐστιν, οὕτως, εἰ τὸ γενικώτατον πάντων (τό ‘τι’) ψεῦδός ἐστι, καὶ πάντα τὰ κατὰ μέρος ἔσται ψευδῆ καὶ οὐδὲν ἀληθές. ᾧ συνεισάγεται τὸ μηδὲν εἶναι ψεῦδος· καὶ γὰρ αὐτὸ τὸ ‘πάντα ἐστὶ ψευδῆ’ καὶ τὸ ‘ἔστι τι ψεῦδος’ τῶν πάντων καθεστὼς ψεῦδος ἔσται. εἰ δὲ ἀληθές
ἐστι τό ‘τι’, πάντα ἔσται ἀληθῆ· ᾧ συνεισάγεται πάλιν τὸ μηδὲν εἶναι ἀληθές, εἴγε καὶ αὐτὸ τοῦτο τὶ ὑπάρχον (λέγω δὲ τὸ μηδὲν εἶναι ἀληθές) ἀληθές ἐστιν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.